ΚΕΦ. Α.
Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν.
καὶ ἡμεῖς· ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ θρήνων ἄξια, ἀλλ’ εὐχαριστίας τῆς εἰς τὸν Θεόν.
πάσχωμέν τι δεινόν· μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ ἄνεμοι προσαράσσουσιν, ὅταν ὑετοὶ καταρρήγνυνται, ὅταν αἴρηται πανταχόθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ’ ἢ τοῦ ὑπεραυξηθῆναι καὶ
ὑψηλοτέραν γενέσθαι. συμβάλλεται δὲ πρὸς τὰς θλίψεις καὶ τὸ συμπεφράχθαι, καὶ τὸ ἀλλήλων ἔχεσθαι· διὰ τοῦτό φησὶ, “ καὶ “ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου ὑμῶν εἰς ἀλλήλους,’’ τουτέστν, ὅτι ἰσόρροπός τίς ἐστι καὶ μετὰ δικαιοσύνης ἡ ἀγάπη, τῷ μὴ μόνον ἀγαπᾶν, ἀλλὰ καὶ ἀγαπᾶσθαι.
τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡσανεὶ ἔλεγεν, ἵν ὅταν ὑμᾶς μὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δείκνυται τὸ δίκαιον τοῦ Θεοῦ.
ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῆ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ, μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ.
τοῦ ὅτι σφόδρα δίκαιον· ὡσανεὶ ἔλεγεν, εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, φροντίζει ὁ Θεός· καὶ οὐ τίθησιν ἀπὸ οἰκείας γνώμης ἐπὶ τῶν ὡμολογημένων, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν, ὡς καὶ αὐτῶν ἐκείνων εἰδότων ὅτι δίκαιόν ἐστιν. εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον,
πολλῷ μᾶλλον παρὰ Θεῷ· “ ἀνταποδοῦναι,’’ φησὶ, “ τοῖς θλί- “ βουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν.’’ Τί οὖν; ἴση ἡ ἀνταπόδοσις ; οὐδαμῶς· ἀλλ’ ὅρα διὰ τῶν ἑξῆς, πῶς δείκνυσι σφοδροτέραν οὖσαν καὶ τὴν ἄνεσιν πολλῷ μείζονα.
οὐράνου.
εἰ καὶ μὴ δι’ ὑμᾶς, δι’ ἑαυτὸν γοῦν ἀνάγκη τιμωρήσασθαι αὐτούς. τοῦτο μὲν οὑν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον πάλιν, ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι, ὅτι δι’ ὑμᾶς ταῦτα πάσχουσι. τὸ μὲν γὰρ πιστεῦσαι ὑπὲρ τῆς τιμωρίας αὐτοὺς ποιεῖ· τὸ δὲ ἡσθῆναι ὅτι ὑπὲρ τῶν εἰς
αὐτοὺς γεγενημένων ταύτα πάσχουσι· ταύτα εἴρηται μὲν πρὸς ἐκείνους, ἁρμόζει δὲ καὶ ἡμῖν. ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα, μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ’ ὡς αὐτοὶ τοιαύτης ἀπηλλαγμένοι κολάσεως καὶ τιμωρίας.
τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς πιστεύσασιν.
ὅτι “ δίκην τίσουσιν, ὄλεθρον αἰώνιον·’’ τὸ αἰώνιον τοίνυν πῶς πρόσκαιρον; “ ἀπὸ προσώπου,’’ φησὶ, “ τοῦ Κυρίου·’’ τὸ εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν· ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε, οὐ δεῖ, φησὶ, πολλῆς ἐργωδίας, ἀλλ’ ἀρκεῖ παραγενέσθαι καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται· ἡ παρουσία
οὖν αὐτοῦ τοῖς μὲν φῶς, τοῖς δὲ τιμωρία.
εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἰσχύς· πῶς; “ ὅτι ἐπιστεύθη, φησὶ, τὸ μαρτύριον “ ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἰς ὃ καὶ προσευχόμεθα “ πάντοτε περὶ ὑμῶν·’’ τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ
μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστεύσαντες, δοξάζεται ὁ Θεός. τότε δείκνυται καὶ τούτων ἡ δόξα. διὰ τοῦτό φησι, τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες.
“ σθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν’’ ἀποδ̀οοτέον, ἵνα ᾖ διὰ μέσου κείμενον τὸ “ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς,’’ τελεύταῖον ὂν τῆ τῆς ἐννοίας ἀκολουθίᾳ. βούλεται γὰρ εἰπεῖν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν ἐπίδοξος καὶ θαυμαστὸς ἐν τοῖς πεπιστευκόσι φανήσεται διὰ τῶν περὶ αὐτῶν ἀγαθῶν, ὧν δὴ καὶ ὑμεῖς ἀπελαύσατε,
ἅτε δὴ τὴν διδασκαλίαν ἡμῶν παραδεξάμενοι a.
ἐπήγαγε, “ καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης,’’ τουτέστιν ἀρέσκειαν, πληροφορίαν· ἵνα τὸ πίσμα τοῦ Θεοῦ γένηται, “ καὶ 1 “ ἔργον πίστεως ἐν δυνάμει,’’ τουτέστιν, ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα.
τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. δόξα γὰρ ὄντως ἡ θλίψις ἡ διὰ Χριστὸν, καὶ πανταχοῦ δόξαν τὸ πρᾶγμα καλεῖ· εἶτα πάλιν δεικνὺς, ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, “ κατὰ τὴν χάριν τοῦ Θεοῦ “ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,’’ τουτέστι ταύτην τὴν χάριν αὐτὸς ἡμῖν ἔδωκεν, ἵνα δοξάζηται ἐν ἡμῖν καὶ δοξάζῃ ἡμᾶς ἐν
αὐτῷ. πῶς δοξάζεται ἐν ἡμῖν; ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν. πῶς δοξαζόμεθα ἐν αὐτῷ; ὅτι δύναμιν εἰλήφαμεν παρ’ αὐτοῦ, ὥστε μὴ ἐνδιδόναι τοῖς ἐπαγομένοις δεινοῖς.
Catena In Epistulam II Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.