ΚΕΦ. Ι.
ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνὸς,
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς,
ἀλλὰ προθύμως· μήδ’ ὡς κατακυριεύοντες τῶν κλήρων,
ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος
τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
ὑψηλὸς ἔσομαι ; ναί φησι· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν· εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι.
τοῦ διαβόλου.
ταπεινοῖς δὲ δίδωσι χάριν. ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καίρῳ.
προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν.
προνοίας ἐκείνης ἐξαρτήσατε· οὕτω γὰρ ἀσάλευτοι διαμενεῖτε καὶ ἀκλόνητοι.
ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ
τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
“ στόλων, μαθὼν ἀναφανδὸν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, “ κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς ἀμετα- “ νοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώ- “ πων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατα- “ κεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι
“ αὐτὸν ἀποκαλεῖ t, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ 2 “ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς “ νομοθέτας, ἀλλ’ οὐχ ἑαυτούς· διὰ τοῦτο ὡς λέων περιπατεῖ “ ὠρυόμενος πάντας φιλονεικῶν ἑλκύσαι πρὸς τὴν ἰδίαν ἀπώ- “ λείαν. ”
θηριῶδες ὁμοῦ καὶ ἀκόρεστον· καὶ ὅτι πάντας τοὺς εἰς τοῦτο τὸ στάδιον ἀξιωθέντας καταβῆναι διὰ τῶν ὁμοίων ἐλθεῖν πρὸς τὸ μέτριον τῆς ἐνούσης ἑκάστῳ δυνάμεως. βούλεται γὰρ ἡμᾶς ὁ ἀγωνοθέτης ὁμοίως διὰ πάντων ἀγαγεῖν, ὅπως ἐκ πάντων καθάπερ ἐκ λειμῶνος ἄνθη συλλέγων, τὸν τῆς ἀφθαρσίας ἡμῖν στέφανον
πλέξας δωρήσηται.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.