ΚΕΦ. Α.
1 προοίμιον τῆς Ἐπιστολῆς τὸ ἀξίωμα ἑαυτοῦ ποιεῖται· τοῦτο δέ ἐστι τὸ καταξιωθῆναι δοῦλος κληθῆναι Χριστοῦ· ἅτε δὲ ὡς τῆς περιτομῆς ὣν Ἀπόστολος τοῖς ἐκ τῶν δώδεκα φυλῶν ἐπιστέλλει πιστεύσασιν. ἰστέον μέντοι ὥς τινες νοθεύουσι τὴν Ἐπιστολὴν ταύτην καὶ τὴν Ἰούδα, ὡς φησὶν Εὐσέβιος ἐν τῇ Ἐκκλησιαστικῇ
Ἱστορίᾳ. ὅμως πάντες ἴσμεν καὶ ταύτας μετὰ τῶν ἄλλων καθολικῶν ἐν ταῖς ἐκκλησίαις ἐμφερομένας.
συγγραμμάτων αὐτῶν, δοῦλοι Θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσιν.
ἀγαπῆς αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. ἄκουε γὰρ τοῦ λέγοντος, “ εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν “ ψυχήν σου εἰς πειρασμόν.” καὶ ὁ Χριστὸς δὲ πάλιν ἔλεγεν, “ ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε.” καὶ πάλιν, “ στενὴ “ καὶ τεθλιμμένη ἡ ὁδός. ὁρᾶς πανταχοῦ τὴν θλῖψιν ἐπαινουμένην,
πανταχοῦ παραλαμβανομένην ὡς ἀναγκαίαν οὖσαν ἡμῖν. εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα.
ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω.
πειρασμοὺς, ὡς καὶ πᾶσαν χαρὰν αὐτοὺς ἡγεῖσθαι πείθειν· ἵνα τὸ ἐναντίον αὐτοὺς λυπῇ τὸ μὴ πειράζεσθαι. εἰ γὰρ οἱ πειρασμοὶ χαρὰ αὐτοῖς, καὶ οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ πᾶσα, δηλονότι τὸ μὴ πειράζεσθαι λύπην προσάγει. καὶ διατί δοκιμήν, φησιν, ἐρ- γάζεται· τί δὲ ἡ δοκιμὴ τοῖς ἔχουσι ποιεῖ· δηλονότι εἰς ἔργον τέλειον ἄγει.
“ ρασμόν·” τῶν ἡδωνικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν, μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν· τὸν δὲ μέγαν Ἰάκωβον πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους, φᾶναι, “ πᾶσαν “ χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε
“ ποικιλοῖς,” δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς· καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος, “ ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ,” ἐνταῦθα δὲ, “ γινώ- “ σκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονὴν, “ ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι,
“ ἐν μηδενὶ λειπόμενοι.”
εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται ἀυτῶ.
ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος ὅτι λήψεται παρὰ Κυρίου.
ἀβουλήτως. χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον.
αὐτοῦ. καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει
αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς
ἄνθος χόρτου παρελεύσεται. ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ
μαρανθήσεται.
παρ’ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλείπῃ· ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστι γὰρ ὁ Θεὸς ὡς οἱ ἄνθρωποι οἱ μνησικακοῦντες ἀλλήλους, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστι, καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ.
ὑπομονὴ e τελεία· τελειοῦται δὲ ταῦτα καθ’ ἑαυτὰ, καὶ μὴ δι ἄλλο πραττόμενα· δι’ ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα· δι’ ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα. γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος· οὕτω δὲ ἀναφανέντι
ἐκ τῶν σκυθρωπῶν, δοθήσεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν· οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. ζητεῖς τίς ἡ ὕλη οὗ ἡτοίμασεν ὁ Θεὸς στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτόν; ἔστιν “ἃ ἡτοίμασεν
“ ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἃ διὰ μέγεθος θειότητος, ὄψει καὶ ἀκοῇ οὐχ ὑπόκειται, οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώπου ἀναβέβηκεν. 2 * Περὶ τῆς ἐν ἡμῖν πυρώσεως καὶ τῶν ἐξ αὐτῆς παθών, ὅτι οὐ παρὰ τοῦ Θεοῦ τὸ αἴτιον· εἴ τι γὰρ ἀγαθὸν ἡμῖν, παρ’ αὐτοῦ.
ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν ἀγνοῶν τὸ ἐσόμενον, ὁ δὲ Θεὸς εἰδὼς μὲν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον.
καὶ δελεαζόμενος.
τὸν ἁμαρτωλὸν ταύτην ἐνεργοῦντα καὶ πράττοντα· καὶ πέρας τῶν τοιούτων ὠδίνων ποιεῖται τοῦ ἁμαρτάνοντος τὸν θάνατον. οὕτως γὰρ ἐπιστέλλων Ἰάκωβος ἔφησεν, εἷς ὣν τῶν τοῦ Χριστοῦ σοφῶν μαθητῶν· “ ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελ- “ κόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει
“ ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεῖσθα ἀποκύει θάνατον·” ὑπὸ ταύτης οὖν τῆς ἐπιθυμίας κεκισσῆσθαι καὶ συνειλῆφθαι καθὰ δὴ τῶν ἁμαρτωλῶν μητρὸς ἔφησεν ὁ Δαβίδ.
ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα νοήματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες, ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. διὸ παρακαλῶ μὴ
δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ ἐδεξάμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα εἰ δὲ καὶ μέχρι τούτου ῥαθυμήσωμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν, ἀποκτεῖναι πάλιν δι’ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατη- γορεῖν ἑαυτοῦ· οὐδὲν γὰρ οὕτως ὀλέθριον ἁμαρτίας, ὡς κατηγορία
καὶ καταγνωσις.
ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον
ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.
τὸν βίον ἐπιτηδεύμασι διακεῖσθαι προσγίνεται· καὶ τὸ μὴ συμβάλλεσθαι τοῖς καιροῖς. διὸ καὶ Παῦλος παρῄνει τισὶ λέγων, “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ 4 “ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα “ τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
καὶ τῆς ὁμοουσιότητος· ἐπὶ δὲ τούτων, τιμῆς ἕνεκεν καὶ υἱοθεσίας· “ βουληθεὶς γάρ,’’ φησιν, “ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ κατα- χρηστικῶς εἰρημένα κυρίως λελέχθαι νομιζέσθω.
κτισματων.
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.