ΚΕΦ. Ι.
Τὸ λοιπὸν, ἀδελφοί μου ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος, καὶ κραταιόἐπινοἰακς· τερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς· ἅτινα πάντα εἰσὶ δυνάμεις, ὥσπερ αἱ κακίαι ἀδυναμία· ἔστι δέ τις τῶν ἀρετῶν, ὡς φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ἀθεώρητος, ἡ καλουμένη ἰσχύς· ὠνομασμένη οὕτως, τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν· καὶ ἄλλη θεωρητὸς, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ’ ὃ κάλλος λέγεται, “ περιζῶσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν
“ σου δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην, “ ὅλη καλὴ εἰ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·” καὶ πάλιν ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ “ καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.”
“ ἐν Κυρίῳ·” τί ἐστιν ἐν Κυρίῳ ; ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν, διὰ τῆς αὐτοῦ βοηθείας· ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν, ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησίν· ἐπιρρίψατε, φησὶν, τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν, καὶ πάντα ἐξευμαρίσει.
πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.
τι λέγω· “ οὐδέποτε φανερὰ προτίθησιν τὰ ἁμαρτήματα, ἀλλ’ “ ἑτέρως αὐτὰ κατασκευάζει ὁ ἐχθρὸς μεθοδεύων·” τουτέστιν, πιθανὰ κατασκευάζων, ἐπικαλύμμασι κεχρημένος.
Χριστόν· ὥστε ταὐτὸν εἶναι τὸ “ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ “ Θεοῦ,” τῷ “ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν·” ἡ γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια· θώραξ δὲ ἡ δικαιοσύνη· ὁ Σωτῆρ’ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη· δηλονότι ὁ Σωτῆρ’ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ.
ἐνεργουμένας ὑπὸ τοῦ πατρὸς αὐτῆς διαβόλου.
καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιοσύνην· καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάσας εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονὼς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται, οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται·
χώραν τὲ οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος· ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης, πάντα τὰ πολέμια τῇ
ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ Πνεύματος, ὁ ἐστιν ῥῆμα Κυρίου, κρατῶν.
πονηρίας ἐν τοῖς ἐπουρανίοις.
ἡ πάλη, ὅτι ἤτοι ὁ Σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς, ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτὸς, ἣ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, καὶ ἐν πάση ἀπάτῃ ἀδικίας· καὶ εἰ πεῖσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον, ἐροῦντα ἐν αὐτῷ, τάδε λέγει Κύριος· ὥστε καὶ ὑπολαβεῖν τινὰ ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ’ ἃν ποιῆσαι, οὐχ ὡς αἷμα καὶ σὰρξ ἣ ἀνθρώπινος πειρασμὸς παλαίσας τῷ
μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· δι’ ὅπερ, οὐδαμῶς δοτέον τῷ διαβόλω.
ἔρχεσθαι τῆς σαρκὸς ἡμῖν ἁμαρτήματα, πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ’ ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρωτὰς καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων· “ πνεύμαται “ πορνείας ἐπλανήθησαν·” τόδ’ ὅμοιον εἰπεῖν, καὶ περὶ ἄλλων
δαιμόνων, θυμὸν καὶ ὀργὴν ἐμποιούντων· οὓς ἀνακόπτοντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχά τινα ποιεῖν· τὸ μισεῖν δὲ, οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν, ὅτε μισοῦμεν, δαιμόνων—καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκεύασει. ἐπεὶ οὖν βούλεται φησὶν, ἡμᾶς ὁ Ἀπόστολος διδάξαι, οὐκ
ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει, “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, “ άλλὰ πρὸς τὰς άρχὰς πρὸς τὰς ἐξουσίας” καὶ τὰ ἐξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαίων ὠφελημένος γράφων ὁ Παῦλος ταῦτα φησὶν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα
ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν· οἷον τοῦ Δαβὶδ πρὸς τὸν Γολίαθ, καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους, ἣ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων, σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένῶν η περιγινομενων.
“ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας ‘ τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονη- “ ρίας ἐν τοῖς ἐπουρανίοις.”
ἐπουρανίοις, ἀντὶ του ὕπερ τῶν ἐπουρανίων οὐχ ἴνα αὐτοὶ τινος τύχωσι νικήσαντες, ἀλλ’ ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡσανεὶ ἔλεγεν· ἡ συνθήκη, ἐν τίνι κεῖται ; ἐν χρυσῷ ; τὸ “ ἐν” ὑπέρ ἐστιν· τὸ “ ἐν” διά ἐστιν· διεγείρει οὖν ἡμᾶς ἡ δύναμις τοῦ ἐχθροῦ, τὸ εἰδέναι περὶ μεγάλων ὄντα τὸν κίνδυνον καὶ ὑπὲρ μεγάλων τὴν
νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει· ἀρχάς τινάς φησι καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· ποίου σκότους ; ἄρα τῆς νυκτός ; οὐδαμῶς· ἀλλὰ τῆς πονηρίας· ἦμεν γάρ ποτε σκότος φησι. τὴν πονηρίαν λέγω τὴν ἐν τῷ παρόντι βίῳ· οὐ γὰρ ἕξει περαιτέρω χώραν· οὐκ ἐν οὐρανῷ·
οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι· κοσμοκράτορας δὲ αὐτοὺς φησίν· οὐχ ὡς τοῦ κόσμου κρατοῦντας· ἀλλ’ οἶδε τὸν κόσμον τοῦτον καλεῖν ἡ γραφὴ, τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· “ ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου·” καὶ πάλιν, “ ὁ κόσμος “ ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται μισεῖν·” πάλιν τὰς πονηρὰς
πράξεις λέγων· οὕτω κόσμον ἐνταῦθα, τοὺς πονηροὺς ἀνθρώπους φησίν· οἱ δὲ δαίμονες μάλιστα τούτων κρατοῦσι· “ πρὸς τὰ “ πνευματικά” φησι “ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.
“ τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ “ τῇ πονηρᾷ· καὶ ἅπαντα κατεργασάμενοι, στῆναι· ἡμέραν πάλιν πονηρὰν, τὸν παρόντα βίον φησί· καὶ αἰῶνα πονηρὸν τοῦτον φησὶν, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν· τουτέστιν, ἀεὶ ὁπλίζεσθε· “ καὶ “ ἅπαντα,” φησὶ, “ κατεργασάμενοι· τουτέστιν καὶ πάθη καὶ ἐπιθυμίας
ἀτόπους, καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα· οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλ’ ὥστε κατεργάσασθαι, ὥστε ἀνελεῖν· οὐ δεῖ δὲ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν· πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον.
ἄλλος δέ τις ἐρεῖ, τὸν ἐνεστῶτα αἰῶνα εἰναι πονηρὰν ἡμέραν· τρίτος δὲ, παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τίς λόγος λέγων, μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα, καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι, πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας.
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθεία.
σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφῦν ζώννυται.
οὔτε ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἦπαρ· οὔτε γὰρ εἰς θυμὸν, οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸς τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα, κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ· ὅστις ἑκάστῳ τῶν ἀξίων κατασκευάσαι δίδωσι τὴν πανοπλίαν.
φησι, “ φάγεσθε αὐτὸ, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ “ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν “ ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ “ Κυρίου.” ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ σπουδῆς, καὶ τὸ ὑποδεδεμένον ἐσθίειν· ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν, ὁδεῦσαι
δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων, ὑποδεδέσθω· ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν, ὑπολυέσθω· “ λῦσαι,” γάρ φησι, “ τὸ ὑπόδημα ἐκ τῶν “ ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστί.” διὰ τοῦτο ὁ μὲν μὴ Ἀπόστολος, ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ Ἀπόστολος, μηκέτι ὑποδήματα
αἰρέτω εἰς ὁδόν· ἤδη τελειωθεὶς καὶ ὣν ἐν τῷ τόπῳ, ὅπου καὶ ἑστηκὼς καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστὶ, ζῶν ἐν Χριστῷ.
εἶδος· τὸ εἰδέναι ἑστάναι καλῶς. διὰ τοῦτο πολλὰ περὶ τοῦ διαλέγεται, καὶ ἑτέρωθι λέγων· “ στήκετε· γρηγορεῖτε·” πάλιν οὕτως· “ στήκετε ἐν Κυρίῳ·” ὁ ἑστὼς, ὀρθὸς ἕστηκεν· ὁ διακεχυμένος, οὐκ ἔτι, κλινόμενος τινί. ὁ τρυφῶν, οὐχ ἕστηκεν ὀρθός· ὁ λάγνος, ὁ φιλοχρήματος, ἀλλὰ κέκλιται. “ στῆτε οὖν”
φησι “ περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ·” τί δὲ τὸ ζώννυσθαι; ; τὸν στρατιώτην διαρρέοντα καὶ διακεχαλασμένον ταῖς ἐπιθυμίαις καὶ χαμαιπετεῖς λογισμοὺς ἔχοντα συρομένους, ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων· συμπλεκόμενον ταῖς κνημῖσιν, ἀλλ’ εὐλύτοις τοῖς ποσὶν
ἀφεὶς τρέχειν. ὀσφῦν δὲ ἐνταῦθα φησὶν, καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτως καὶ ἐφ’ ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφὺς ὥσπερ θεμέλιός ἐστι· καὶ ἐπ’ αὐτῷ τὸ πᾶν οἰκοδομεῖται. καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν· διὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα· ζώννυται δὲ ἡ ψυχὴ, τῷ κεφαλαίῳ τῶν λογισμῶν. τί ἐστιν “ ἐν ἀλη- “ θείᾳ·” μηδὲν ψεῦδος ἀγαπῶμεν· πάντα τὰ πράγματα μετέωμεν
ἐν ἀληθείᾳ, δόγματά τε καὶ βίον· τὰ γὰρ μὴ ἀληθῆ, ἀπὸ τῆς γῆς ἐστιν.
τοιοῦτον, οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν· ἀλλὰ τιτρώσκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδείς. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.
μάχην, πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον εἰρήνης ἐστίν· ἐκεῖνος ὁ πόλεμος, ἕτερον καταλύει πόλεμον τὸν πρὸς Θεόν· ἃν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνευόμεν τῷ Θεῷ· μὴ δείσῃς τοίνυν ἀγαπητὲ, εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται.
πεπυρωμένα σβέσαι.
βέλη δὲ αὐτοῦ, καὶ τοὺς πείρας φησὶ, φησὶ, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους· εἰ γὰρ δαίμοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ μᾶλλον τοῖς πάθεσι τῆς ψυχῆς.
διατέμνομεν διὰ ταύτης.
ταῦτα συνέστη οὕτως καὶ παρὰ τοῖς προφήταις κεῖται συνεχῶς, τὸ ῥῆμα του Θεοῦ ὃ ἐγένετο καὶ λόγος Κυρίου ὃς ἐγένετο ἀντὶ τοῦ ἡ ἀποκάλυψις ἡ κατ’ ἐνήργειαν τοῦ Θεοῦ εὐαποτεθεῖσα· κἀνταῦθα τοίνυν Θεοῦ ῥῆμα, τὴν τοῦ Πνεύματος ἐκάλεσεν ἐνέργειαν.
“ τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον ; ὅτι ἰδοὺ “ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· ἡτοίμασαν βέλη εἰς φαρέτραν, “ τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.” πεποιθότος γάρ μου, φησὶν, ἐπὶ τῷ Κυρίῳ, πῶς μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὕπο τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ’ ἐμοῦ
τόξα καὶ ἑτοιμαζόμενα ὑπ’ αὐτῶν βέλη ἐν φαρέτραις, θελόντων τρῶσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ ; ἰδοὺ γὰρ καὶ ἕστηκα, καὶ οὐ μεταναστεύω· καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται.
ἁγίων καὶ ὑπὲρ ἐμοῦ.
τῆς γῆς λαλεῖ· “ ὁ γὰρ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς “ γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· καὶ “ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· ὁ δὲ ἐκ τοῦ Πνεύματος λόγος μάχαιρά ἐστιν. δι’ ὅπερ ἐνταῦθα, φησὶν ὁ Παῦλος τὴν μάχαιραν τοῦ Πνεύματος εἶναι ῥῆμα Θεοῦ. “ ζῶν γὰρ ὁ λόγος
“ τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “ δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ Πνεύμα- “ τος.” τέμνει τε καὶ διαιρεῖ ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεήσεως ἐν τοῖς παντὶ καιρῷ προσευχομένοις, καὶ προσευχομένοις πνεύματι κατὰ τὸ “ προσεύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ
τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ· ἀγρυπνοῦσι καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι, καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι· παρατήρει δὲ καὶ τὸ τοῦ Ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γενέσθαι ὕπερ αὐτοῦ·
“ καὶ εἰς αὐτὸ” φησὶ “ ἀγρυπνοῦντες·” τουτέστιν, νηφόντες· τοιοῦτον εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν βασιλέα ἑστῶτα ἄγρυπνον, νηφάλιον.
πίστει ἔπραττε, πάντα χάριτι. “ ἐν παρρησίᾳ” φησὶν “ γνωρίσαι “ τὸ μυστήριον τοῦ Εὐαγγελίου· τουτέστιν ἵνα ἀπολογήσωμαι ὡς χρὴ, μετὰ παρρησίας, μετὰ συνέσεως, μετὰ ἀνδρείας.
ἐν παροιμίαις καὶ παραβολαῖς· ὡς καὶ ὁ Σωτῆρ’ φησὶν, “ ἔρχεται “ ὥρα, ὅτε οὐκ ἔτι ὑμῖν ἐν παροιμίαις λαλήσω, ἀλλὰ παρρησίᾳ “ περὶ τοῦ Πατέρος ἀπαγγελῶ ὑμῖν· τὸν δὲ ἐν παρρησίᾳ λόγον, μόνος καὶ πᾶς χωρῆσαι δύναται, ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, “ ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἔχο-
“ μὲν πρὸς τὸν Θεόν· καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν πη αὐτοῦ· ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον, τῷ σπάνιον εἶναι τὸν παρρησίαν ἔχοντα πρὸς Θεόν· τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ; ἣ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίων ;
πιστὸς διάκονος ἐν Κυριῷ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
Ἐφεσίους, πέμψαι δι’ αὐτὸ τοῦτο τὸν τυχικόν· ἔμελλον δὲ καὶ παρακαλεῖσθαι τὰ ἀρίστα καὶ τὰ Ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντε στῷ Παύλῳ.
ἐδήλου τὴν πρὸς αὐτοὺς καὶ τὴν ἐκείνων.
ἑαυτοὺς ἀναμιγνύναι· ἣ τοῦτο, ἣ ἐκεῖνο φησίν· ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν καὶ θαρρεῖν περὶ τῶν μελλόντων. ἡ εἰρήνη πρὸς τὸν Θεὸν καὶ ἡ ἀγάπη· ἐὰν γὰρ εἰρήνη, καὶ ἀγάπη ἔσται· καὶ ἐὰν ἀγάπη, καὶ εἰρήνη ἔσται· “ μετὰ πίστεως·” οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς. μᾶλλον δὲ οὐδ᾿ ἃν γένοιτο ἀγάπη
ἑτέρως.
τις καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία· ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρον ἐστὶ διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ιησοῦ Χριστοῦ· ἀγάπη δὲ πρὸς Θεὸν μὲν, ὡς γέγραπται “ ἐξ ὅλης “ καρδίας,” καὶ τῶν ἑξπης· πρὸς τὸν πλησίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ
πρὸς τοὺς ἐχθροὺς ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτὴν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. “ ἡ χάρις “ μετὰ πάντων ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς
ἔστι τὰ κατὰ τὴν συνουσίαν· ὅθεν καὶ ἡ συνήθεια ἀφθόρους ὀνόμάζε τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ ἐφθαρμένους, τοὺς μίξεως γευσαμένους· ὑπερτείνοντες δέ τινες τὸ “ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ “ φθείρει, φθερεῖ αὐτὸν ὁ Θεός.”
ἁμαρτίας ἀπεχομένους· μεθ’ ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοι γέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτὸν, φησὶν ὁ Παῦλος, “ ἡ χάρις μετὰ “ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ.” Θεοῦ φησίν· πᾶσι δὲ προσείη τοῦ Θεοῦ ἡ χάρις
τοῖς ἀγαπῶσι τὸν Χριστὸν καὶ ἐν ἀφθαρσίᾳ πολιτευομένοις. ἔοικεν δὲ μὴ εἰρηκέναι ἡ χάρις μεθ’ ὑμῶν συνήθως· ἀλλ’ ἁπλῶς τῶν ἀγαπώντων τὸν Κύριον ἐν ἀφθαρσίᾳ, ἐπὶ τῷ παιδεῦσαι αὐτοὺς, πολλὴν τούτου ποιεῖσθαι τὴν ἐπιμέλειαν· ὡς ἂν τῶν τοιούτων καὶ τῆς παρὰ τοῦ Θεοῦ χάριτος ἀπολαύειν δυναμένων· ὡς γὰρ φησὶν
καὶ Σευῃριανὸς, τῆς φθορᾶς τίς ἀπαλαττόμενος ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ Πνεύματος.
ἀφθαρσίας φησίν· τουτέστι δι’ ἀρετῆς. “ πᾶσα γὰρ ἁμαρτία “ φθορὰ ἦν. ῥωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατέρι, ἅμα τῷ Ἁγίῳ Πνεύματι, “ δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. “ Ἀμήν.”
1
Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.