ΚΕΦ. Α.
καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν
τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν
αἰῶνα· ἔσται μεθ’ ἡμῶν χάρις, ἔλεος, εἰρήνη, παρὰ Θεοῦ Πατρὸς, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρὸς, ἐν ἀληθείᾳ καὶ ἀγάπη.
ευαγγελικῶν ἐντολῶν τὴν ἑαυτῆς οἰκίαν οἰκονομοῦσαν πνευματικῶς.
τοῦ Πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι, ἀλλ’ ἢν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα
ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα
περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ, ἵνα καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν αὐτῇ
περιπατῆτε· ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν
σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέπετε
ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ
μισθὸν πλήρη ἀπολάβητε. πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῆ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει.
τηρεῖσθαι αὐτὰς, ὅθεν ὁ παυσάμενος τοῦ κατ’ ἀρετὴν ἐνεργεῖν, οὐδὲ τηρεῖ ἔτι τὰς ἐντολὰς, οὔτε περιπατεῖ ἔτι κατ’ αὐτάς. ὁ γὰρ κατ’ ἀρετὴν προκόπτων, κατὰ τὰς ἐντολὰς βαδίζει· τοῦ περιπατεῖν προκοπὴν δηλοῦντος. τοῦ τελειωθέντος μετὰ τὸ περιπατηκέναι κατὰ τὰς ἐντολὰς τηροῦντος αὐτάς. τοῦτο συνᾴδει τὸ μετ’
αἰνιγμοῦ λεχθὲν, ὡς ὁ Ἀδὰμ τέθειται ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν· τοῦ ἐργάζεσθαι τὴν κατ’ ἐνέργειαν δηλοῦντος προκοπὴν, τοῦ δὲ φυλάττειν τὴν ἐν τῇ τελειώσει παραμονήν.
αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονήροις.
Catena in epistulam Joannis ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58).. Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.