ΚΕΦ. Β.
ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
ἀλλὰ καὶ τῷ Βαλαὰμ καὶ τῷ Κορέ· τῷ μὲν Κάϊν διὰ τὴν προειρημένην αἰτίαν· τῷ δὲ Βαλαὰμ, ὅτι κέρδους χάριν ἦλθε καταράσασθαι τὸν λαὸν τοῦ Θεοῦ· εἰ καὶ τὴν γλῶσσαν k αὐτοῦ εἰς εὐλογίαν ἔστρεψεν ὁ Θεός· τῷ δὲ Κορὲ, ὅτι διδασκαλικὸν ἀξίωμα ἥρπασεν, εἰς ὃ αὐτὸν 1 οὐκ ἔταξεν ὁ Θεός· ὡς γὰρ ὁ Ἀπόστολος
λέγει, “ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ “ τοῦ Θεοῦ· ἅμα δὲ καὶ διδασκόμεθα ποῖον καὶ τούτων τὸ τέλος διὰ τῆς τιμωρίας ἐκείνων, οἷς αὐτοὺς καὶ ὡμοίωσεν. τὸν μὲν Ἀδὰμ, ἐξέβαλεν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καὶ κατῴκησεν ἀπέναντι m τῆς τρυφῆς τοῦ παραδείσου n, καὶ οὐκ ἐν γῆ Ναίδ’· τὸν δὲ Κάϊν
οὔτε ἐξαπέστειλεν ὁ Κύριος o , οὔτε ἐξέβαλεν· ἀλλ’ αὐτὸς ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου p. χρήσῃ q δὲ τῇ συγχωρήσει r τῶν ῥημάτων ἐν καιρῷ ποτὲ, ἐπ’ ἂν ὁ μέν τις ἐπιδικαζομένης s τῆς Ἐκκλησίας μὴ ἑκὼν αὐτῆς ἐξέρχεται ὡς ἐπὶ Ἀδὰμ, ἐν τῷ ἐξαποστέλλεσθαι ἐπιτιμητικῶς καὶ παιδευτικῶς ἀπὸ τῶν προεστηκότων t αὐτῆς· ὁ δὲ ὡς
αὐθάδης καὶ καταφρονητὴς ὡς Κάιν· καὶ ἀποστάτης ἐξέρχεται πολλάκις, ἔσθ’ ὅτε καὶ παρακαλούμενος ὑπὸ τῶν νουθετούντων τοὺς ἀτάκτους· παραμυθουμένων u τοὺς ὀλιγοψύχους· ἀντεχομένων x τῶν ἀσθενῶν· ἐρεῖς γὰρ ὅτι οὗτος ὁ ἑκὼν καταλιπὼν τὴν Ἐκκλησίαν, καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν· θελήσας ἐκ τοῦ πονηροῦ γενέσθαι·
καὶ διὰ τοῦτο ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ ὁ ἐξελθὼν δὲ μοχθηρᾷ y προαιρέσει καὶ βίῳ ἐπιλήπτῳ z καὶ δόγμασιν ἐναντίοις, ἀπὸ τῆς Ἐκκλησίας ἐξῆλθεν, ὡς Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάντως ὁ τοιοῦτος a οἰκεῖ ἐν τῇ γῇ Ναίδ’ κατέναντι Ἐδὲμ, ἐναντιούμενος τοῖς δόγμασι τοῦ παραδείσου τῆς τρυφῆς· Ναίδ’ δὲ
2 ἑρμηνεύεται σάλος· ὁ οὖν φυγὰς ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἔξω γενόμενος αὐτοῦ, ποῦ ἃν οἰκήσει b, ἣ ἐν σάλῳ χειμαζόμενος καὶ κυματούμενος ὑπὸ τοῦ σάλου τῶν παθῶν ;
ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι.
ὥσπερ γὰρ αἱ νεφέλαι αἱ ἄνυδροι αἱ ὑπὸ ἀνέμων ἐλαυνόμεναι, καὶ τὰ ἄκαρπα δένδρα, ἃ δισσῶς ἔφη ἀποθανόντα, οὐ τιμωρη- θήσονται, ἀλλ’ οὐδὲ τὰ κύματα τὰς ἑαυτῶν ἐπαφρίζοντα d αἰσχύνας, ἄλογα ὄντα καὶ αἰσθήσεως ἄμοιρα e. οὕτω καὶ οἱ λεγόμενοι ἀστέρες πλανῆται οὐ τὸν ζόφον κληρονομοῦσιν, ἀλλ’ οἱ ἄνθρωποι
κατὰ προαίρεσιν ἁμαρτάνοντες· περὶ ὧν καὶ τὰ ὑποδείγματα ταῦτα ἐλήφθη, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· οἱ ἄνθρωποι οὗτοι, περὶ ὧν ὁ λόγος, ὥσπερ πλανῆται εἰσὶν ἀστέρες τῆς εὐθείας ἐκτρεπόμενοι, καὶ τὴν ἐναντίαν τῇ ἀρετῇ ὁδὸν βαδίζοντες· διὸ αὐτοῖς ὁ ζόφος τετήρηται, οὐχ ὡς ἄστρασιν, ἀλλ’ ὡς ἀνδράσιν· οὐ γὰρ περὶ
ἄστρων ἣ νεφῶν f ἣ κυμάτων ἦν αὐτῷ, ὡς ἔφθην εἰπὼν, ὁ λόγος, ἀλλὰ περὶ ἀνθρώπων εἰς θηριωδίαν καὶ ἀσέλγειαν καὶ ἀλαζονείαν ἐκπεπτωκότων, καὶ διὰ τῆς συνουσίας καὶ τοὺς πλησιάζοντας λυμαινομένων g. εἰ γὰρ τὸν προσταχθέντα τοῖς ἄστρασι δι’ αἰῶνος θέουσι δρόμον, οὐ ποιητικοὺς αὐτοὺς κακῶν λεκτέον, ἀσεβὲς γὰρ
καὶ ἄλογον, ἀλλ’ εἰ καὶ καθ’ ὑπόθεσιν δοθείη, ὅπερ τινες φασὶ, σημαντικοὺς h εἶναι, οὐδ’ οὕτως δώσουσι δίκας, οὐδὲ γὰρ οἱ προφῆται ἔδοσαν i, τὰ μέλλοντα παρὰ τῶν Ἰουδαίων πράττεσθαι καταμηνύσαντες· οὐ γὰρ k ἤδη δι’ ὧν προεμήνυσαν γέγονεν, ἀλλ’ ἐπειδὴ ἔμελλε γίνεσθαι προεμήνυσαν· δῆλον τοίνυν, ὡς οἶμαι, ὅτι οὐ περὶ
ἄστρων, ὥσπερ οὐδὲ περὶ κυμάτων ἣ δένδρων ἣ νεφῶν l ἦν τῷ 3 Ἀποστόλῳ ὁ λόγος· καθὼς καὶ ὁ πάσης τῆς Ἐπιστολῆς νοῦς μηνύει, ἀλλὰ περὶ ἁμαρτησάντων ἀνθρώπων, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται· ἀρξάμενος γὰρ ἀπὸ τῶν m παραδειγμάτων, εἰς τοὺς περὶ ὧν ἦν ὁ λόγος αὐτῷ n ἐτελεύτησεν.
τραπεζῶν, περὶ ὧν καὶ ὁ Ἀπόστολος Κορινθίοις ἐπιστέλλει, συήεσαν p, οὐ χάριν τοῦ μεταλαβεῖν τοῦ Κυριακοῦ δείπνου, ἀλλ’ ἵνα καιρὸν εὕρωσι ψυχὰς ἀστηρίκτους δελεάζειν· τούτων γὰρ καὶ q ὁ Πέτρος ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ καταλέγει.
ἐκριζωθέντα.
δὲ, ὡς ἐκτελοῦντι τὴν ἁμαρτίαν. ἐκριζωθέντας δὲ αὐτοὺς λέγει, ὡς μὴ ἀξίους τοῦ πεφυτεῦσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἔνθα ἑαυτὸν ἐρριζωμένον εἰδὼς ὁ ἅγιος ἔλεγε Δαβὶδ, ἐγὼ δὲ ὡσεὶ “ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ’’ καὶ τὰ ἑξῆς t.
ἑαυτοὺς εὐσκίοις, καὶ μὴν καὶ ἀμπέλοις καρποφόροις παρέβαλον· λέγει οὖν ὡς ἄκαρποι τινές εἰσι, καὶ μᾶλλον διὰ τὸν ἐξ αὐτῶν καρπὸν ὃν διαφθείρουσιν ἐν τῇ σπερμοσφαγίᾳ μὴ ζωογονεῖσθαι· καὶ φθινοπωρινοὶ, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι· οὔτε γὰρ βίος αὐτοῖς οὔτε δόγμα x ζωογόνον ἐστὶ λαμπρόν.
ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ Εὐαγγελίῳ ἔζησαν· πάλιν δὲ 4 ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς, τεθνήκασι b. ταύτῃ τοι τεθνηκέναι δὶς αὐτούς φησι.
νεῖ· τὸ δὲ ἐπαφρίζειν τὰς ἰδίας αἰσχύνας, τὸ μετὰ τῆς κατὰ Θεοῦ μανίας καὶ αἰσχρότητα πολλὴν ἐπιτηδεύειν αὐτοὺς βίου ἀποφαίνεται e.
αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν,
καὶ περὶ πάντων τῶν σκληρῶν λόγων ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
“ ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, ἀλλ’ οὑν πλανῶντές εἰσι, παραχαράττοντες τὴν ἀλήθειαν ἀσελγείαις δυσφημιῶν, καὶ ὕστερον γνόφῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ ἐστι τὸ σκότος ἐξώτερον, κολασθήσονται· ὅπερ ἡτοίμασται g τῷ Σατανᾶ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ.
5 μίας ἀσέλγει’ ; τὸ δὲ “ μεμψίμοιροι i” ὅτι τὰ τῶν ἄλλων καὶ τὰ τῆς ἀληθείας διαβάλλουσιν, ἵνα τὰ οἰκεῖα κακὰ καὶ ἀσελγήματα στήσωσιν ὡς οἷόν τε k.
Ἰησοῦ Χριστοῦ· ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπίθυμιας πορευόμενοι τῶν ἀσεβειῶν.
Παύλου· πολλὰ γὰρ 1 αὐτοῦ περὶ τούτων ἐν πάσῃ m διατάξαντος Επιστολῇ.
πίστεως τῆς ὀρθῆς.
Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.