ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ B. ΥΠΟΘΕΣΙΣ.
περιερχομένους καὶ λέγοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρκὶ, γράφει τὴν Ἐπιστολήν· καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς· καὶ λοιπὸν
διδάσκει Ἀντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκὶ ἐληλυθέναι τὸν Χριστόν· παραγγέλλει δὲ ὥστε τῶν τοιούτων μὴ δέχεσθαί τινα εἰς οἰκίαν, μηδὲ λέγειν τοῖς τοιούτοις χαίρειν· καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
Catena in epistulam Joannis ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58).. Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.