ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ.
ΚΕΦ. Α.
τὴν τιμὴν, ἀλλ’ ὡς ἐγχειρισθέντα καὶ ἀνάγκην ἔχοντα. ὥσπερ γὰρ ὁ ἐπιπηδῶν τῇ μὴ διδομένῃ παρὰ τοῦ Θεοῦ τιμῇ μέμψεως ἄξιος, οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας· τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, ὁ Παῦλός φησι, “ Παῦλος
“ Ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ.” οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ “ κατ’ ἐπιταγὴν Θεοῦ.” ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξίσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν
Ἀποστόλων· “ ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν βαρνάβαν.” πανταχοῦ τοίνυν γράφων προτίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα, μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα. “ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν.” καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ ἰδίᾳ λέγεται,
ἀλλ’ ἅπερ ἃν ὁ Υἱὸς ἐπιτάξῃ, ταῦτα τοῦ Πατρὸς ἐπίταγμα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ. ὅρα δὲ καὶ πῶς κοινὴν αὐτὴν ἐποίησεν· ἐπήγαγε γὰρ, “ καὶ Χριστοῦ Ἰησοῦ “ τῆς ἐλπίδος ἡμῶν·” ὅρα πῶς κυρίως τὰ ἐπώνυμα τέθεικε· καὶ μὴν ὁ ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι λέγων, “ ἡ ἐλπὶς
“ πάντων τῶν περάτων τῆς γῆς·” καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθι φησιν, “ εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, “ ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ.”
ψυχὴν ἀνιστὰς, σωτῆρα ἔχομεν, φησὶ, τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν· πολλὰ πάσχομεν, ἀλλ’ ἔχομεν ἐλπίδας μεγάλας, ἔχομεν τὸν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. ἄλλοθι φησὶν, οὐ τέθεικεν ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τὸ “ κατ’ ἐπιταγήν·” διὰ τί νῦν τέθεικεν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς
κανόνας ἐκτίθεσθαι, προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν Θεοῦ μέλλει λέγειν. “ Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.” ὅρα τὸ ἐγκώμιον ὅσον, εἴγε οὐ μόνον υἱὸν αὐτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον· τὴν ἀκριβῆ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα δεῖξαι βουλόμενος, καὶ ὅτι οὐδὲν ἐνήλλακτο κατὰ τὴν πίστιν, τὸ
ἐμφερὲς ἔχων εἰ δὲ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, καὶ οὐχ ἁπλῶς τέκνον, ἀλλὰ καὶ γνήσιον, θαρρήσει περὶ τῶν μελλόντων· πίστις γὰρ τοῦτό ἐστι, τὸ κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴ καταπίπτειν μηδὲ θορυ- βεῖσθαι.
ἐνταῦθα παραμυθία· εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων φεί- δεται.
ἐνταῦθα, “ ἵνα παραγγείλῃς,” οὐχ ἵνα παρακαλέσῃς.
πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται· ἐποίουν δὲ τοῦτο, οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας καὶ τοῦ θέλειν ἔχειν μαθητάς· καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, τουτέστιν ἡ ἑτεροδιδασκαλία.
τοῖς.
καὶ ἱστορίας πείραν ἔχωσι. τί δέ ἐστι “ἀπεράντοις;” ἤτοι πέρας οὐδὲν ἔχουσι χρήσιμον ἣ δυσκατάληπτον ὑμῖν. οἶμαι δὲ καὶ Ἕλληνας αἰνίττεσθαι αὐτὸν εἰπόντα “ μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς Θέους αὐτῶν καταλεγόντων.
τισὶ μὴ ἑτεροδιδασκαλεῖν κατέλιπεν αὐτὸν ἐν Ἐφέσω, ἀλλὰ καὶ πάσης ἐπιμελεῖσθαι τῆς ἐκκλησιαστικῆς καταστάσεως, περὶ ἧς αὐτῷ καὶ γεγράφηκε. δῆλον δὲ ὅτι τὸ “ ἵνα παραγγείλῃς τισὶ” περὶ τῶν οἰκείων λέγει· οὐ γὰρ δὴ τοῖς ἀλλοτρίοις παραγγέλλειν ἠδύνατο· τοὐναντίον γὰρ καὶ πολλὰ κακὰ ὑπέμενον παρ’ ἐκείνων·
λέγει δὲ περὶ τῶν ἐκ περιτομῆς, οἳ πολὺν ὑπὲρ τοῦ νόμου δῆθεν ποιούμενοι λόγον, τοὺς ἀπὸ ἐθνῶν ἐπεχείρουν διδάσκειν ἐναντία τοῦ Χριστιανικοῦ δόγματος. λέγει τοίνυν, πᾶσι μὲν παράγγελε, προηγουμένως δὲ τοῖς ἀπὸ ἐθνῶν μὴ προσέχειν τοῖς μύθοις τοῖς ὑπ’ ἐκείνων λεγομένοις καὶ ταῖς γενεαλογίαις· πολλὴν γὰρ ἐποιοῦντο τὴν σπουδὴν τοῦ δεικνύναι τὸν Χριστὸν οὐκ ἀκολούθως ταῖς ἐπαγ- γελίαις ἐξ Ἀβραὰμ καὶ Δαυὶδ γεγονότα· καὶ διὰ τοῦτο ἐπεχεί- ρουν καὶ τὰ γένη τὰ παλαιὰ διηγεῖσθαι δῆθεν, ἀφ’ ωτν δὴ πολλοὺς τῶν ἀπὸ ἐθνῶν πεπιστευκότων παρετάραττον, οὐδὲν τῶν
ἀκριβῶς ἐπισταμένων. καλῶς δὲ αὐτὰς καὶ ἀπεράντους ἐκάλεσεν, ὡς τῶν ἐπὶ τὰ τοιαῦτα ἐκφερομένων, δυναμένων τῇδε κἀκεῖσε περιάγεσθαι τῷ λόγῳ, ὅπερ ἐν ταῖς γενεαλογίαις γίνεσθαι ἀνάγκη· νῦν μὲν τούτου λεγόντων τὸ γένος, ατυθις δὲ τὸ ἑτέρου, καὶ πάλιν ἀπὸ τούτου μεθισταμένων εἰς ἕτερον. μύθους δὲ αὐτοὺς ὠνόμασεν
ὡς μὴ ἔχοντας ἀναγκαίαν διήγησιν.
οἰκονομιῶν· διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ· ἡ γὰρ περὶ ταῦτα σχολὴ καὶ ζήτησις οὐκ ἐᾷ γνῶναι τοῦ Θεοῦ τὴν οἰκονομίαν, καθ’ ἣν τὴν ἡμετέραν διὰ Χριστοῦ εἰργάσατο σωτηρίαν, ᾗ μᾶλλον προσέχειν ἔδει μετὰ πίστεως, ἀπὸ τῶν πραγμάτων ἔχοντας τῆς ἀληθείας τὴν ἀπόδειξιν.
Χριστὸς, τὸ συμπλήρωμά φησι, καὶ τοῦτο ἐκείνῳ ἐνέχεται· οὕτω ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. τέλος ἰατρείας ὑγίεια, ὥστε ὑγιείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγαπῆς οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας· τὸ δὲ *’ ἐκ καθαρᾶς καρδίας” ἤτοι περὶ πολιτείας ὀρθῆς φησιν, ἣ περὶ γνησίας ἀγάπης.
ἀλλὰ καὶ τὸ μὴ διακατέχειν τὴν ἀγάπην, ὅτι καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη· ὅταν γὰρ ψυχὴ πράγμασιν ἑαυτὴν δῷ σαρκι- κοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν; οὐκ ἴσασι, φησὶ, “ περὶ τίνων “διαβεβαιοῦνται·” εἰκὸς γὰρ ἦν αὐτοὺς πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων σωματικῶν λέγειν· εἶτα ἀφεὶς διελέγξαι ἐκεῖνα ὡς
οὐδὲν ὄντα ἣ σκιὰς τῶν πνευματικῶν καὶ ὑπογραμμοὺς, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται· ποῖον δὴ τοῦτο ; ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὴν δεκάλογον καλῶν, ἀπὸ γὰρ τούτου κἀκεῖνα ἐξέβαλλεν· εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβαίνοντας καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα.
τοῦτό ἐστιν ἀνόμως χρῆσθαι. χρῆται μὲν γὰρ, ἀλλ’ οὐκ εἰς οἰκείαν ὠφέλειαν. ἔστι δὲ καὶ ἄλλο, ἐὰν νομίμως χρήσῃ, παραπέμπει σε πρὸς τὸν Χριστόν· ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄνθρωπον, μὴ δύνηται δὲ, παραπέμπει πρὸς τὸν δυνάμενον. καὶ νόμῳ δὲ χρῆται πάλιν νομίμως, ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων
ἀνάγκην σωφρονῶν, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετήν. ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν πλείονος ἐπιθυμίας, οὗτος μᾶλλον αὐτὸν κατορθοῖ· οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς καὶ ὁ τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ, οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὣν καὶ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι τοῦτό ἐστι, τὸ νομίμως χρήσασθαι· νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν· ὁ γὰρ νόμος ὡς τὰ πολλὰ κακῶν ἀπαγόρευσίς ἐστι, δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλ’ καὶ ἀγαθῶν
ἐργασία.
ἀπειλῇ· οὐ δεῖ τοίνυν χαλινοῦ τῷ εὐηνίῳ ἵππῳ, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ.
ἐντολαὶ, οὐ νόμοι, ἀλλὰ τῇ προαιρέσει καταλιμπάνουσαι, ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκὼς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα, καὶ ἔτι a τοιοῦτο ἕτερον.
ἀυτῶν ἔγεμον συγγενικῶν;
ὑπὸ τοὺς πόδαςαὐ τοῦ πάντες οἱ ἐχθροὶ αὐτοῦ, ὅταν ἀντικείμενον ᾖ μηδέν.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.