ΚΕΦ. Γ.
ἑαυτοὺς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,
ἑαυτοὺς ἐν ἀγάπη Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν
αἰώνιον· καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι.
τῆς ψευδοῦς διδασκαλίας· περὶ δὲ τῶν διακρινομένων ὁ Ἰάκωβος 1 φησὶν ὅτι “ ἐοίκασι κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ διὰ τὸ τῆς ψυχῆς ἄστατον. οὗτοι οὖν καὶ ἐλεεινοί εἰσι καὶ ἄθλιοι, παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι.
ἐξαφθέντι πυρὶ γινομένους, καὶ ἔν τινι ἀπηγορευμένῃ πυρώσει κεκρατημένους, δύναται λόγῳ Θεοῦ ἀνιμησάμενος, ὀξύτατα ἅρπασαι ἀπὸ τοῦ πυρός· οὗτος ἁρπάσαι μὲν ἀνθηκότως o οὐχὶ ἅρπαξ χρηματίσηται p τῶν ὑπὸ τοῦ Ἀποστόλου κατηγορουμένων.
δέξασθαι, ταύτην αὐτοῖς ὑποβάλλοντες, ἐκ τοῦ μέλλοντος αὐτοὺς παραλαμβάνειν πυρός.
χιτῶνα.
τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος· ὁ μὲν χιτῶνα καθαρὸν ἔχων, τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργους τὴν ζωὴν κεκτημένος· ἣ μᾶλλον ἐσπιλωμένος ἀπὸ τῆς σαρκὸς ἔστι χιτὼν, ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης
τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τὲ καὶ ἐνεργημάτων τὴν ψυχὴν, ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διὰ παντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτὴν δυσωδίας πληροῦται παθῶν· ὡς γὰρ ἀπὸ τοῦ Πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτὼν, ὃν ἐνδυσαμένη γίνεται καλὴ
καὶ ἐπίδοξος· οὕτω καὶ ἐπὶ τῆς σαρκὸς τῶν παθῶν ἀλλήλοις 2 κατὰ τὴν ἀναλογίαν συνυφαινομένων, γίνεται τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ αὐτοῦ γνώριμον δεικνὺς τὴν ψυχὴν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα περὶ τὴν θείαν θέμενος.
Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.