ΚΕΦ. ΙΔ.
αἱ ἁμαρτίαι, ὅτι προλαμβάνουσιν· “ὡσαύτως καὶ τὰ καλὰ ἔργα “πρόδηλά εἰσι, καὶ κρυβῆναι οὐ δύνανται·” τι δέ ἐστι “προά- “γουσαι;” οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα.
νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο· οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα, πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσι· λέγει οὖν, δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν, αὔριον ἐλέγχεται· καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν, εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων· πάντες γὰρ ἴσασιν, ὅτι ἁμαρτάνουσι,
καὶ κρίνουσιν αὐτοὺς ἀναξίους· τινὰ δὲ μετὰ ταῦτα φαίνεται, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται· ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, “χεῖρας ταχέως μηδενὶ “ἐπιτίθει,” μήποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων, καὶ ἀναξίως προαχθῇ, καὶ κοινωνήσῃς αὐτῷ τοῦ πράγματος.
φῶς· ὁ δὲ κακοποιῶν κρύπτει, λανθάνειν βουλόμενος.
τῶν εὐσεβούντων, τὰ πολλὰ μὲν πρόδηλα τοῖς ἀνθρώποις ἐστὶν, ὅσα δέ ἐστι λανθάνοντα τοὺς πολλοὺς, ταῦτα γὰρ λέγει τὰ ἄλλως ἔχοντα, οὐχ οἷόν τε πάντα δῆλα εἶναι, ὥστε, φησὶ, μὴ τοῦτο δεδιὼς μὴ οὐ χρηστὴν ἐντεῦθεν παρὰ τοῖς ἀνθρώποις ὑπόληψιν κτήσῃ, τῇ ὑδροποσίᾳ σαυτὸν κατανάλισκε, εἰδὼς ὅτι καὶ ἡ παρὰ τοῖς ἀνθρώποις ὑπόληψις, ἐὰν ἡμεῖς κατὰ τὸ προσῆκον βίωμεν, κάταγε τὸ πλεῖστον καλλίστη γίνεται, οὐδὲν ἀπὸ τούτων παραβλαπτομένη,
βλαπτομένη, κἂν δοκῆ πολλὰ τῶν καθ’ ἡμᾶς τοὺς πολλοὺς λανθάνειν.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.