ΚΕΦ. ΙΗ.
χωλοῦ δὲ ἴασιν ποίαν βούλεται γενέσθαι, ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος ; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον, ἐξ ὧν, φησὶ, πρὸς αὐτοὺς, “ ἀναμιμνήσκεσθε δὲ τὰς πρό- “ τερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε “ παθημάτων.”
παραβλάπτων, ἀλλ’ ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. “ καὶ τὸν ἁγια- “ σμόν·” ἀντὶ τοῦ τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα, εἴτε χωρὶς γάμου ἐστὶ, φησὶ, τίς ἁγνὸς μεινάτω, εἴτε ἐν γάμῳ, μὴ πορνενέτω, ἀλλὰ κεχρήσθω τῇ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός·
πῶς ; οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ’ ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφεὶς πόρνῃ προσέχειν· ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, “ οὗ χωρὶς, οὐδεὶς ὄψεται τὸν Κύριον·” ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει, “ μὴ πλανᾶσθε, οὔτε πορνοὶ, οὔτε μοιχοὶ,
“ οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεο- “ νέκται, οὔτε κλέπται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομή- “ σουσι· πῶς γὰρ, ὁ γενόμενος πόρνης σῶμα, πῶς δυνήσεται εἶναι του χρίστου ;
Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’
αὑτῆς μιανθῶσιν πολλοί· μή τις πόρνος ἢ βέβηλος.
διδασκάλους ἐπιρρίπτετε, μὴ πάντας ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶ, ἀλλήλους οἰκοδομεῖν· “ ἐπισκοποῦντες” οὖν φησὶ, τουτέστιν ἀκριβῶς ἐρευνῶντες, καὶ καταμανθάνοντες ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, “ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν
φυτῶν, ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, “ μικρὰ ζύμη ὅλον τὸ φύ- “ ραμα ζυμοῖ·” οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην· καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον, καὶ οὐκ εἶπεν “ ῥίζα” πικρὰ, ἀλλὰ “ πικρίας·” τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνέγκαι γλυκεῖ; τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν, οὐκ ἔνεστι ποτε γλυκὺν ἐνεγκεῖν καρπὸν, καὶ διὰ ταύτης, φησὶ, μιανθῶσιν οἱ πολλοί· τουτέστιν, τοὺς ἀσελγεῖς ἐκκόπτετε.
τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γα·στρίμαργος· καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος.
καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
οὐκ ἴσχυσαν τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι, ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον. ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, καὶ ἄγνοιαν ὑποκρίνεσθαι, ἱν ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπαγάγῃ, ὥστε μὴ ἀπαναισχυντῆσαι· ἣ οὖν οὐχ εὗρεν μετάνοιαν, ἣ μετανοίας μείζονα ἥμαρτεν· ἔστι γὰρ ἁμαρτήματα μετανοίας
μείζονα, τουτέστιν, μὴ πέσωμεν πτῶμα ἀνίατον· τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, φησὶν, ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν, τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τὰ ἐναντία φησὶν, οὕτω λέγων, “ τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς
“ ἐν ὑμῖν,” καὶ πάλιν, “ ὅτι τινὲ, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι- “ τος ἐξεπέσατε·” δοῦ μαρτυρεῖ ὅτι ἐξέπεσαν· ὁ μὲν γὰρ ἑστὼς ἀκούων ὅτι πεσόντα οὐκ ἐστι συγγνώμης τυχεῖν, ἀσφαλέστερος ἔσται περὶ τὴν στάσιν· ἃν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῆ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· οὐ μόνον δὲ, φησὶν, ἐδάκρυσεν, ἀλλὰ καὶ ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, ἀλλ’ ἀσφαλίζεται αὐτοὺς πρὸς τὸ μὴ πεσεῖν.
διόρθωσιν ἐπιδεξαμένους, ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ. οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς· γνοίη δ’ ἄν τις ἐκ τοῦ παραδείγματος, ὁ φησι· πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος,
ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μέτα τοῦτο ἔπειτα οὔχι συγχωρήσεως αμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε· ἀλλ’ εὐλογίας, ἣ κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν, ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόντε ἦν καὶ δοθῆναι τούτῳ πάλιν.
ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο, ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καὶ τινὰς εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται.
Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.