ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΕ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ.
Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ’ ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. οἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις, καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται, καὶ ἕτερον δέ τι κατασκευάζει, βουλόμενος αὐτοὺς πρὸς τὰ μέλλοντα τῆς Ἐπιστολῆς εὐγνώμονας καταστῆσαι, ἵνα κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι·
διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα κἂν θλίψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος ἀφ’ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων ἐν τοῖς ἐλάττοσι, μὴ ἀπογιγνώσκωσι, ἀλλ’ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν, καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· “ εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν
“ τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλ- “ λαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.’’
Catena In Epistulam II Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.