ΚΕΦ. Ε.
ὃν ἠλγεῖτε, ἔχετε Τιμόθεον· ἔρχομαι κἀγώ. τὸ Εὐαγγέλιον ἐπιδίδωσι, τί ὑμῖν λείπει ; λοιπὸν χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ· τούτους δὲ ἀδελφούς. ὅταν μὲν γὰρ ἣ διορθοῦσθαί τι βούλεται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. καλῶς δὲ εἶπεν “ ἐν Κυ-
“ ρίῳ,” οὐ κατὰ τὸν κόσμον, οὐκέτι γὰρ χαρῆναι τοῦτο. αἱ θλίψεις αὗται, φησὶν, κατὰ Κύριον ἔχουσι χαράν.
ἀσφαλές. βλέπετε τοὺς κύνας.
τὴν παραίνεσιν· καὶ πάλιν δὲ ἐπαινεῖ. δοκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. τίνας δὲ φησὶν κύνας ἐνταῦθα ; ἦσαν τινὲς Ἰουδαῖοι, οὓς ἐν πάσαις ταῖς Επιστολαῖς αἰνίττεται, μιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν πιστῶν πολλοὺς παρασπᾶσαι, ἐκήρυττον
καὶ τὸν Χριστιανισμὸν καὶ τὸν Ἰουδαϊσμὸν, παραφθείροντες τὸ Εὐαγγέλιον. ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτο φησὶν “ βλέπετε τοὺς κύνας·” οὐκέτι γὰρ τέκνα οἱ Ἰουδαῖοι, ποτὲ ἐθνικοὶ, καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν· οὕτω καὶ οὗτοι γεγόνασι νῦν· καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ ἰταμὸν παρίστησι,
καὶ τὴν πολλὴν πρὸς τὰ τέκνα διάστασιν.
σεμνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτομῆς. ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον τῆς περιτομῆς. ἵνα μὲν γὰρ περιτομὴ γένηται, ἔλυε τὸ σάββατον· ἵνα δὲ τὸ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο περιτομή. καὶ θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· αὕτη τοῦ σαββάτου αἰδεσιμωτέρα εὑρίσκεται ἔν τισι
χρόνοις μὴ παραλειφθεῖσα· ὅταν οὖν αὕτη λύεται, πολλῷ μᾶλλον τὸ σάββατον. διὰ τοῦτο οὐδὲ τοῦ ὀνόματος αὐτῇ μετέδωκεν ὁ Παῦλος· ἀλλὰ τί φησὶν, ἡ περιτομὴ ἐκείνη, νῦν κατατομή ἐστι. διατί ; οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν· ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον· οὐδὲν ἄλλο ἣ σαρκὸς τομή ἐστι καὶ κατατομή.
ἢ διὰ τοῦτο, ἢ ὅτι τὴν ἐκκλησίαν ἐπειρῶντο κατατέμνειν, τοῦτο φησίν· καὶ κατατομὴν δὲ λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι φησὶν, παρ’ ἡμῖν ταύτην ἂν εὑρήσατε οἱ πνεύματι Θεῷ τουτέστιν οἱ πνευματικῶς λατρεύοντες. εἰπὲ γάρ μοι· τι βέλτιον,
ψυχὴ ἢ σῶμα ; οὐκ οὖν καὶ ἡ περιτομὴ ἐκείνη βελτίων· μᾶλλον δὲ οὐκέτι βελτίων, ἀλλ’ αὕτη μόνη ἐστὶ περιτομή. ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προηγεῖτο· “περιτεμνεῖσθε γὰρ,” φησὶ, “ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν· λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ. οὕτως καὶ ἐν τῇ
πρὸς Ῥωμαίους ἀναιρεῖ αὐτὴν λέγων, “ οὐ γὰρ ὁ ἐν τῷ φανερῷ “ Ἰουδαῖος ἐστὶν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ “ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος· καὶ περιτομὴ καρδίας, οὐ “ ἀλλὰ πνεύματι·” καὶ οὐκ εἶπεν, ἐν ἡμῖν γάρ ἐστι ἀλλ’ “ἡμεῖς ἐσμὲν” εἰκότως· τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ
ἡ ἐνάρετος· καὶ οὐκ εἶπεν, ἐν ἐκείνοις γάρ ἐστιν ἡ κατατομὴ, ἀλλ’ αὐτοὶ λοιπὸν εἰσὶν ἐν ἀπωλεία καὶ κακία.
ὄκνος οὐδεὶς, ἐπειδήπερ ἀσφάλειαν ὑμῖν ἡ συνέχεια παρέχει τῶν ῥημάτων. κύνας δὲ αὐτοὺς καλεῖ, ὡς ἀναισχύντους καὶ πολλάκις ἐλεγχθέντας, ἐφ’ οἷς οὐ καλῶς διδάσκουσιν, ἐπιμένοντας δὲ ὅλως. κακοὺς δὲ ἐργάτας, ὡς οὐ τὰ προσήκοντα διδάσκειν ἐσπουδα- κότας.
ὁριζόμενοι.
ἔδοξεν ἂν ὡς ἀπεστερημένος τῆς τοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκ εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορήσει ὡς οὐ μετασχών· οὐ δι’ ἄγνοιαν, ἀλλὰ δι’ ἐπίγνωσιν μάλιστα.
ἐδίδου χώραν ἀναδραμεῖν· “ εἴ τις δοκεῖ πεποιθέναι·” καλῶς εἶπεν “ δοκεῖ·” ἢ ὡς οὐκ ἔχοντα τοσαύτην πεποίθησιν· ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης. πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. τοῦτο οὖν φησίν· εἰ τὸ ἐπὶ τούτοις μέγα φρονεῖν ἦν ἀγαθὸν, οὐδενὸς ἐλαττοῦμαι, κε τὴν ἐν τούτοις πλεονεξίαν. “ περιτομὴ ὀκταήμερος·” οὐχ ὡς ἐπὶ προσηλύτου ὕστερον γενομένη. “ ἐκ γένους Ἰσραὴλ,” οὐδὲ προσηλύτων γονέων. “ φυλῆς Βενιάμιν.” οὐκ ἐκ τῶν δέκα φυλῶν. Ἑβραῖος ἐξ “ Ἑβραίων·” ἄνωθεν τῶν εὐδοκίμων Ἰουδαίων· ἐνῆν μὲν τοῦ Ἰσραῆλ,
ἀλλ’ οὐχ “ Ἑβραῖος ἐξ Ἑβραίων·” πολλοὶ γὰρ καὶ διέφθειρον τὸ πρᾶγμα, καὶ τῆς γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις κυκλούμενοι ἔθνεσιν. ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν.
Κατὰ νόμον Φαρισαῖος.
τὰ προειρημένα ἢν ἀπροαίρετα· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· ἐστὶ γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ μὴ σφόδρα ζηλωτήν· διὰ τοῦτο προστίθησιν,
ποιεῖν, ἀλλ’ οὐ τῷ νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς· ἀλλ’ οὐδὲ τοῦτο φησίν.
ἀλλ’ ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ ; καὶ πολλῷ μείζονα· διὸ ἐπήγαγεν,
ἐστὶ τοῦ Πνεύματος· ἐλπίδας αὐτοῖς ὑποτίθεσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην. εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἃν ἐποίησαν ἐπὶ τῶν ἄλλων, ἐποίησαν καὶ ἐπὶ τούτων. ἐξήλειψαν τὰ γράμματα, παρῃτήσαντο τὴν γραφὴν, οὐ δυνάμενοι ὅλως ταύτην βλάπτειν· ἀλλ’ ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάμενον αὐτοὺς
ἑλεῖν κρύπτεται ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται, οὕτω δὴ καὶ ἐνταῦθα. σκύβαλα εἴρηται ὁ νόμος φησίν· ζημία εἴρηται. λέγει οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ μὴ νόμον ἐζημιώθην· ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν· αὐτὰ γὰρ τὰ εἰρημένα ὑπὲρ τοῦ νόμου ἐστὶ, καὶ πόθεν, ἐκεῖθεν δῆλον.
ὁ νόμος, ἀλλ’ ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν περὶ τοῦ κέρδους ἔλεγεν, οὐκ εἶπεν ἥγημαι· ἀλλ’ ἦν κέρδος· ὅτε δὲ περὶ ζημίας, εἶπεν ἥγημαι· ἐκεῖνο μὲν γὰρ ἦν φύσει, τοῦτο δὲ γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως· κέρδος γὰρ ἦν, ἀλλὰ λοιπὸν ζημίαν αὐτὸν ἡγούμεθα· οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ’ ἐπειδὴ πολλῶ
μείζων ἡ χάρις. ὥσπερ ὁ πένης ἐν λιμῷ ὦν, ἕως μὲν ἃν ἔχῃ ἀργύριον, διαφεύγει τὸν λιμόν· ἐπειδὰν δὲ χρυσίον εὕρῃ, καὶ μὴ ἑξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ ἐκεῖνο κατέχειν· καὶ ἀφεὶς αὐτὸ, λαμβάνει τὸ χρυσίον· οὕτω καὶ ἐνταῦθα, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον, οὐ γάρ ἐστιν· ἀλλ᾿ ἐπειδὴ ἔνι τἀ δύο
ὁμοῦ λαβεῖν, ἀλλὰ ἀνάγκη τὸ ἓν καταλιπεῖν· ζημία οὖν οὐχ ὁ νόμος ἐστίν· ἀλλὰ τὸ τῷ νόμῳ προσκαθήμενον ἀφίστασθαι τοῦ Χριστοῦ. διατὶ δὲ οὐκ ἀφίησι προσελθεῖν τῷ Χριστῷ ὁ νόμος ; καὶ μὴν εἰς τοῦτο ἐδόθη, καὶ πλήρωμα νόμου Χριστός· ἀφίησιν ἐὰν θέλωμεν. τέλος νόμου Χριστός· ὁ τῷ νόμῳ πειθόμενος αὐτὸν
ἀφίησι τὸν νόμον ; ἀφίησιν ἐὰν προσέχωμεν· οὐχ ἀφίησιν, ἐὰν μὴ προσέχωμεν·
τοῦ ὑπερέχοντος. ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται ; διὰ τὸ ὑπερέχον φησιν οὐ διὰ τὸ ἀλλότριον τὸ γὰρ ὑπερέχον τοῦ ὁμογενοῦς ὑπερέχει· ὥστε ἀφ’ ὣν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν, ἀπὸ τούτων δείκνυσιν τὴν οἰκείωσιν τῆς γνώσεως.
τοῦ ποτὲ κέρδους ἔχει τὴν περὶ ταῦτα σπουδήν. Δι’ ὃν τὰ πάντα ἐζημιώθην· καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.
δεικνὺς ὅτι ἡ παράθεσις ἐκείνων ταῦτα τοιαῦτα εἶναι ποιεῖ· καὶ οὔπω μὲν δῆλον εἰ περὶ τοῦ νόμου φησίν· εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων λέγειν· εἰπὼν γὰρ “ ἅτινά μοι ἦν κέρδη, " ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μενοῦνγε ἡγοῦ- “ μαι τὰ πάντα ζημίαν εἶναι.” καίτοι πάντα εἶπεν. εἰ δὲ βούλει
καὶ τὸν νόμον, οὐδὲ οὕτως ὕβρισται· τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου ἐστίν· καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλον ἐστὶν, τὸ ἄχυρον λέγω· ἀλλ’ εἰ μὴ τὸ σκύβαλον ἦν, οὐκ ἃν ὁ νόμος ἐγένετο. οὐχ ὁρᾷς πῶς πανταχοῦ οὐκ αὐτὸ ζημίαν τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν. ὁρᾷς πῶς ἐπιλαμβάνεται τοῦ ἐρείσματος
τοῦ Χριστοῦ πάντοθεν, καὶ οὐκ ἀφίησιν οὐδαμοῦ γυμνωθῆναι τὸν νόμον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰ περιβάλλει πανταχόθεν αὐτόν.
ὥσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, οὕτως ἀπὸ τῆς πίστεως τοῦ Ἀβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ· καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ἤδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων· ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἀλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ Σωτῆρος· “ οὗ τὸ πτύον ἐν τῇ χειρὶ
“ καὶ διακαθαριεῖ τὴν ἅλωνα·” ὅτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ὥσπερ δὲ σκύβαλον ἐχωρίσθη, περιτομὴ, σαββάτων τηρήσις, καὶ τῶν ἄλλων· καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος, ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦ δεσπότου· τοῦτο οὖν τὸ τοῦ σκυβάλου ὄνομα δείκνυσιν οἰκεῖον τὸν νόμον, καὶ ὥσπερ ἄνευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι.
χάριτος σώζεται, πολλῷ μᾶλλον ὑμεῖς· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον τοῦτό ἐστι πρὸς ἐκείνην· ποῖα δὲ ἔστιν αὕτη; ἣ ἀπὸ πίστεως τοῦ Θεοῦ. τουτέστιν καὶ αὕτη παρὰ Θεοῦ δέδοται, Θεοῦ ἔστιν αὕτη ἡ δικαιοσύνη, δῶρον ἐστὶν αὕτη ὁλόκληρον· τὰ
δὲ τοῦ Θεοῦ δῶρα, πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων, τῶν διὰ τὴν ἡμετέραν σπουδὴν γινομένων· ἄρα διὰ πίστεως η γνώσις, καὶ ταύτης ἄνευ γνῶναι αὐτὸν οὐκ ἔνι. πὼς γάρ; δι’ αὑτῆς δεῖ γνῶναι, φησὶν, τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ. “ ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει ;
ἀπὸ τῆς πίστεως καὶ ἡ κοινωνία τῶν παθημάτων εἰ γὰρ μὴ ἐπιστεύομεν ὅτι συνυπομένοντες συμβασιλεύσομεν· οὐδ’ ἃν ἐπάθομεν τὰ παθήματα. διὰ τοῦτο ἔλεγεν καὶ “εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν “ δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ.’’
τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῆ πίστει, τοῦ γνῶναι
αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ
θανάτῳ αὐτοῦ, εἰ πῶς καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρὼν.
νῶ καθάπερ γὰρ ἐκεῖνος ὕπερ τῶν ἀνθρώπων ἔπαθεν, οὕτως κἀγώ· καὶ ἀλλαχοῦ πάλιν, “ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ
“ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.” οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνομεν· οὐ γὰρ σώματι καὶ σαρκὶ ἀπεθάνομεν· ἀλλ’ ἁμαρτίᾳ· ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ’ ἐκεῖνος μὲν ἀπέθανε σώματι, ἡμεῖς δὲ ἁμαρτίᾳ, διὰ τοῦτό φησὶ “ τῷ ὁμοιώματι τοῦ “ θανάτου αὐτοῦ·’’ ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ’ αὐτῷ
τῷ θανάτῳ. Παῦλος γὰρ ἁμαρτίᾳ οὐκέτι ἀπέθανεν ἐν τοῖς διωγμοῖς· ἀλλ’ αὐτῷ τῷ σώματι. ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον· “ εἴ πὼς καταντήσω’’ φησὶν “ εἰς τὴν ἐξανάστασιν τὴν ἐν νε- “ κρῶν.’’ τί λέγεις; καὶ μὴν πάντες αὐτῆς τυγχάνουσι· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ τῆς ἀφθαρσίας· οἱ μὲν εἰς τιμήν·
οἱ δὲ εἰς ἐφόδιον κολάσεως· πῶς οὖν ὁ μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγεν, “ εἰ πὼς καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ “ νεκρῶν;” τί οὖν ἐστι; δοκεῖ μέγα τί ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάρρησεν ἀποφήνασθαι, ἀλλὰ φησίν· εἴπως ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν ἀνάστασιν αὐτοῦ· ἀλλὰ καὶ
πάσχω δι’ αὐτὸν, ἀλλ’ οὔπω δύναμαι θαρρῆσαι περὶ τῆς ἀνανστἀαεως. ποίαν ἀνάστασιν ἐνταῦθα φησίν; τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν· ὅπερ καὶ ἀλλαχοῦ λέγει· “ μήπως ἄλλοις κηρήξας, αὐτὸς ἀδόκιμος γένωμαι. ὐκ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ
καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ.
φησὶν, ἀνάστασιν ἐὰν καταλάβω· τουτέστιν ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν· ἂν δυνηθῶ μιμήσασθαι αὐτόν· οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη· ἐρραπίσθη· ἐμαστίχθη· ὕστερον ἔπαθεν, ἅπερ ἔπαθε· τοῦτο στάδιον ἐστί· διὰ τούτων πάντων δεῖ πρὸς τὴν ἀνάστασιν αὐτοῦ φθάσαι. ἣ τοῦτο φησίν· ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίμου παρρησίαν ἐχούσης εἰς τὴν ἐξανάστασιν τὴν αὐτοῦ· ἃν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀναστᾶσιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. οὐδέπω γὰρ ἄξιος εἰμι φησὶν, ἔτι ἐναγώνιός μοι ὁ βίος· ἔτι τοῦ τέλους εἰμὶ πόρρω· ἔτι τῶν
a βραχέων ἀφέστηκα· ἔτι διώκω. καὶ οὐκ εἶπε τρέχω, ἀλλὰ διώκω. ὁ διώκων, ἴστε μεθ’ ὅσου πόνου διώκει· οὐδὲν ὁρᾷ· πάντας μετὰ πολλῆς τῆς ῥώμης τοὺς διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄμμα, καὶ ἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει· πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ βραβεῖον μόνον. εἶτα δεικνὺς ὅτι ὀφειλὴ
τὸ πρᾶγμα ἐστὶ, φησὶν, “ ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ “ Ἰησοῦ.” τῶν ἀπολλυμένων ἤμην, φησίν· ἐπνιγόμην, ἤμελλον ἀπόλλυσθαι· κατέλαβέ με ὁ Θεός. καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς. ὥστε πάντα παρίστησι. τὸ γὰρ εἰπεῖν ὅτι “ κατελήφθην,” ἔδειξε καὶ τοῦ βουλομένου
καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν πολλὴν καὶ τὴν πλάνην, ὅτι αὐτὸν ἐφεύγομεν· ὥστε πολλῆς ἐσμὲν ὀφειλῆς ὑπεύθυνοι.
τῶν πεπραγμένων ἡμῖν ἀγαθῶν. δύο γὰρ τίκτει· καὶ ῥᾳθυμοτέρους ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει· δι’ ὅπερ ὁ Παῦλος ἐπειδὴ οἶδεν ὀξύρροπον τὴν ἡμετέραν φύσιν πρὸς ῥαθυμίαν, καὶ πολλὰ τοὺς Φιλιππησίους ἐπῄνησεν· ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ
τοῦ παρόντος ῥητοῦ. τι λέγων; “ ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογί- “ ζομαι κατειληφέναι.’’ εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδ’ ἐθάρρει περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων, σχολῇ γ οὖν ἐκεῖνοι οἱ μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες, τοῦτο ἂν ἔπραξαν. τουτέστιν. οὐδέπω κατειληφέναι τὴν ἀρετὴν
πᾶσαν ἡγοῦμαι. εἰ δὲ λέγει ἀλλαχοῦ “ τὸν ἀγῶνα τὸν καλὸν ἠγώ- “ νισμαι·’’ καὶ ἐνταῦθα “ οὐδέπω λογίζομαι κατειληφέναι,” ἀναγνοὺς τίς ἀκριβῶς, εἴσεται τὴν αἰτίαν καλῶς καὶ ἐκείνων τῶν ῥημάτων· 1 οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν καὶ ὅτι πολλῷ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῇ τελευτῇ.
τοῦτο γὰρ αὐτὸν ποιεῖ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, τὸ τῶν ὀπίσω ἐπιλανθάνεσθαι. τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά· εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. καὶ οὐκ εἰπεν ὅτι τὰ ὀπίσω οὐκ ἀναλογίζομαι, ἀλλ’ οὐδὲ μέμνημαι· “ ἐπεκτεινόμενος”
φησὶν, πρὶν ἣ παραγενέσθαι, λαβεῖν σπουδάζω· ἐπικλίνων ἑαυτὸν εἰς τὰ ἔμπροσθεν [ἵνα] καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον ἐργάσηται· οὕτω δεῖ τρέχειν τὸν τρέχοντα μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα· ἄνω κεῖται τὸ βραβεῖον φησιν· ὅρα πόσον διάστημα τοῦτο δεῖ b δραμεῖν· ἅ πόσον τὸ ὕψος·
ἐκεῖ δεῖ σταθῆναι τοῖς τοῦ Πνεύματος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν· μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι ἔξεστι γὰρ ἐν Χριστῷ Ἰησοῦ, φησίν· οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτο διελθεῖν διάστημα· κάτω μέν σε ἀγωνίζεσθαι ἠβουλήθη, ἄνω δὲ στεφανοῖ. οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα
τιμωμένους καὶ τῶν ἀθλητῶν καὶ τῶν ἡνιόχων οὐ στεφανοῦσιν, ἐν τῶ σταδίω κάτω, ἀλλ’ ἄνω καλέσας ὁ βασιλεὺς, οὕτως στεφανοῖ; οὕτως καὶ ἐνταῦθα· εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βρα- βεῖον.
οὐχ ὡς κακὰν ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν. οὐχ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνας μου τοὺς παρελθόντας, ἀλλ’ εἰς τὸ μεριμνᾶν τί κατορθώσω εἰς τὰ ἑξῆς.
δι’ ὅλου περὶ τοῦ μὴ δεῖν πείθεσθαι τοῖς κατὰ νόμον ἡμῖν αὐτοῖς βουλομένοις διαλέγεσθαι· τοῦτο γάρ ἐστιν ὁ φησι γεγοῆσθαι· ἐμαυτὸν ἐν τῇ ἀληθινῇ τελειότητί οὐκ ἀποφαίνομαι· οὐδέπω 2 γὰρ ἐν ἀπολαύσει τῶν προσδοκωμένων κατέστημεν· ἀλλ’ ὅμως εἰδὼς ἐκείνων τὸ μέγεθος, τῶν μὲν παλαιῶν ἁπάντων οὐδένα ποιοῦμαι λόγον· πρὸς δὲ τὰ μέλλοντα ἐμαυτοῦ λογισμὸν ἐκτείνων, ἕνα σκοπὸν ἔχω, πρὸς ὃν ἀφορῶν, ἅπαντα πράττω, ὅπως ἃν τύχοιμι τῶν προκειμένων ἡμῖν ἐπάθλων εἰς τὴν ἄνω κλῆσιν· ἵνα εἴπῃ
τὴν ἐν τοῖς οὐρανοῖς δίαιταν, ἧς ἐπὶ τὸ τυχεῖν κεκλήμεθα πάντες.
Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν.
Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.
οὐχὶ διδάξει· ἐδίδασκεν γὰρ ὁ Παῦλος, ἀλλ’ ἐνάξει ὁ Θεός· ἀλλ’ οὐκ εἶπεν ἐνάξει ἀλλ’ ““’ ἵνα δόξῃ μᾶλλον ἀγνοίας ε-ι’ναι τὸ πρᾶγμα. οὐ περὶ δογμάτων ταῦτα εἴρηται, ἀλλὰ βίου τελειό- τητος, καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι.
ὁποῖα καθέστηκεν, ἀλλ’ ἐπὶ τῶν πραγμάτων αὐτὰ ἡμῖν δείξει ὁ Θεός.
λομεν, σύμφωνον τὴν περὶ αὐτὰ διάθεσιν ἐπιδεικνύμενοι, καὶ μὴ ἐξι- στάμενοι τῆς τῶν μελλόντων προσδοκίας καὶ τοῦ κατ’ ἐκεῖνα τὸν ἑαυτῶν ῥυθμίζειν βίον.
ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατώρθωται. " τῷ αὐτῷ “ στοιχεῖν κανόνι·” τὸ αὐτὸ φρονεῖν· κανόνι βούλεται εἶναι τὰ παραγγέλματα. ὁ κανὼν οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν δέχετᾶι· ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι· τουτέστιν, τῷ αὐτῷ ὅρῳ, τῇ ἀυτὴ πίστει.
βαδίζειν ὁδὸν, ἐκείνους προσέχετε, εἰ καὶ ἐγὼ μὴ πάρειμι· ἀλλ’ ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον· Τουτέστιν τῆς ἀναστροφῆς τοῦ βίου. οὐ γὰρ διὰ ῥημάτων μόνην ἐδίδασκον, ἀλλὰ καὶ διὰ πραγμάτων.
ἀλλ’ ὁμοίως ἐμοί. “ καὶ σκοπεῖτε” φησὶν “ τοὺς οὕτω περιπα- “ τοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς·’’ καὶ καθόλου φησὶν, πρὸς τοὺς οὕτω ζῶντας ἀφορᾶτε, κἀκείνους μιμεῖσθε.
Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροπῦ
ῥοῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια.
ταῦτα στρατιώτου γενναίου; διὰ τοῦτο ὁ Παῦλος φησίν· “ νυνὶ “ δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ.” ἐπειδὴ τινὲς ἦσαν ὑποκρινόμενοι τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ὄντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ, διὰ τοῦτο ἔλεγεν ταῦτα. οἶδεν σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ·
“ ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι·’’ τουτέστιν ἐὰν μή τις ᾖ παρεσκευασμένος πρὸς θάνατον· οὗτοι δὲ φιλόζωοι καὶ φιλοσώματοι ὄντες, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσιν· δακρύων οὖν οἱ τοιοῦτοι ἄξιοι.
ἐναντιουμένων τῷ Χριστῷ καὶ ἐλαττούντων τὰ περὶ αὐτῶν τῇ περὶ τὰ νόμιμα σπουδῇ ;
κα ἐκείνων χείρους ;
ὑπερβολὴ ἀναισθησίας.
ταπεινώσεως.
Χριστοῦ τοσαῦτα ἔπαθεν· τοῦτο γοῦν ἠνίξατο εἰπὼν, “ εἰς τὸ “ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.’’ ἄρα τὸ αὐτὸ μέν ἐστιν· ἐνδύσεται δὲ ἀφθαρσίαν, μετασχηματίσει ἄρα· καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσεν· “ σῶμα δὲ ταπεινώσεως’’ ἡμῶν εἶπεν, ὅτι τεταπείνωται. νῦν τῇ φθορᾷ ἐστὶν ὑπεύθυνον, τῇ ἀλγηδόνι. δοκεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειν πλέον. “ εἰς τὸ γενέσθαι αὐτὸ,” φησὶν, “ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.” βαβαῖ, ἐκείνῳ
τῷ καθημένῳ ἐν δεξίᾳ τοῦ Πατέρος, σύμμορφον τοῦτο τὸ σῶμα γίνεται; ἐκείνῳ τῷ προσκυνουμένῳ· ᾧτ’ παρεστήκασιν καὶ ἀσώματοι δυνάμεις; εἶτα ἵνα μὴ ἀπιστήσῃς, καὶ λογισμὸν ἐπάγαγεν·
αὐτῷ τὰ πάντα.
ἄφθαρτον; πολλῷ δὴ μᾶλλον τοῦτο ἐκείνου. καὶ οἱ ἄλλοι ὁμοίως·
Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.