ΚΕΦ. ΙΑ.
γὰρ γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῆ σαρκί.
δέ ἐστιν, ὁ φησιν ; ἀπήλλαξεν, ὑμᾶς ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας· κυρίους ἀφῆκε τοῦ πράττειν ὅ, τι βούλεσθε· οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ’ ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον καὶ κατάρας ἀπαλλαγὴν,
ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῆν, διορθοῦται τὴν ὑπόνοιαν λέγων, οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ’ ἵνα ὑπὲρ νόμον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμὰ, ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. εἶτα καὶ δείκνυσι τρόπον, δι’ οὓ ῥᾳδίως ἃν τὸ τοιοῦτο κατορθωθείη. τίς οὖν ὁ τρόπος ;
καὶ ἀπόνοια ταύτης αἰτία τῆς πλάνης αὐτοῖς ἐγένετο. ἡ γὰρ τῶν αἱρέσεων μητὴρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. εἰπὼν γὰρ δουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου, τοῦτο ἔλαβεν ἡ ἀρχὴ τὸ κακόν· ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἀμάρτημα· φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι’ αὐτῆς κακεῖνο
μάθωσιν· ὁ γὰρ ἀγαπῶν ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ, παντὸς δούλου ταπεινότερον. Διὰ τοῦτο οὐκ εἶπεν· ἀγαπᾶτε ἀλλήλους ἁπλῶς, ἀλλὰ, “ δουλεύετε,’’ τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ χὰρ τὸν τοῦ νόμου ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τῆς ἀγάπης· ἰσχυρότερον
μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα φησὶν,
αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ’ ἐν τῇ ἀγάπῃ πληροῦται.
δάκνετε, ἀλλ’ , “ εἰ ἀλλήλους δάκνετε·’’ καὶ τὸ ἑξῆς ὁμοίως οὐκ ἀπεφήνατο, ὅτι ὑπὸ ἀλλήλων ἀναλωθήσεσθε, ἀλλὰ “ βλέπετε “ μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.” ὅπερ ἐστι φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος· καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο· οὐ γὰρ εἶπε, δάκνετε μόνον, ὅπερ ἐστι θυμουμένου,
ἀλλὰ καὶ, κατεσθίετε, ὅπερ ἐστιν ἐμμένοντος τῇ πονηρίᾳ. δήγματα δὲ καὶ βρώσεις, οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας· πωτέρας· οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσῳ γὰρ τιμιωτέρα ψυχὴ σώματος, τοσούτῳ χαλεπωτέρα ἡ ταύτης βλάβη.
ἀποχωρούντων.
εἰρημένων κακῶν ; τὸ Πνεύματι ζῆν· οὐ νόμῳ τῷ ἀπειλοῦντι δούλοις, Πνεύματι δὲ τῷ ἄγοντι τέκνα Θεοῦ.
“ ’μός ἐστιν ἡ ψυχή μου·’’ καὶ “ τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ποιήσω “ σοι·’’ καὶ “πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν “ οὕτως ἐπιθυμεῖ ἡ ψυχή μου. οἶδεν οὖν σάρκα καλεῖν οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ καὶ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ, “ ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. καὶ πάλιν, “οι
δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλὰ καὶ αὐτὸ τοῦτο φησι κατηγορία του σώματος τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς σαρκὸς ὀνόματι καλεῖσθαι. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ αὐτὴν δὲ καλήν· τὸ γὰρ ἔλαττον τοῦ καλοῦ καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ’ ἐναντίον· σὺ δὲ εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος μόνον κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σε καὶ τῆς ψυχῆς
κατηγορεῖν. Καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνευματικὰ πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ γραφὴ, καὶ τὴν ἐκκλησίαν πᾶσαν σῶμα λέγουσιν εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώματα μαθεῖν τὰ δι’
αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ δὲ λέγει, “ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ νεύματος, περὶ δύο φησὶ λογισμῶν. Οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα, εἰ γὰρ ταῦτα ἀλλήλοις ἀντίκεινται,
ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, καὶ τὸ φῶς τοῦ σκότους· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖται πρόνοιαν, καὶ μυρία πάσχει ὥστε αὐτὸ μὴ καταλιπεῖν, πῶς ἂν ἐναντία ταῦτα εἴη ; οὐ τοίνυν περὶ τούτων φησὶν, ἀλλὰ λογισμῶν πονηρῶν καὶ ἀγαθῶν μάχην εἰσάγει· τὸ γὰρ θέλειν καὶ
μὴ θέλειν, τῆς ψυχῆς. Διὰ τοῦτό φησι· “ ταῦτα δὲ ἀλλήλοις “ ἀντίκεινται,’’ ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς.
ἀλλήλοις· ὅθεν οὐδὲ ἡμῖν ἔξεστι ποιεῖν ἅπερ βουλόμεθα, ἐπεὶ μηδὲ δυνατὸν ἐν ἐκείνοις ὄντας τὰ τῆς θνητότητος πράττειν· τὸ γὰρ ἵνα οὐκ ἐπὶ αἰτίας εἰπεν, ἀλλ’ ὡς ἀκόλουθον κατὰ τὸ οἰκεῖον ἰδίωμα.
ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας· ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος· διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία, καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει, τούτου ἕνεκεν ὅτε νόμου ἢν μνήμη, ταῦτα λέγει· καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημονεύων, καὶ τῆς διὰ τοῦ Κυρίου διορθώσεως, εἰσήγαγε τὸ “ οἱ γάρ
“ κατὰ σάρκα ζῶντες, Θεῷ ἀρέσαι οὐ δύνανται· “ διατί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν ; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ, οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης, ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν ἡδονῶν· τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τι καλὸν
καὶ τι κακὸν, καὶ τι τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθεὶς, λέγω δὴ τὸ μὴ κατὰ σαρκὶ περιπατεῖν, ὡς λέγει ὁ Παῦλος
πονηρὰν ἐπιθυμίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος· ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, “ οὐ φονεύσεις ; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρήζει τοῦ παιδεύοντος μὴ μοιχεύειν ; τίς γὰρ διαλέξεται περὶ τοῦ καρποῦ
τῆς κακίας τῷ τὴν ῥίζων αὐτὴν ἀνασπάσαντι ; ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου μέγα εἰρηκέναι καὶ θαυμαστὸν, εἴγε ἐν τάξει τοῦ Πνεύματος ὁ νόμος ἦν, κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· οὐ μὴν διὰ τοῦτο ἐναπομένειν χρὴ τῷ παιδαγωγῷ· τίς γὰρ χρεία νόμου, τῷ οἴκοθεν κατορθοῦντι
τὰ μείζω ;
τοῖς· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
ἔρεις καὶ οἱ ζῆλοι, καὶ οἱ ἐρέθειαι, καὶ αἱ φορμακεῖαι, τίνος ἂν εἶεν ; προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον· ὥσπερ οὖν καὶ τὰ ἄλλα, πῶς ἃν εἶεν σαρκός ; ὁρᾷς ὅτι οὐ τὴν σάρκα λέγει ἐνταῦθα, ἄλλα τὸν γεώδη λογισμόν ; διὸ καὶ φοβεῖ λέγων, ὅτι “ οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.’’ εἰ δὲ φύσεως ταῦτα πονηρᾶς καὶ οὐ προαιρέσεως πονηρᾶς, περιττῶς εἶπε “ πράσσουσιν,” οὐ γὰρ πράσσουσιν, ἀλλὰ πάσχουσι. τίνος δὲ ἕνεκεν βασιλείας έκπιπτεύουσιν ; οὐδὲ γὰρ τῶν φύσει,
ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις· διὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος.
λόγος, ποῦ ἡ ψυχή ; οὐδαμῶς περιττὴ ἡ ψυχὴ, καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης, καὶ περὶ αὐτήν· καὶ ἐν μέσῳ κειμένη κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματιὸν αὐτὸ κατειργάσατο· ἂν δὲ καὶ ἀποστῇ μὲν τοῦ Πνεύματος, ἐκδῷ δὲ ἑαυτὴν τοῖς πονηραῖς ἐπιθυμίαις, γεωδεστέραν αὐτὴν
κατεσκεύασεν· ὁρᾷς πανταχόθεν πῶς οὐ περὶ οὐσίας ὁ λόγος αὐτῷ νῦν σαρκὸς, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς καὶ οὐ τοιαύτης ; διατὶ δὲ καρπὸν καλεῖ τοῦ Πνεύματος; ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνεται μόνον· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ
φιλανθρωπίας· εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν οὕτω λέγων,
θωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιύτων, οὐκ ἐστι νόμος·
πάνυ δὲ καὶ ἐνταῦθα θαυμαστῶς τὸν νόμον ἐξέβα εν· οὐχ ὡς φαῦλον, ἀλλ’ ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος φιλοσοφίας.
ἔμελλον ζῆν; τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλῶν· ἐπεὶ οὖν τοῦ Πνεύματος τοσαύτη ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκούμεθα· διὸ καὶ αὐτὸς ἐπάγει λέγων,
ματι.
τουτεστιν, ἔαν συναρπαγῇ·
ἵνα εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν, οὕτω καὶ ἡμᾶς ποιεῖν χρή· διὸ καὶ τὴν αἰτίαν ἀναγκαίαν τίθησι λέγων, “ σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς·” καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος· πρῶτον μὲν εἰπὼν, “ ἐὰν καὶ προ- “ ληφθῇ·’’ δεύτερον, “ καὶ ἄνθρωπος·” τὸ τῆς πολλῆς ἀσθενείας
ὄνομα· εἶτα “ μὴ καὶ σὺ πειρασθῇς·’’ δαίμονος ἐπήρειαν μᾶλλον, ἣ ψυχῆς ῥαθυμίαν αἰτιώμενος.
ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ’ ἑτέρων· ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησιν.
οὕτως γὰρ ἀλλήλοις χεῖρα ὀρέγοντες, ἐν οἷς μέλλετε καταπίπτειν, δι’ ἀλλήλων κοινὴ πληρώσατε τὸν νόμον· τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς· ὥσπερ γὰρ ἐν τῷ σώματι, εἰ τὴν αὐτὴν τίς ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται, οὕτως καὶ ἐπὶ τῶν ἀδελφῶν πολὺς ἔσται
πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοίημεν.
ρημενην.
καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου· τηρίου· ὅρν δὲ αὐτὸ παραδῷς τῷ πυρὶ, τότε ἀκριβῶς τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου, οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὑπευθύνους ὄντας
ἐγκλημάτων, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἔχει, καὶ οὐκ εἰς τὸν ἕτερον· ταῦτα οὐ νομοθετῶν φησὶν, ἀλλὰ συγκαταβαίνων· ὡσανεὶ ἔλεγεν, ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἶδ’ ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον ὡς ὁ Φαρισαῖος· ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως· διὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ
περιττὸν κατὰ μικρὸν ἐξέλῃ· ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι καὶ μὴ κατὰ ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα· ὅταν γὰρ μὴ νομίσῃ τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα· τοῦτο γάρ ἐστιν οὐκ εἰς τὸν ἕτερον· ἀλλ’ ἑαυτὸν καθ’ ἑαυτὸν ἐξετάζων ἁβρύνηται, παύσεται ὕστερον καὶ τοῦτο τποῖων· καὶ ἵνα
μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν “ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπάγων,
διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ αὐτὸν μέγα φρονεῖν· εἰς ἐννόησιν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός.
ἐν πᾶσιν ἀγαθοῖς.
τοὺς ἔχοντας, καταστέλλων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὐποιίαν εὐκολωτέρους γίνεσθαι· γυμνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ, καὶ περὶ τοὺς ἄλλους ἡμέρους εἶναι, ὅπερ καὶ ἀγάπην οὐ μικρὸν εἰργάζετο ἑκατέρῳ
τῷ μέρει· διὰ τοῦτο δὲ καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν, " εἰ “ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν “ τὰ σαρκικὰ θερίσωμεν ” μείζονα γὰρ ὁ μαθητὴς λαμβάνει ἣ δίδωσι· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τῶν γηίων τὰ ἐπουράνια ἀμείνω.
εἷτα, ἵνα μὴ πονηρία διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα παρατρέχῃ πολλάκις διὰ τὸν τρόπον, προϊὼν μέν φησι· “ τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμιας δείκνυσιν οὐτῶ λέγων,
σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.
τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὸ φθείρεται καὶ συμφθείρει τὸ σῶμα· τὰ δὲ τοῦ Πνεύματος, οὐ τοιαῦτα· ἀλλ’ ἀπεναντίας ἅπαντα τούτοις.
καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσιν αὐτοῖς τὴν θύραν τῆς τοιαύτης ἀνοίγνυσι φιλοτιμίας· καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἓλληνας κελεύειν ἐλεεῖν· μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ’ οὖν ὅμως. τίς δὲ ἡ τάξις ; τὰ πλείονα περὶ τοὺς πιστοὺς
ἐπιδείκνυσθαι τὴν πρόνοιαν φιλοτίμως καὶ διηνεκῶς· καὶ γὰρ τοῦ καιροῦ τὸ ὄνομα, καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται· εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν ἀμήτου μεμνημένος καινοῦ τινὸς καὶ παραδόξου. ἐπὶ μὲν γὰρ τῶν γηπόνων, οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν
πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ, οὐδὲν τούτων ἔνι φησίν· ὃ καὶ παραδηλῶν ἔλεγε· “ καιρῷ “ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.” καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται, ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ λέγων, “ ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν.”
ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι· οὕτως οὐδὲ τοῦ ἐλεεῖν· ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον· διό φησιν, “ ὡς καιρὸν ἔχομεν, ἐργαζώ- “ μέθᾳ τὸ ἀγαθὸν,” πρὸς πάντας, καὶ ταύτῃ μάλιστα ἀπαλλάττων λάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος· ἐκείνοις μὲν γὰρ τὰ τῆς
φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν· εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται.
γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι ὡς καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον προαποτιθέμενος· τὸ δὲ “ πηλίκοις,’’ ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν,
μονονουχὶ λέγων h. ὅτι οὐδὲ ἄριστα γράφειν εἰδὼς, ὅς ἠναγκάσθην δι’ ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὰ στόματα·
ἐρυθριᾷ, οὔτε ἀρνεῖται τὰ λεγόμενα.
τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ περιτεμνόμενοι νόμον φυλάσσουσιν· ἀλλὰ θέλουσι περιτέμνεσθαι ὑμᾶς,
ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
1 τοῖς Ἰουδαίοις, ὡς τῶν πατρῴων ἀποστάντες ἐθῶν, ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι διὰ τῆς ὑμετέρας σαρκὸς, ἐκείνοις ἀπολογούμενοι· ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ Θεὸν ταῦτα ἔπραττον· εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώμης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς
ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι’ οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάττοντας· διὸ καὶ ἐπήγαγεν, “ ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυ- “ χήσωνται,’’ ὡς μαθητὰς ἔχοντες. καὶ τίς ἡ τούτων ἀπόδειξις; οὐδὲ γὰρ αὐτοί, φησι, νόμον φυλάττουσι· μάλιστα μὲν γὰρ εἰ καὶ ἐφύλαττον, καὶ οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς
αὐτῶν διεφθαρμένος ἐστίν.
καὶ μὴ ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσι συνεθέμεθα, ἐκεῖνοι μὲν τοῦτο θέλουσιν εὐπροσωπῆσαι σαρκὶ καὶ καυχᾶσθαι· ἐγὼ δὲ τῇ ἐμὴ χειρὶ γράφω.
καυχῶμαι· ἢ ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ’ “ ἐμοὶ δὲ μὴ “ γένοιτο·’’ ὥσπερ τι τῶν ἀτόπων ἀπηύξατο, καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ ; ὅτι Χριστὸς δι’ ἐμὲ δούλου μορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθεν· ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν
ἀγνώμονα· ἀλλ’ οὕτω με ἠγάπησεν, ὥστε καὶ ἑαυτὸν ἐκδοῦναι ἀρᾷ· τί τούτου γένοιτ’ ἃν ἴσον ; πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ δεσπότης, ὁ ἀληθὴς Θεὸς, μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυρόν ; μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν.
περιφέρειν· οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπὼν, “ κἀγὼ κόσμῳ·’’ διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος καὶ λέγων, ὅτι ἐκεῖνα ἐμοὶ νεκρὰ, κἀγὼ ἐκείνοις· οὐδὲν τῆς νεκρότητος ταύτης μακαριώτερον· αὕτη γὰρ τῆς μακαρίας ζωῆς ἐστὶν ὑπόθεσις.
καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνωτέρω πολλῷ κατέστησε· τί ταύτης τῆς ἰσχύος ἴσον; τὸν γὰρ ὑπὲρ τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους σφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ
τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα· καινὴν γὰρ κτίσιν ταύτην καλεῖ, τὴν καθ’ ἡμᾶς πολιτείαν ταύτην, διά τε τὰ γενόμενα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα τῷ γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίο·ματος ἀνενεώθη· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· τὰ ἐσόμενα
δὲ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. μὴ τοίνυν μοι λέγε περιτομὴν, φησὶ, λοιπὸν, τὴν οὐδὲν δυναμένην· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγματα τὰ τῆς χάριτος· οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι
καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται· καὶ τῷ τοῦ Ἰσ ραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· οἱ γὰρ κυρίως Ἰσραὴλ τὸ δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντες εἰσὶν, οἱ τῶν παλαιῶν ἀπεχόμενοι καὶ τὰ τῆς χάριτος διώκοντες.
κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον, ἐν κόσμῳ ζῇ· ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται· ἐσταύρωται οὖν ἐμοὶ κόσμος, κἄγω κόσμῳ·
μετὰ Ἰουδαίων οὐ περιτέμνεται, ἐπειδὴ ἔχει καλλίονα· μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων, “ καινὴ κτίσις, καὶ “ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσι ” τῷ τῆς καινῆς κτίσεως, ὅσοι οὐδὲ Ἰουδαΐζοθσιν οὐδὲ Ἑλληνίζουσιν, ἀλλὰ Χριστιανίζουσιν,
“ εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος.’’ ἔλεος εἰς συγχώρησιν ἁμαρτημάτων· εἰρήνη εἰς συνάφειαν τὴν πρὸς Θεὸν, “ καὶ ἐπὶ τὸν Ἰσραὴλ “ τοῦ Θεοῦ·’’ ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα. ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς Ἰσραὴλ τοῦ Θεοῦ; ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος, μηκέτι ὄντος τοῦ Θεοῦ.
Ἄλλοσ δὲ ὧδε λέγει· “ καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχή “ σουσιν,’’ ἵνα εἴπῃ ὅτι πάντες οἱ κατὰ ταῦτα προῃρημένοι τυγχάνουσι τῶν παρ’ αὐτοῦ καλῶν· τὴν μὲν εἰρήνην εἰπὼν, ὡς ἃν τότε πάσης λυομένης διαστάσεως, τὸ δὲ “ ἔλεος,’’ ἐπειδὴ φιλανθρωπίᾳ ἅπαντα ἡμῖν τὰ παρ’ αὐτοῦ προσγίνεται ἀγαθά. ὅμοιον δέ ἐστι
τὸ “ χάρις ὑμῖν καὶ εἰρήνη,’’ ἐπεὶ μηδὲ διαφέρει τὸ ἔλεος τῆς χάριτος.
καμάτων· ἐμὲ γὰρ ἀποστῆναι τῆς τοῦ Χριστοῦ ὁμολογίας, τῶν ἀδυνάτωι ὑπὲρ ἧς πολλὰ παθὼν, μικροῦ κατέστιγμαι τὸ σῶμα.
ἕνεκεν ταῦτα φησίν; ἀναστέλλων αὐτῶν τὴν ῥάθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ’ αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς.
ἀρέσκειαν τί λέγειν· οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ἐλθόντα ᾑμαγμένον καὶ μυρία τραύματα ἔχοντα, δειλίας κρίνειν καὶ προδοσίας ἠνείχετο, τὸν ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. ἀρχόμενος μὲν οὖν τῆς Ἐπιστολῆς ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς, τὴν ἀνυπόκριτον αὐτοῦ
σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ’ ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω
λέγων,
δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσ κῶν τῆς χάριτος ἧς ἀπήλαυ σν· δι’ ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης· τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας οὐκ ἀπὸ περιτομῆς, ἀλλ’ ἀπὸ χάριτος ἐγένετο·
πάλιν διὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε χάριτος, καὶ Πνεύματος ἀναμνήσας ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν, τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν. καὶ διπλῶ τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γενομένη· ἥτε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν, μᾶλλον κατεῖχεν ἐν τοῖς τῆς ἐκκλησίας δογμασιν· ἥτε εὐχὴ, καλοῦσα τὴν χάριν καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ Πνεῦμα αὐτῶν ἀποστῆναι· τούτου δὲ ἐν αὐτοῖς ὄντος,
πᾶσα ὥσπερ κόνις ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.