ΚΕΦ. ΙΘ.
πυρὶ καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες
παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον.
τούτοις ἐπιχειρεῖ, καί φησι φοβερὰ ταῦτα, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι· ἀλλ’ οὐ τοιαῦτα οἷα τὰ με τὰ ταῦτα· τί γὰρ τὸ Σινὰ. πρὸς τὸν οὐρανόν ; τί δαὶ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν ; “ ὁ Θεὸς “ γὰρ πῦρ καταναλίσκον·” “ μὴ λαλείτω γάρ’ φησὶν, “ ἡμῖν ὁ “ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς,” καὶ οὕτω φοβερὸν ἦν τὸ διαστελλόμενον· “ κἂν θηρίον θίγῃ τοῦ ὄρους. λιθοβοληθήσεται·
καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον.
ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι
δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν
Ἄβελ.
γὰρ τοῦ Ἄβελ ἐλάλησεν ; ναὶ, φησὶ, καὶ δι’ αὐτῆς ἀποθανὼν, ἔτι λαλεῖ· καὶ πάλιν ὁ Θεός φησι, “ φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου “ βοᾷ πρός με·” ἣ τοῦτο ἣ ἐκεῖνο, ὅτι ἔτι καὶ νῦν ᾄδεται, ἀλλ’ οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ, καὶ τοῦτο γὰρ πάντας ἐκάθηρεν, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν
μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων.
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ
ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν
γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ, ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὧς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. διὸ βασιλείαν ἀσάλευτον παραλαβόντες, ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ
Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας. καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα. ἐμοὶ δοκεῖ δι’ ἐκεῖνον αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ ὁ νομοθέτης ἐν πυρὶ φαίνεται, φοβερὸς καὶ κολαστικὸς τοῖς παραβαίνουσιν. τί δαὶ οἱ ἦχοι τῆς σάλπιγγος ; εἰκότως ἅτε ὡς βασιλέως
λέως τινὸς παρόντος· τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας, ἐν τῇ ἐσχάτῃ σάλπιγγι πάντα διεγηγέρθαι δεῖ· ἡ δὲ τῆς φωνῆς σάλπιγξ τοῦτο ποιεῖ· πάντα τοίνυν τότε αἰσθητὰ, καὶ ὄψεις καὶ φωνᾶι, πάντα νοητὰ καὶ ἀόρατα νῦν καὶ καπνὸς, φησι, πολὺς ἦν· ἐπειδὴ γὰρ ὁ Θεὸς λέγεται πῦρ εἶναι καὶ ἐν τῇ βάτῳ
οὕτως ἐφάνη, καὶ διὰ τοῦ καπνοῦ δείκνυσι τὸ πῦρ· τί δαὶ ὁ γνόφος καὶ τὸ σκότος; πάλιν τὸ φοβερὸν ἐμφαίνει οὕτω καὶ ὁ Ησαΐας φησι, “ καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ·” καὶ ἡ θύελλα τι βούλεται ; ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις· οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχεν· γινομένων
τούτων καὶ νομοθετουμένων, Μωϋσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνὴν, ἐπειδὴ διὰ Μωϋσέως ἤμελλε νομοθετεῖν· διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ἐποίει· οὐχ ἑώρων αὐτὸν διὰ ’τον γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. τι οὖν ; ὁ Θεὸς ἀπεκρίνατο φωνῇ δημηγορῶν, ἀλλ’
ὄνομα αὐτοῦ καλέσεται· “ παρῃτήσαντο, φησὶ, “ μὴ προστεθῆναι “ αὐτοῖς λόγον ἄνωθεν.” ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν· “ λαλείτω ἡμῖν,” φησὶ, “ Μωϋσῆς, καὶ μὴ λα- “ λείτω ἡμῖν ὁ Θεὸς, ” οἱ τὰς συγκρίσεις ποιοῦντες μᾶλλον ἐκεῖνα ἀναιροῦσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσι· καὶ ταῦτα κρείττονα
καὶ ἡμερώτερα καὶ θαυμασιώτερα τὰ ἡμέτερα· οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι, ἄλλως δὲ καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους καὶ γνόφου· τότε καὶ Μωϋσῆς ἔδεισεν· νυνὶ δὲ οὐδείς· ὥσπερ γὰρ κάτω εἱστήκει ὁ λαὸς τότε, οὕτω καὶ ἡμεῖς· οὐκ ἦσαν κάτω, ἀλλ’ οὐρανοῦ κάτω· ἐγγὺς τοῦ Θεοῦ ὁ Υἱός· ἀλλ’ οὐχ ὡς Μωϋσῆς· ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις· “ καὶ μυριά- “ σιν ἀγγέλων πανηγύρει,” ἐνταῦθα τὴν χαρὰν δείκνυσι, τὴν εὐφροσύνην ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης.
ἀγγέλω, ἡ εἰς τὸν Θεὸν δόξα.
ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, “ καὶ κριτῇ Θεῷ πάντων,” τουτέστι τῆς οἰκουμένης ἁπάσης, “ καὶ πνεύμασι δικαίων τετελει- “ ωμένων,” τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων, “ καὶ διαθήκης νέας “ μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, τουτέστι καθαρμοῦ, “ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ·” εἰ δὲ τὸ αἷμα λαλεῖ,
πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ· τί δαὶ ἐλάλει ; ἣ πῶς ἐλάλει ; ἔνθα γὰρ ἃν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, διανίστησιν ἱν αὐτὴν καἲ ποιεῖ λαλεῖν.
οὐκ ἄλλος ἐστὶν ἐκεῖνος, μὴ γένοιτο, ἀλλ’ αὐτὸς μέν ἐστι καὶ οὗτος κἀκεῖνος· φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως· πόθεν δῆλον ; “ εἰ γὰρ ἐκεῖνοι οὐ παρῃτή- “ σαντο,” φησὶν, “ τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον “ ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι·” τι οὖν, ἄλλος ἐστὶν
οὗτος παρ’ ἐκεῖνον ; πῶς ; “ οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· ” ἡ γὰρ τοῦτο τε δόντος ’τον νόμον φωνὴ τὴν γῆν ἐσάλευσεν.
παροδευομένῳ ; εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν, πρὸς τὸ τέλος ὁρῶντα· “ ἵνα μείνῃ,” φησὶ, τὰ μὴ “ σαλευόμενα·” ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα ; τὰ μέλλοντα.
“ τὰ πρόσκαιρα, καὶ ἔλθῃ τὰ αἰώνια.”
τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον.
τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσιν.
τᾶι καὶ ἀπώλεσε τὸν μισθόν· οὐκ ἄρα ἐστὶν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότας πάντων αὐτῷ, καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων· μηδὲν οὖν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστι μετ’ αἰδοῦς καὶ εὐλαβείας.
Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.