ΚΕΦ. Β.
οὕτως αὐτὴν μετεδίωκεν, ὡς καὶ ἐπινοεῖν πολλὰς πολλαχοῦ προ- φάσεις, πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. ἐπειδὴ γὰρ μά- υστα ἐκείνους εἰκὸς ἦν κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν εἰκὸς αὐτὸν βίαν πάσχειν ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὕπο τινος ῥεύ-
μάτος ὀγκούμενον. ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ· ε7πεν, ὅτι ἐπιστεύθην ἐγὼ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ. ἐπεὶ οὖν ἐ̓ηρθη καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. ὅρα τοίνυν ποία κέχρηται ἐπιδιορθώσει ἐπάγων,
λυμήνασθαι ; ετͅπε γὰρ ἃν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ’ ἡμῶν εἰσφέρεται, ἀλλ’ ὡς ξύλα καὶ λίθους μετακινε ῖ πρὸς ἀρετὴν ἀπὸ κακίας, τί δήποτε Παῦλον μὲν τοιοῦ- ’τον εἰργάσατο, τὸν δὲ 1ούδαν οὐκέτι ; ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, μετὰ συνέσεως τῷ λόγῳ κέχρηται, " ἐπιστεύθην,” εἰ- πὼν, " ἐγώ· καὶ πάλιν, " ὅτι πιστόν με ἡγήσατο·” πάντως γὰρ ἐπιστεύθη, ἐπειδὴ ἤμελλεν ἀφ’ ἑαυτοῦ χρησιμεύειν. τί δέ ἐστι
" πιστόν με ἡγήσατο ;" ὅτι οὐδὲν τῶν δεσποτικῶν προεδίδου, πάντα δὲ αὐτοῦ ἔλεγεν εἶναι καὶ τὰ ἴδια· οὐ γὰρ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν.
ἐποίησα ἐν ἀπιστία.
φορτίον ὑπῆλθε μέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. οὐ γὰρ ἦν ἀνθρωπίνης ἰσχύος, τοσούτοις κινδύνοις ἐπιπηδᾷν, ἀλλ’ οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως· χάριν οὖν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γὰρ τοῦ πιστόν με νομίσαι σημεῖον· εἶτα σκόπει πῶς ἐπαί-
ῥεῖ τὸν ἔλεον τοῦ Θεοῦ, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. ὁρᾷς πῶς οὐκέτι φίλαυτος ’, πῶς συνεσταλμένην ἔχει τὴν διάνοιαν ;" ** ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·” πῶς οὖν ἀκρι- βὴς ὣν περὶ τὸν νόμον οὐδὲν ἔγνω, ἀλλ’ οἱ μὲν ἐν λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελωνίῳ, καὶ προσέδραμον καὶ ἐδέξαντο,
σὺ δὲ διώκεις ὁ νομομαθής ; διὰ τοῦτο κατεγίγνωσκεν ἑαυτοῦ λέγων, ** οὔκ εἰμι ἱκανὸς καλεῖσθαι Ἀπόστολος·” διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ· δείκνυσι δὲ ἑαυτὸν καὶ τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται.
καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
πολλὰ καὶ μεγάλα περὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνῄρηται, ἐπήγαγε γοὖν, “ μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ “ Ἰησοῦ.” τοσοῦτον μόνον φησὶν, ἡμεῖς εἰσηνέγκαμεν, ἐπιστεύσαμεν ὅτι δύναται ἡμᾶς σῶσαι· ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ
Χριστοῦ· τί ἐστὶ “ διὰ τοῦ Χριστοῦ ” ὅτι αὐτὸς ἡμῖν πρόξενος τούτου γέγονεν, οὐχ ὁ νόμος. ἰδοὺ πάλιν τὸ “ ἐν διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ κα νῦν εἰσὶν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς, πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τῶν ἀγαπώντων πράσσοντες.
δύναται δεῖξαι τὸ μέγα τῆς κηδεμονίας τοῦ Θεοῦ. καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ “ κατὰ δικαιοσύνην,” φησὶ, “ τὴν ἐν “ νόμῳ γενόμενος ἄμεμπτος,” ἐνταῦθα δὲ ἁμαρτωλὸν, καὶ πρῶτον τῶν ἁμαρτωλῶν; ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο, καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ οἱ ἐν τῷ νόμῳ· “ πάντες
“ γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. οὐ γὰρ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ τὴν ἐν νόμῳ. ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος, καθ’ ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν βασιλικῶν θησαυρῶν σφόδρα πένης, καὶ πρῶτος πόης, οὕτω δὴ καὶ ἐνταῦθα πρὸς τοὺς ἀγγέλους κρινόμενοι ἁμαρτωλοὶ
φαίνονται καὶ οἱ δίκαιοι· πιστὸς οὖν ὁ λόγος· ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος, ἅπαντα τὸν ἔμπροσθεν βίον καταδαπανηθεὶς καὶ ἀναλώσας εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσιν, ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης· τοσοῦτον οὑν, φη- σὶν, οὐ χρὴ ἀπιστεῖν ὅτι ἠλέησεν.
αἰώνιον.
καὶ δῆλον ἐπὶ ὑποδείγματος ἔσται. ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα κακοὺς, τοὺς μὲν πλέον, τοὺς δὲ ἔλαττον· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως ἄξιος καὶ τιμωρίας, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας· κἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ
οὕτω τῷ λόγῳ πιστεύουσιν, ὡς ἐὰν ἴδωσι τὸν πάντων ἁμαρτωλότερον αὐτῶν τούτου τυχόντα, οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. τοῦτο καὶ ὁ Παῦλος φησὶν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο· μηδεὶς τοίνυν ἀμφιβαλέτω, φησὶν, ὁπότε ἐγὼ
ἐσώθην· καὶ ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου· οὐκ εἶπεν ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ “ τὴν πᾶσαν μα- “ κροθυμίαν,” ὡς ἂν εἰ ἔλεγε, μᾶλλον ἐμοῦ ἐπ’ ἄλλῳ οὐκ εἶχεν μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους. “ πρὸς ὑπο-
“ τύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον,” τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπὴν, ἐπειδὴ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, ἵνα μή τις νομίσῃ ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν, ἐπάγων,
σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
καὶ ἥττων ἀφθαρσία ; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστιν ἣ τὸ μὴ διαφθείρεσθαι· δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστίν· ἀφθαρσία δὲ μείζων καὶ ἐλάττων οὐκέτι· ἣ γὰρ φθείρεσθαι τι δεῖ ἢ οὐδόλως. τί οὖν, φησὶν, ἡμεῖς καὶ ὁ Θεὸς ὡσαύτως ; οὐδαμῶς· μὴ γένοιτο· διὰ τί; ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ
ἐπεισάκτως. ἄρ οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ ὄντως; οὐδαμῶς, ἀλλὰ καὶ αὐτὸς φύσει· τίνος οὖν ἕνεκεν ἡ διαφορά; ὅτι αὐτὸς μὲν, φησὶ, παρ’ οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα ὅτι ἐκ Πατρὸς ὁ Υἱὸς ἄφθαρτός ἐστιν.
ἀπὸ τῶν τῷ Θεῷ προσόντων τὰ ἡμῖν περιεσόμενα πη αὐτοῦ πιστευθῆναι.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.