ΚΕΦ. Θ.
πειρασμὸν ὑμῖν γενομένη, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε
ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι·
Κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι- 1 ανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ
μέρει τούτῳ· ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ;
ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τι χοὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον
πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν
φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων ; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν
φαῦλον ἑαυτῶ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσεβὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιεχόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς
εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν.
ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.