EPMHNEIA ΤΩΝ ΚΑΘΟΛΙΚΩΝ ΕΠΙΣΤΟΛΩΝ.
ΙΑΚΩΒΟΥ ΕΠΙΣΤΟΛΗ. ΥΠΟΘΕΣΙΣ.
φυλῶν διασπαρεῖσι καὶ πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδάσκων περὶ διαφορᾶς πειρασμῶν· ποῖος μέν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων ἐστί· καὶ οὐ λόγῳ μόνῳ ἀλλὰ καὶ ἔργῳ δεικνύναι τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ
νόμου, ἀλλ’ οἱ ποιηταὶ δικαιοῦνται· περί τε τῶν πλουσίων παραγγέλλει a, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν ἐν ταῖς ἐκκλησίαις, ἀλλὰ καὶ μᾶλλον ἐπιπλήττωνται b ὡς ὑπερήφανοι· καὶ τέλος παραμυθησάμενος τοὺς ἀδικουμένους, καὶ προτρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ κριτοῦ, καὶ διδάξας c ἐκ τοῦ
Ιὼβ τὸ χρηστὸν τῆς ὑπομονῆς, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπεύδειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἶναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου, ἄφεσιν ἁμαρτιῶν. καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.