ΚΕΦ. ΛΗ.
αὐτοῦ. ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν, ψηφισάτω τὸν 1 ἀριθμὸν τοῦ θηρίου. ἀριθμὸς γὰρ ἀνθρώπου ἐστὶν, καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς΄.
πλατύναι ἐπιτηδεύσει f, ἔντε πράσεσι καὶ ὠναῖς, ἵν᾿ ὁ μὴ τοῦτο ἐπιφερόμενος, ἐν ταῖς τῶν ἀναγκαίων ἐνδείαις τελευτήσῃ. ἀριθμὸν δὲ ἀνθρώπου τὸ ὄνομα εἶναι, ἀντὶ τοῦ οὐ g ξένον οὐδὲ ἀήθη καὶ ἐπικεκρυμμένον καὶ διπλόης ἐχόμενον, ἀλλὰ ψῆφον ἐντριβῆ καὶ ἔγνως μένην ἀνθρώποις. ἀριθμὸς δὲ τοῦ ὀνόματος τοῦ ψήφου, χξς΄.
σαφῶς γὰρ h αὐτὸ τὸ ὄνομα οὐ παρέθετο, ἢ διὰ τὸ ἀνάξιον βιβλίῳ ἐγγραφῆναι. ἣ διὰ τὸ μὴ προδήλου ὄντος πολλοὺς σφετεριζομένους τῶν κακουργούντων πράγματα παρέχειν τοῖς εὐσεβέσι τὸ προαρπάζειν τὴν γνῶσιν τῆς παρουσίας, καὶ ἐν ἀώρῳ τὴν ἔκβασιν τιθεμένους τοῦ ὡρίμου καθάπαξ ὑστερεῖν. διόπερ γυμνασίας χάριν
ἐπανελέσθαι οὐκ ἄκαιρον, τὰ τὴν ψῆφον ἐπιφερόμενα 1 ὀνόματα κύριά τε καὶ προσηγορικά. κύρια μὲν οἷον Λαμπέτις k, Τειτᾶν· καὶ ἀπὸ τοῦ τενῶ μέλλοντος, ὥσπερ καὶ ἀπὸ του σπερῶ, σπόρος Λατεῖνος ὁμοίως διὰ διφθόγγου· Βενέδικτος ὃ μᾶλλον ἐκείνων ἐπιτευκτικώτερον, τὸ εὐλογημένος ἀπὸ τῆς Ἰταλῶν γλώσσης
ἀναπτυσσόμενον ἐμφαίνων, καὶ διὰ τοῦτο ἐπίδρομον τῷ ἀποστάτῃ ἐσόμενον ἅτε καὶ τῷ ἀληθινῷ ἐναρμοσθέντος Χριστῷ. προσηγορικὰ δὲ, ὁ νικητής. ἴσως γὰρ οὕτως ἑαυτὸν ὀνομάσει, καὶ κακὸς ὁδηγὸς, καὶ ἀληθὴς βλαβερὸς, καὶ πάλαι βάσκανος, καὶ ἁμνὸς ἄδικος, ἃ ἐκ τῶν ἐναντίων αὐτῶ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῆ
αἰσχύνῃ καρπούμενος.
αὐτὸ ἃν ἀπεκάλυψεν. ἀλλ’ οὐκ ηὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ταγῆναι ὄνομα. ὡς δὲ ἐν γυμνασίας 2 λόγῳ, πολλά ἐστιν εὑρεῖν, κατὰ τὸν μακάριον Ἱππόλυτον καὶ ἑτέρους πολλοὺς, ὀνόματα τὸν ἀριθμὸν τοῦτον περιέχοντα προσηγορικα τε καὶ κύρια.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.