ΚΕΦ. Θ.
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν
ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας.
ἐκκλησίας· οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς, ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοι γε μὴ οὕτω συναρμοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνὴ, οὐκ ἂν λεχθείη ἐπὶ τούτων, ὅτι ὁ δέ τις κεφαλή ἐστι τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ ἀνὴρ πρὸς τὴν γυναῖκα, ὡς
ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν· καὶ ἑκάστη πρὸς τὸν ἄνδρα, ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνὴρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή.
τῆ συστάσει τοῦ ἐκκλησιαστικοῦ σώματος, ταύτην ἐπέχει τὴν τάξιν ὁ ἀνὴρ τῇ γυναικί· ἅτε δὴ τὸ εἷναί τε καὶ συνεστάναι ἐκεῖθεν λαβούσῃ.
“ δύναται ἀκολουθῆσαί μοι.’’ Εἰ γὰρ ὡς τῷ Κυρίῳ ἀποτάσσεσθαι χρὴ, καὶ διὰ τὸν Κύριον ἀφίστασθαι ἀεὶ καὶ σφόδρα μὲν οὖν χρὴ, ἀλλὰ τὸ ὡς οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. ἢ τοῦτό φησιν, ὡς εἰδυῖαι, ὅτι τῷ Κυρίῳ δουλεύετε, ὅπερ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ τὸν ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον, ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα. εἰ γὰρ ὁ ἀρχαῖς ταύταις ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος τῇ Κυρίου καὶ
θεοῦ διαταγῇ ἀνθείκῃς· πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. οὕτως ἐξ ἀρχῆς ἠθέλησεν ὁ Θεός. πειθώμεθα οὖν τὸν μὲν ἄνδρα κεῖσθαι ἐν τάξει κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώματος. εἰτα καὶ ἀπὸ λογισμῶν “ ὅτι ἀνὴρ κεφαλή ἐστι τῆς γυναι- “ κὸς,’’ φησὶ, “ καθὼς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ αὐτός
“ ἐστι σωτὴρ τοῦ σώματος.’’ καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. ἤδη προκατεβάλετο τῷ ἀνδρὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν· τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.
ἀγάπης. βούλει τὴν γυναῖκα ὑπακούειν ὡς τῷ Χριστῷ τὴν ἐκκλησίαν ; προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς ἐκκλησίας, κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δέῃ· μὴ παραιτήσῃ, κἂν ταῦτα πάθῃς. οὐδὲν οὐδέπω πεποίηκας οἷον ὁ Χριστός. σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς· ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν
καὶ μισούσης, καὶ ὥσπερ οὕτως αὐτῆς διακειμένης, οὐκ ἀπειλαῖς οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ οὐδενὶ τοιούτῳ, ὑφ’ ἑαυτὸν αὐτὴν ἐποιήσατο. οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε. δυνήσῃ γὰρ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς, τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. οὐδὲν γὰρ τούτων τυραννικώτερον τῶν δεσμῶν· καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· καὶ ἑαυτὸν, φησὶν, παρέδωκεν ὑπὲρ αὐτῆς, “ ἴνα αὐτὴν ἁγιάσῃ καθαρί- “ σας.” ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα
εὐτελής. οἵαν ἃν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν ἐκκλησίαν, οὐδὲ τοσοῦτον σοῦ ἀπέχουσαν, ὅσον ἡ ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ’ ὅμως οὐκ ἐβδελύξατο, οὐκ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας, καἰ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει. καὶ οὐδὲ τοῦτο παραιτεῖται.
Ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος
ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον, τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
ποίῳ ; ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος· καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ’ ἔνδοξον ἐποίησε, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. “ οὕτως ὀφείλουσιν οἱ ἄνδρες, φησὶν, “ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. τί δὴ τοῦτό ἐστιν ; ὡς εἰς μείζονα εἰκόνα καὶ σφοδρότερον ἦλθεν
ὑπόδειγμα, ἣ οὐ τοῦτο, ἀλλ’ ὡς ἐγγύτερον καὶ σαφέστερον καὶ δικαίωμα ἕτερον· ἐκεῖνο γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἐκεῖνο Χριστὸς ἦν καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν· ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν λέγων, “ οὕτως ὀφείλουσιν·” οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ’ ὀφειλή· καὶ “ ὡς τὰ ἑαυτῶν σώματα·’’ καὶ διατὶ ;
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ “ καὶ ἔσονται,’’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν·
φησὶ, καὶ ἐνταῦθα· τι ἐστιν “ ἐκ τῆς σαρκὸς αὐτοῦ ;" τουτέστιν, γνησίως ἐξ αὐτοῦ. καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμεν ; ὅτι κατ’ αὐτὸν γεγενήμεθα· καὶ πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ; ἴστε ὅσοι μετέχετε μυστηρίων· “ ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται φησίν· ἐκ τούτου εὐθέως ἀναπλαττόμεθα· καὶ πῶς, πάλιν ἄκουε τοῦ
μακαρίου τούτου λέγοντος, “ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵ- “ μάτος καὶ σαρκὸς, παραπλησίως καὶ αὐτὸς μετέσχεν τῶν αὐτῶν· ἀλλ’ ἐνταῦθα οὗτος ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἔσμεν καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ; τινὲς τὸ αἶμα φασὶ καὶ τὸ ὕδωρ· οὐκ ἔστιν δέ· ἀλλ’ ὥσπερ ἄνευ συνουσίας
ἐκεῖνος γεγένηται ἐκ Πνεύματος Ἁγίου, τοῦτο καὶ ἡμεῖς γινόμεθα ἐν τῷ λουτρῷ.
Χριστὸς, πῶς ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔλαβεν· ἐν τῷ σταυρῷ ἡ ἀναίρεσις ἐγένετο, καὶ ἡμεῖς τῆς αὐτῆς οὐσίας αὐτῷ. Σευηριανόσ δέ φησιν, ἐπειδὴ προσήχθη ἁμνὸς, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, φιλεῖ δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος, δηλονότι πνευματικῶς τὸ σῶμα αὐτοῦ ἐσθιόμενον, ἀναδίδοται
ἡμῶν εἰς τὸ σῶμα· καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκὸς, καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ.
σαρκὸς αὐτοῦ κα ἐκ τῶν ὀστέων αὐτοῦ γεγονοτες.
Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα· σπίλοι δέ εἰσιν, οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων, ὡραιοτέρα γένοιτ’ ἃν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν· ἅτινα οὐδενός ἐστιν ἢ τοῦ λόγου περιελεῖν.
Ἵνα παραστήσῃ ἑαυτῷ τὴν ἰδίαν νύμφην, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
κατὰ τὴν ψυχήν.
διαθήκην γράφοντες· καὶ περὶ μὲν τούτου, ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται· “ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα “ αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν “ γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·’’ ἐνθάδε δὲ, ἀντὶ τοῦ “ ἕνεκεν τούτου,’’ πεποίηκεν ὁ Παῦλος “ ἀντὶ τούτου·’’
παραλέλοιπέν τε τὸ μετὰ “ τὸν πατέρα’’ εἰρημένον, “ αὐτοῦ,’’ καὶ μετὰ τὸ “ τὴν μητέρα’’ δεύτερον εἰρημένον, “ αὐτοῦ·’’ ἀλλὰ καὶ τὸ “ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.’’
ἔφυ, ἐκείνη συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ, ὁ πατὴρ καὶ ὁ παῖς καὶ ἡ μητήρ ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγχυθείσης· καὶ γὰρ μιγέντων τῶν σπερμάτων, πάλιν τίκτεται ὁ παῖς· ὡστε τοὺς τρεῖς εἶναι μίαν σάρκα· ἀλλὰ πάλιν γίνεται μία σὰρξ διὰ τῆς συνουσίας, ἀναδιδομένη πάλιν· καὶ πολλῷ μᾶλλον αὐτὴ ἣ τὸ
παιδίον· τί δήποτε ; ὅτι ἐξ ἀρχῆς οὕτω γέγονεν· μή μοι λέγε τάδε ἐστὶν καὶ τάδε ἐστίν. οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα ; ὁ μέν ἐστι χωλός· ὁ δὲ, διεστραμμένους ἔχει τοὺς πόδας· ἕτερος χεῖρας ἔχει ξηράς· ἄλλος ἄλλο τι μέλος ἀσθενὲς, καὶ οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. ὅσην γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· φύσεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα, ἐπειδὴ δύο σώματα· ἀλλ’ ὁ μὲν
κεφαλὴ, ὁ δὲ σῶμα· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός· οὕτω καὶ ἐγὼ φημι, ὅτι ὥσπερ ἓν σῶμα, οὕτω Χριστὸς καὶ Πατὴρ εὑρίσκεται ἅρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὣν, δύο τίθησιν ὑποδείγματα, τὸ τοῦ σώματος, τὸ τοῦ Χριστοῦ.
Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
ἐστι· καὶ καλῶς εἰπε μέγα μυστήριον· ὡσανεὶ ἔλεγε· πλὴν οὐχ ἡ προσηγορία ἀνατρέπει τὴν ἀγάπην· “ ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν “ ἄνδρα·” ἀρχὴ δευτέρα ἐστὶν, ἡ γυνή· μήτε αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω, ὑπὸ γὰρ τὴν κεφαλήν ἐστιν· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι· κἂν καταφρονῇ τοῦ σώ.
ἐστιν ὃ λέγει ; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ, καὶ ἡ συνάφεια, τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· δι’ ὅπερ φησὶν, “ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμὲν, “ καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ” εἰ ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα· τὸ οὑν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν, τὸ τοῦ
γάμου μυστήριον λέγει· ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· διὰ τοῦτο ἐπήγαγεν,
Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ·
τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν
μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ἵνα εὖ σοι γένηται καὶ ἔση μακροχρόνιος ἐπὶ τῆς γῆς.
ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἣ ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν· καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον· ἀλλ’ ἐν Κυρίῳ προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι· δίκαιον δὲ τὸ ὑπακούειν καθ’
ἕτερον· ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὡς φασὶν ἀγαθοῦ προστάσσει τὸ ὡς ἂν ἐκεῖνοι λέγοιεν πρόσταγμα τοῦ ἑτέρου Θεοῦ, εἴγε ὁ ἕτερος δίκαιος ἐστιν· καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κηίῳ· ἣ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν.
“ δίδωσί σοι·’’ καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ Ἀπόστολος τὴν λέξιν, παραλέλοιπεν τὰ μετὰ “ τὴν μητέρα σου’’ καὶ πεποίηκεν, ἀντὶ τοῦ “ καὶ ἵνα μακροχρόνιος γένῃ,’’ “ καὶ ἔσῃ μακροχρόνιος· παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς, τὸ ἧς Κύριος ὁ Θεός σου “ δίδωσι σοι.’’ ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς Δεκαλόγου· διὸ
ζητητέον, πῶς δεῖ ἐκλαβεῖν τὸ “ ἥτις ἐστὶν ἐντολὴ πρώτη·’’ πρώτῆς εἰρημένης ἐντολῆς, τὸ “ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν “ έμοῦ·” τινὲς μὲν οὑν οὕτως ἀνέγνωσαν· ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν ἐπαγγελίαν. ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι,
τὴν ἴνα εὑ σοι γένηται, καὶ ἴνα μακροχρόνιος γένῃ ἔπι τῆς γῆς “ ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.’’
“ τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσ- “ κυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσῃς αὐτοῖς. ἐγὼ γάρ εἰμι “ Κύριος ὁ Θεός σου· Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων “ ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσι με· καὶ “ ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἀγαπῶσι με, καὶ τοῖς φυλάσ-
“ σουσι τὰ προστάγματά μου.’’ παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ “ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς “ φυλάσσουσι τὰ προστάγματά μου.’’ μήποτ’ οὖν ἐπεὶ ἡ Δεκάλογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον, εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν
ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ “ ἥτις “ ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,’’ ἐρεῖ, ὅτι ἰδία μέν ἐστι τῆς “ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολῆς ἡ ἐπαγγελία, ἡ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός “ σου δίδωσί σοι·’’ οὐκ ἰδία δὲ τῆς “ οὐ ποιήσεις σεαυτῷ εἴδωλον
“ οὐδὲ παντὸς ὁμοίωμα, ” ἣ “ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσι “ με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου·’ πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται, ὁ τὴν δεκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις, οὐ διὰ μόνην δίδοσθαι
τὴν “ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολὴν, ἀλλὰ καὶ δι’ ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον συναγαγεῖν ἐντολὰς, αἷς ἐπιφέρεται τὸ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ “ Θεός σου δίδωσι σοι.
μακροχρόνιον ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις· καὶ οὐκ ἀγνοητέον γε, ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ’ ὁρῶμεν οὐ πάντως τοῦτο ἀληθές· φησὶ δὲ καὶ ὁ προφήτης· “ οἴ μοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.’’ ζητητέον οὖν τὴν ἀγαθὴν γῆν ἣν Κύριος ὁ Θεὸς ἐν ἐπαγγελίᾳ δι’ δῶσι τῷ καταλιπόντι
τὴν πνευματικὴν Αἴγυπτον, καὶ μετὰ πάσης μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον, τὴν πολλὴν καὶ φοβερὰν, καὶ νικήσαντι οὓς πατάσσει Κύριος βασιλεῖς μεγάλους, καὶ οὓς ἀνεῖλεν Κύριος βασιλεῖς κραταιούς.
ὁ ἀνὴρ καὶ ἡ γυνή· ὅρα οὖν τί φησι· “ τὰ τέκνα ὑπακούετε τοῖς “ γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν “ ἐπαγγελίαις·’’ οὐδὲν ἐνταῦθα περὶ Χριστοῦ διαλέγεται· οὐδὲν περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν
παίδων μακρῷ παρακολουθῆσαι λόγῳ· ἀλλ’ ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτα φησίν· ὅτι μακροχρόνιος ἔσται. εἰ γάρ τις ἐξετάζοι, διατί μὴ περὶ βασιλείας δίε λέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ὡς ἅτε νηπιωδεστέροις οὖσιν· καὶ εἰδὼς ὅτι τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων
κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι· ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπόν q.
κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν ταύταις δὲ, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται· καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα τέθεικε τῇ τῆς ἀρετῆς ὁδῷ, τὴν εἰς γονέας τιμὴν καὶ αἰδῶ· ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέμετὰ
τὴν εἰς τοὺς γονέας τιμήν· ἐπειδὴ καὶ πρὸ πάντων, τοῦ ζῆν μετὰ τὸν Θεὸν οὗτοι γεγόνασιν αἴτιοι· παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας καὶ φησὶ,
ἀνδραπόδοις· “ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ “Κυρίου·” ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται. βούλει εἶναι τὸν υἱὸν πειθήνιον, ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ
οὐκ ἀνθρώποις· εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαἐγὼ 1 θὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου· εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
εἶπεν, “ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα,” ἐνταῦθα δὲ, μετ’ ἐπιτάσεως, ἐν ἁπλότητι” φησὶ “καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·” συνεχῶς τοῦτο λέγει· εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, ’ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·” εἰ γὰρ τὴν γυναῖκα
προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, πολλῷ μᾶλλον τὸν οἰκέτην. οὐ γὰρ δυσγένεια τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ ἡ πρώτη εὐγένεια τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν καὶ εἴκειν τῷ πλησίον· “ἐν ἁπλό- “τητη,” φησὶ, “καρδίας·” ἐπειδὴ ἔνι καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλὰ κακουργοῦντας τοὺς αὐτῶν δεσπότας·
καὶ ταύτην ἀναιρεῖ τὴν κακουργίαν, λέγων· “ἐν ἁπλότητι “δίας ὑμῶν ὡς τῷ Χριστῷ· μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπω- πάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ “Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ “ἀνθρώποις·” ὁρᾷς πόσον ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ
καλὸν τὸ μετ’ εὐνοίας λέγω; ὁρῶμεν γὰρ πολλοὺς, φόβῳ καὶ ἀπειλῇ πολλὰ ποιοῦντας· αὐτὸς δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις· ποίησον εἶναι σὸν τὸ κατόρθωμα, μὴ τῆς ἀνάγκης, ὡς Θεῷ δουλεύων καὶ οὐκ ὡς ἀνθρώποις ἀρέσκων· εἰ γὰρ ἀνθρώποις ἀρέσαι βούλει, Χριστοῦ δοῦλος οὐκ εἶ· ἀπὸ προαιρέσεως,
μὴ ἐξ ἀνάγκης.
ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ’ ἀυτῶ.
τρόμου τοῦ πρὸς Θεόν· δεδοικότες, μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας· “ ἀνιέντες” φησὶ, “ τὴν ἀπει- “ λήν·” ἀντὶ τοῦ μὴ φορτικοὶ, μηδὲ ἐπαχθεῖς· “ εἰδότες ὅτι καὶ “ αὐτῶν ὑμῶν Κύριός ἐστιν ἐν οὐρανοῖς·” τουτέστιν “ τᾧ μέτρῳ “ μετρεῖς, ἀντιμετρηθήσεταί σοι·” “ καὶ προσωποληψία φησὶν,
“ οὐκ ἔστι παρ’ αὐτῷ·” μὴ νομίσῃς ὅτι τὰ εἰς δοῦλον γινόμενα ὡς εἰς δοῦλον οὕτως ἀφήσει· οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ δεσπότου, οὐδεμίαν οἶδεν διαφοράν· ἅτε κοινὴ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς.
Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.