ΚΕΦ. ς.
καὶ στέφανός μοι, οὕτως στήκετε ἐν Κυρίῳ.
μου· ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
καλεῖ· ᾧτ’ ἴσως εἰώθει παρατίθεσθαι ὡς συνεργῷ καὶ συστρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ λέγων, “ συνίστημι ὑμῖν Φοίβην τὴν ἀδελφὴν ὑμῶν, διάκονον “ οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις·’’ ἣ ἀδελφὸν τινὰ αὐτῶν, ἣ ἄνδρα αὐτῆς· ὡς ἃν εἰ ἔλεγεν, νῦν ἀδελφὸς εἰ γνήσιος.
τινὲς δέ φασιν ὄνομα εἶναι κύριον τὸ Σύζυγε· καὶ εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ· ἀλλ’ ὅτι καὶ αὗται οὐ μικρὸν συνεβάλοντο μέρος ἐν τῷ εὐαγγελίῳ, καίτοι πολλῶν ὄντων τῶν συνεργούντων.
ἐστασιάζον, περὶ πρωτείων ἐρίζουσαι· ἐνάρετοι οὐσαι, καὶ ὡς εἰκὸς εἰς τὴν περὶ τῶν τοιούτων ἔριδα καταπίπτουσαι· δῆλον δὲ ὡς οὐ γυναῖκα ἑαυτοῦ λέγει τὸ “ σύζνγε,’’ ὥς τινες οἴονται, ἐπεὶ περιττὸν ἦν τὸ γνήσιε· ὃ ἀνδρὶ μὲν ἁρμόττει, γυναικὶ δὲ οὐκέτι· δέον αὐτοὺς κἀκεῖνο ἐννοῆσαι, ὅτι σύζυγον ἡ θεία γραφὴ οὐδαμοῦ
τὸν γάμῳ συνημμένον λέγει, ἀλλὰ τὸν ὑπὸ τὴν αὐτὴν πίστιν. τινὲς δὲ Εὐοδίαν φασὶν εἶναι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ ’τον ἄνδρα.
Κύριος· τί οὖν νῦν φησὶν ὁ Παῦλος; τὸν γέλωτα τοῦ τούτου τὸν ἐπὶ τοῖς παροῦσι γινόμενον πράγμασιν, ἐταλάνισεν ὁ Χριστὸς, καὶ τοὺς πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγμένους καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, καὶ τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους,
ἣ καὶ τὰ ἀλλότρια· οὐκ ἔστιν δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ’ ἐκείνου τοῦ πένθους, καὶ αὕτη τίκτεται. ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος χαίρει· ἄλλως τε, ἔνεστι πενθεῖν ὕπερ τῶν ἰδίων ἁμαρτημάτων, χαίρειν δὲ ἐπὶ τῷ Κυρίῳ· καλῶς δὲ ἐδιπλασιάσεν· ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτεν, διὰ τοῦτο διπλασιασμοῦ δείκνυσιν ὅτι πάντως δεῖ χαίρειν.
Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.
εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
εὐγνώμονος, καὶ σφόδρα διακειμένης περὶ τὸν Θεόν· ταύτας ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν.
πρὸς ἡμᾶς· αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ φρουρήσει τὰς καρδίας ὑμῶν· τοῦτο γὰρ διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν· ὥστε μήτε ὑπὸ πειρασμῶν βαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης περιφέρεσθαι. τι ἐστιν ἐν Χριστῷ Ἰησοῦ; ἐν αὐτῷ
φυλάξει ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως. ἣ τοῦτο φησίν· ἤγουν ἡ εἰρήνη ἐκείνη ἣν φησὶν ὁ Χριστὸς “ εἰρήνην “ ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν·’’ αὕτη φρουρήσει ὑμᾶς. ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον.
καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί.
τὸ τὰ ἐπίγεια φρονοῦντας. “ ὅσα ἀγνά;” “ περὶ τὸ ὧν ὁ Θεὸς ἡ κοιλια ὅσα εὔφημα, εἰ τις ἀρέτη καὶ εἰ τις ἔπαινος; ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. ταῦτα λογίζεσθε φησίν· ὁρᾷς ὅτι βούλεται καὶ πᾶσαν ἔννοιαν ἐξορίσαι πονηράν ἀπὸ τῶν ἡμετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πράξεις ἐγένοτο·
“ ἃ καὶ ἐμάθετε καὶ παρελάβετε·” τοῦτο διδασκαλία, ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον· τουτέστιν ἐδιδάχθητε “καί ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί· ἀντὶ του καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἐνήγαγον.
ὑμῶν.
ὅσα σεμνά· τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως· τὸ δὲ ἁγνὸν τῆς ψυχῆς. μὴ δίδοτε, φησὶν πρόσκομμα, μὴ δὲ λαβήν· ἐπειδὴ εἶπεν “ ὅσα εὔφημα,’’ ἵνα μὴ νομίσῃς ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησὶν, ἐπήγαγεν· “ εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος·’’ εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ’ ἡμῶν.
Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε.
τὴν Ἐπιστολὴν αὐτοῖς ἀποκομίζοντα, ὁρ́α πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν, ὅτι οὐ τῆς τῶν λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται· τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὐποιοῦντες· καὶ προθυμότεροι γένωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε αὐτοὺς μᾶλλον ὠφελοῦντες· οἵτε λαμβάνοντες
μὴ ἐπιτρέχωσιν ἀδεῶς τὸ λαμβάνειν, ἵνα μὴ κρίμα ἔχωσι.
συνεσκίασεν· παιδεύων διὰ παντὸς ἐν εὐποία εἶναι· " ὅτι ἤδη “ ποτε,” φησίν· τοῦτο δὲ χρόνον ἐστὶ δηλοῦντος μακρόν· “ ἀνεθά- “ λετε” ὡς ἐπὶ καρπῶν βλαστησάντων, ξηρανθέντων, καὶ ὕστερον βλαστησάντων· τοῦτο δὲ δείκνυσιν ὅτι πρότερον ὄντες ἀνθηροὶ, εἶτα μαρανθέντες, πάλιν ἐβλάστησαν· ὡς καὶ ἐπιτίμησιν εἶναι καὶ
ἔπαινον τὸ “ ἀνεθάλετε·” διὰ τοῦτο ἐπήγαγεν. “ εἰς τὸ ὑπὲρ ἐμοῦ “ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε.” καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς ἄλλοις αὐτοὺς ῥᾳθυμοτέρους γεγενῆσθαι, ἀλλ’ ἐν τούτῳ μόνῳ. ζητήσειε δ’ ἄν τις πῶς λέγων " μακάριόν ἐστιν μᾶλλον διδόναι “ ἢ λαμβάνειν·” καὶ “ ὅτι αἱ χεῖρές μου ὑπηρέτησαν ταῖς
“ χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ·’’ καὶ πάλιν Κορινθίοις γράφων ἔλεγεν· ““καλὸν γάρ μοι ἀποθανεῖν μᾶλλον, ἣ τὸ καύ- “ χημά μου ἵνα τίς κενώσῃ·’’ περιορᾷ νῦν κενούμενον ἑαυτοῦ τὸ καύχημα. λαβὼν ἐκεῖ, εἰκότως οὐκ ἐλάμβανε διὰ τοὺς ψευδαπο- στόλους· ἐλάμβανον μὲν γὰρ ἐκεῖνοι, λανθανόντως δὲ, καὶ ἐκαυ-
χῶντο ὡς μὴ λαμβάνοντες· διὰ τοῦτο ἔλεγεν " ἐν ᾧ καυχῶνται·” διὰ τοῦτο πάλιν αὐτὸς ἔλεγεν, " οὐ φραγήσεται τὸ καύχημά μου·” καὶ οὐχ ἁπλῶς ε-ι’πεν " οὐ φραγήσεται· ἀλλὰ τι ; “ ἐν τοῖς κλί- “ μασι τῆς Ἀχαιΐας·’’ καὶ τὸ " ἄλλας ἐκκλησίας ἐσύλησα λα- “ βὼν ὀψώνιον,” δηλοῦντος ἦν ὅτι ἐλάμβανεν· ἀλλὰ Παῦλος μὲν εἰκότως ἐλάμβανεν, ἔργον ἔχων τηλικοῦτον· εἰ που καὶ ἐλάμβανεν, οἱ δὲ μηδὲν ἐργαζόμενοι πῶς ἃν δύναιντο λαμβάνειν;
ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε. τοῦτο γάρ ἐστιν ἠκαιρεῖσθε, ἀπὸ τῆς κοινῆς αὐτοὺς συνηθείας ἔλαβεν. οὕτω γὰρ οἱ πλείους λέγουσιν. ὅταν αὐτοῖς μὴ μετὰ ἀφθονίας ἐπιρρέῃ τὰ βιωτικὰ, ἀλλ’ ἐν στενοχωρίᾳ εἴη.
καὶ οὐκ εἴχετε τοῦτο ποιῆσαι ὅπερ ἐβούλεσθε· “ οὐχ ὅτι “ καθ’ ὑστέρησιν λέγω εἶπον φησὶν, ἣ δὲ ποτὲ καὶ ἐπετίμησα· οὐ διὰ τοῦτο μεμφόμενος ὡς ἐν ἐνδείᾳ ὣν, οὐδὲ τὸ ἐμαυτοῦ ζητήσας. πόθεν τοῦτο, ὅτι οὐ κομπάζεις ὦ Παῦλε; οὐκ ἃν εἴγε έκόμπαζεν ταῦτα εἶπεν· παρὰ γὰρ εἰδόσιν αὐτὸν ἔλεγεν.
ἐν ἀφθονίᾳ γενόμενοι ῥᾳθυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐπραγίαν. πολλοὶ πολλάκις ἀφορμὴν ἔλαβον τοῦ μὴ ἐργάζεσθαι· ἀλλ’ οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμβάνων, εἰς ἄλλους ἀνήλισκεν· καὶ ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησμονῇ· οὔτε ἐκεῖθεν πιεζόμενος, οὔτε ἐντεῦθεν χαυνούμενος. δείκνυσιν ὅτι
οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο, αὐτοῦ γε ἕνεκεν. “ ἐν “ παντὶ’’ γὰρ, φησὶ, “ καὶ ἐν πᾶσι μεμύημαι’’ τουτέστιν πείραν ἔλαβον ἐν τῶ παντὶ τούτῳ χρόνῳ πάντων· καὶ ταῦτά μοι πάντα κατώρθωται· ἀλλ’ ἐπειδὴ μεγαληγορία τὸ πρᾶγμα ἦν, ὅρα πῶς ἐπιλαμβάνεται ταχέως,
ἐστιν.
αὐτοὶ γὰρ ὡς χαριζόμενοι διέκειντο· ἵνα μὴ τοῦτο γένηται, ὅρα πῶς αὐτὸ ἰάσατο· καὶ διὰ μὲν τῶν ἄνω εἰρημένων, τὰ φρονήματα αὐτῶν κατέσπασεν· διὰ δὲ τούτων τὴν προθυμίαν αὐτῶν ἀναζῆν ποιεῖ λέγων, “ πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ “ θλίψει.’’ δείκνυσι δὲ αὐτοὺς καὶ οὐ δόντας μόνον, ἀλλὰ κερδάναντας,
διὰ τοῦ εἰπεῖν “ συγκοινωνήσαντες·” εἴγε τῶν ἄθλων ἐγένοντο κοινωνοί. καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν. λοιπὸν γὰρ οὐκ ἃν ἔδοξε τὸ αὐτοῦ θεραπεύειν.
ἀκούειν παρ’ αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται· οὗτοι δὲ, οὐδεμιᾶς ἐκκλησίας ἀρξαμένης· καὶ γὰρ “ ἐν ἀρχῇ τοῦ Εὐαγγελίου’’ φησὶ, τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὺς πρώτους τῆς καρποφορίας ἄρχεσθαι ταύτης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραμένοντι, οὐδὲ τῶν πρὸς
αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· “ ὅτε ἐξῆλθον’’ γὰρ φησὶν, “ ἀπὸ “ Μακεδονίας.’’ τι δέ ἐστιν “ ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ “ λήψεως;" κοινωνία τὸ πρᾶγμά ἐστιν· “ εἰ γὰρ ἡμεῖς τὰ πνευ- “ ματικὰ,’’ φησὶν “ ἐσπείραμεν· τί μέγα εἰ ἡμεῖς τὰ σαρκικὰ “ ὑμῶν θερίσομεν;" “ εἰς λόγον δάσεως,” τῶν σαρκικῶν· “λήψεως,” τῶν πνευματικῶν. ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ οἱ ἀγοράζοντες, κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ’ ἀλλήλων ἀντιδιδόντες, τοῦτο γάρ ἐστι
κοινωνία· οὕτω δὴ καὶ ἐνταῦθα· οὐ γάρ ἐστιν οὐκέτι ταύτης τῆς ἀγορασίας καὶ τῆς ἐμπορείας τι κερδαλεώτερον.
παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως. καὶ ὅρα· ἵνα μὴ διὰ παντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήση· διὰ τοσούτων δείξας ὅτι οὐ δεῖται, ἓν τοῦτο μόνον ἐποίησεν, εἰπὼν “ εἰς τὰς χρείας.’’ καὶ οὐκ εἶπεν τὰς ἐμὰς, ἀλλ’ ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελούμενος· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ
τὸ ἑξῆς. ἐπειδὴ γὰρ συνεῖδεν αὐτὸ σφόδρα ταπεινὸν, πάλιν αὐτὸ τῇ ἐπιδιορθώσει ἀσφαλίζεται.
τούτου μεῖζον ἐστίν· ἕτερον γὰρ ὑστεροῦντα μὴ ζητῆσαι καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νομίζειν ὑστερεῖσθαι. ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; δι’ ὑμᾶς ταῦτα λέγω φησὶν, οὐ δι’ ἐμαυτόν. ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων· τῶν διδόντων ἐστὶν ἡ χάρις· τοῖς μὲν γὰρ διδοάσιν ἐκεῖ φυλάττεται ἡ ἀμοιβή· τοῖς
δὲ(??)λαμβάνουσιν ἐνταῦθα
ἐστι τὸ πρᾶγμα, εἶπεν καὶ τὸ “ ἀπέχω.
παραιτήσασθαι εἰπεῖν τὴν θείαν γραφὴν “ ὠσφράνθη ὁ Θεὸς “ ὀσμὴν εὐωδίας·” ὅπερ ἦν εὐφραινομένου. ἴστε γὰρ ἴστε, πῶς διατίθεται ἡμῶν ἡ ψυχὴ ἐπὶ τῆς εὐωδίας, πῶς εὐφραίνεται. οὐ παρῃτήσατο τοίνυν εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὐτῶ ρημα καὶ ταπεινὸν ἡ γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ ὅτι δεκτὰ τὰ παρ’
αὐτῶν δῶρα γέγονεν. οὐ γὰρ ἡ κνίσσα οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ’ ἡ προαίρεσις ἡ προσφέρουσα· ὅτε δὲ λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες ταῖς θυσίαις ἐθάρρουν, ὅρα πῶς διορθοῦται αὐτοὺς πάλιν λέγων, “ μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;” “ οὐχ ὅτι ἐπιζητῶ, φησὶν “τὸ δόμα.”
μηδὲ χαίρωμεν ἡμῶν ἕνεκεν ἀλλὰ τῶν διδόντων αὐτῶν· οὕτως ἡμῖν ἔσται μισθὸς καὶ λαμβάνουσιν, ἃν δι’ ἐκείνους χαίρωμεν. “ ὁ δὲ “ Θεός μου’’ φησὶν “ πληρώσει πᾶσαν χρείαν ὑμῶν·’’ ἣ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν· μᾶλλον δὲ πᾶσαν χρείαν. ἐπειδὴ εἶπεν “ ἠκαιρεῖσθε δέ·’’ ἐπήγαγε τοῦτο ὅπερ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ
λέγων, “ ὁ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶ- “ σιν, χορηγῆσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν·’’ ἐπεύχεται οὖν αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ· καὶ ἐπεύχεται οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν πλοῦτον αὐτοῦ, ὥστε καὶ τοῦτο συμμετρημένως. εἰ μὲν γὰρ κατ’ αὐτὸν ἦσαν καὶ οὕτω φιλόσοφοι καὶ οὕτως ἐσταυρβμένοι,
οὐκ ἂν τοῦτο ἐποίησεν. ἐπειδὴ δὲ ἄνδρες ἦσαν χειροτέχναι, πένητες, γυναῖκας ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες, καί τινα ε7χον ἐπιθυμίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκατα- βατικῶς· τοῖς γὰρ οὕτω κεχρημένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. ὅρα γοῦν τι εἶπεν, οὐκ εἶπεν ὅτι ποιήσει πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ " πληρώσει πᾶσαν “ χρείαν ὑμιιῶν,” ὥστε μὴ ε-ι’ναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς τὴν
χρείαν ἔχον. ἐπεὶ καὶ ὁ Χριστὸς’’ ὅρον ἡμῖν εὐχῆς διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκεν· διδάσκων ἡμᾶς λέγειν, " τὸν ἄρτον ἡμῶν τὸν “ ἐπιούσιον δὸς ἡμῖν σήμερον. " κατὰ τὸν πλοῦτον αὐτοῦ, τουτέστιν κατὰ τὴν δωρεὰν αὐτοῦ. ὅτι εὔκολον αὐτῷ καὶ δυνατόν. καὶ ἐπειδὴ χρείαν ε7πον, μὴ νομίσητε ὅτι στενοχωρήσει ὑμᾶς·
τοῦτο ἐπήγαγεν, " κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν χριστῷ “ Ιησοῦ,” οὕτως περισσεύσαι ὑμῖν ἅπαντα, ὥστε εἰς δόξαν αὐτοῦ ἔχειν. ἢ ὅτι οὐδενὸς ὑστερεῖσθαι· " καὶ χάρις γὰρ μεγάλη’’ φη- σὶν “ ἦν ἐπὶ πάντας αὐτούς. οὐδὲ γὰρ ἐνδεὴς τίς ὑπῆρχεν ἐν “ αὐτοῖς.” ἢ ὥστε εἰς δόξαν αὐτοῦ κεχρῆσθαι τῇ περιουσίᾳ.
τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
ζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
ἐκεῖνοι τὰ τῶν Ἀποστόλων ἀναδέχεσθαι πράγματα; ἢ ὅτι οὐ παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν.
Ἀνέστησεν αὐτοὺς καὶ ἀνέρρωσεν. δεικνὺς ὅτι καὶ τῆς βασιλικῆς οἰκίας τὸ κήρυγμα ἥψατο. εἰ γὰρ οἱ ἐν τοῖς βασιλείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ μᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν· καὶ τοῦτο δὲ τεκμήριον τῆς Παύλου ἀγάπης, καὶ τοῦ πολλὰ περὶ αὐτῶν διηγεῖσθαι καὶ μέγαλα λέγειν· ὥστε καὶ εἰς πόθον αὐτῶν ἤγαγεν τοὺς ἐν τοῖς βασιλείοις·
ὥστε καὶ ἀσπάσασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας . . . . . . . . ·
Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.