ΚΕΦ. ΙΕ.
πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
ἐμποιοῦν τὸ δόγμα. ὅταν δὲ εἰδῇ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις· κἂν πιστοὶ δὲ ὦσιν οἱ δεσπόται, καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα.
ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως.] ταῦτα δίδασκε καὶ παρακάλει.
ἰατροὶ τοὺς κάμνοντας παρακαλοῦσιν, οὐχ ἴνα αὐτοὶ τῆς ὑγιείας ἐπιτύχωσιν, ἀλλ’ ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας, καὶ κειμένους ἀναστήσουσι, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τούτῳ πρὸς τοὺς διδασκομένους κεχρῆσθαι τῷ ἔθει παρακαλοῦντας.
τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν
ἐπισταμενος.
οἶδεν, “ἀλλὰ νοσῶν,” φησὶ, “περὶ ζητήσεις καὶ λογομαχίας.” ἆρα νοσεῖν ἐστι τὸ ζητεῖν καὶ λογομαχίας ἐγείρειν; εἰκότως· ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ· ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδέν ἐστιν εὑρεῖν.
προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν· οὗτοι καὶ οἱ πονηροὶ ἄνδρες.
ἄγνοιαν, ἀπόνοιαν; τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει· καὶ ἀπὸ τούτου, φησὶν, ἀφίστασο· οὐκ εἶπεν, ὁμόσε χώρει· “αἱρετικὸν,” γάρ φησιν “ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι- “τοῦ,” δείκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας, καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας· δεῖ τοίνυν τοὺς ἀδιορθώτως
ἔχοντας ἐκτρέπεσθαι. ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ’ ὅταν μὴ ἔχῃ· ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν ἡ εὐσέβεια· ἔστι μὲν γὰρ, οὐχ οὕτως δὲ, ἀλλὰ μειζόνως· εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. ποῖον δὲ πειρασμὸν καὶ παγίδα, φησὶν,
ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται.
αὐτῶν εἰς μάχας· καὶ βλασφημίαι δὲ, πολλὰ μὲν καὶ αὐτῶν λεγόντων οἷα μὴ προσῆκε, μάλιστα δὲ τῶν ἐκτὸς βλασφημούντων ἡμᾶς, ὡς περὶ τὸ ζητεῖν τὴν σχολὴν ἔχοντας. ἀνάγκη οὖν καὶ ὑπονοίας πονηρὰς περὶ ἡμῶν ἐγγίνεσθαι τοῖς ἐκτὸς ἀπὸ τούτων, ἄνθρωποι διεφθορότες τὴν διάνοιαν, καὶ οὐδεμίαν τῆς ἀληθείας ἐπιθυμίαν
ἔχοντες, πάντα κέρδους ἕνεκεν ἐπιτηδεύοντες.
καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους.
καλὴν ὁμολογίαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων.
ὀλίγα διὰ ταύτην.
Παραγγέλλω σοι ἐνώπιον Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα.
καὶ τῆς ἀναστάσεως ὑπόμνησις· οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως, πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς· μέλλων οὑν παραγγέλλειν ἐφ’ ᾧτε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει
τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ, ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ “πάντα δι’ αὐτοῦ ἐγένετο·” οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὣν ὁ λόγος.
“τοῦτο γεγέννημαι·” ἴδε, οὗτοι μου ἤκουσαν. οἱ δὲ, φησὶ, “ὅτι “υἱὸν ποιεῖς σεαυτὸν τοῦ Θεοῦ.
οὐκ εἶπεν οὕτως, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ· τι ἐστι “τηρῆσαι “σε τὴν ἐντολὴν ἄσπιλον;” οἷον, μήτε δογμάτων ἕνεκεν, μήτε βίου κηλῖδα τινὰ προστριψάμενον.
κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.
ἀσχάλλειν ὅτι μηδέπω γέγονεν· ὅτι δὲ δείξει μόνος ἐστὶ δυνάστης· οὐκοῦν δείξει. “ὁ μακάριος,” ἡ αὐτομακαριότης, οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές· “ὁ μόνος δυνάστης,” πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον, ὃ καὶ ἡμεῖς λέγομεν πάλιν περὶ ἀνθρώπων· ὁ μόνος ἔχων ἀθανασίαν, φησὶ, τι οὖν, ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία
ἐστίν; “φῶς οἰκῶν ἀπρόσιτον,” φησὶ, “ἄλλο τὸ φῶς, ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθῇ, ἡ γλῶττα πῶς ἐξασθενεῖ;
δὲ ὅτι δὴ τὴν ἀνάστασιν ἐργάσασθαι δυνατὸς, καὶ μὴν καὶ βασιλέα καὶ Κύριον, ἐπὶ ἀποδείξει τοῦ πάντων κρατεῖν καὶ δύνασθαι ὑποτάξαι, καὶ θάνατον ἀφελεῖν· διὰ τοῦτο καὶ μόνον ἔχοντα ἀθανασίαν, ὡς ἃν ἱκανὸν τοῦτο ἡμῖν παρασχεῖν· καὶ τὸ φῶς δὲ οἰκῶν ἀπρόσιτον, σύστασιν ἔχον τοῦ ἐν ἀφάτῳ τινὶ καὶ
ἀπροσίτῳ τυγχάνοντα φωτί· ὄντως δὴ φωτεινὰ καὶ τῶν δικαίων ποιήσειν τὰ σώματα· οὕτω καὶ τὸ “ὃν ἴδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται,” ὥστε δεῖξαι ὅτι οὐδὲν θαυμαστὸν μὴ φαίνεσθαι νυν τὰ τότε πέρι ἧμας ἐσόμενα, ὀποῦ γε καὶ αὐτὸς ο τούτων αἴτιος, ἀόρατος ἡμῖν πάντη τὴν φύσιν ἐστί.
ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι· οὐδὲν γὰρ οὕτως τίκτει τῦφον ὡς χρήματα· εἶτα εὐθέως κατέσπασεν εἰπὼν, “μηδὲ ἠλπικέναι “ἐπὶ πλούτου ἀδηλότητι·” ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια, ὡς ὅγε εἰς Θεὸν ἐλπίζων οὐκ ἐπαίρεται, “ἀλλ’ ἐπὶ τῷ Θεῷ,” φησὶ, “τῷ “ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.”
καλῶς εἶπεν “πάντα πλουσίως,” τὰς ἐτησίους τροφὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὰ ἄλλα πάντα· εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζητεῖ, τὸ ἀπὸ τῶν ἔργων γενόμενον τῶν ἀγαθῶν· ποίων δὴ τούτων;
τῆς ψευδωνύμου γνώσεως.
μὴ δὴ ταύτης ἐχόμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀρραγοῦς· ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ Ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.