ΚΕΦ. Ι.
κατεσκεύασεν, ἀλλ’ ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπόν· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν· ” ὅπερ ἦν θαρροῦν. τος οἷς λέγει· ὑμεῖς δὲ ὅσον οἷόν τε ᾖ, τὰ παρ’ ἑαυτῶν προσθήσετε.
μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουόμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι ;
τὰ νόμιμα· καὶ καθάπερ τις ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρων, οὐκέτι κύριός ἐστι τὸ ἣ τὸ ποιεῖν· ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις, οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἃν δέξῃ μι- κρὸν τοῦ νόμου· καὶ ὑπαγάγῃ ἑαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν.
καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λειπόμενον λοιπὸν, ἀλλ’ ἡ κόλασις ἀπαραίτητος· τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν ; κατασείσας τοίνυν αὐτῶν τῷ φόβῳ τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον ὃ μέλλουσιν ὑπομένειν, ἐγγύθεν ἀνοίγνυσιν αὐτοῖς τῆς χάριτος τὸν λιμένα· διὸ καὶ ἐπάγει λέγων,
αὐτήν· τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστί· τὸν γὰρ μέλλοντα ἀπογράφεσθαι εἰς τὴν καινὴν διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ, ἅσπερ οὖν οὔτε ὀνίνησι. τί δέ ἐστι ”δι᾿ ἀγάπης ἐνερ- “ γουμένη ; μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν· ἐμφήνας, ὅτι ἐκ τοῦ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι, αὕτη ἡ
παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαι ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας· ὡσανεὶ ἔλεγεν· εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν· οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε· οὐκ ἃν ὑβρίσατε τὸν ἐλευθερώσαντα.
ἄκουσον πῶς φοβεῖ· οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ’ ἀπὸ τῶν μελλόντων, λέγων οὕτως,
φύραμα.
εἰπε πέποιθα τῷ Κυρίῳ, ἀλλὰ “πέποιθά εἰς ὑμᾶς ἐν Κυρίῳ·’’ πανταχοῦ γὰρ μετ’ ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡσανεὶ ἔλεγε· τοὺς ἐμοὺς μαθητὰς οἶδα· οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαρρῶ, τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολύεσθαι οὐδὲ τὸ τυχόν· τοῦτο δὲ δι’ ὑμᾶς, τοὺς δυναμένους ἑαυτοὺς ταχέως ἀνακτήσασθαι.
οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. καὶ οὐχ ἁπλῶς εἶπεν οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον, εἰπὼν, “ ὅστις ἃν ” οὐ γὰρ αἰδεῖται πρόσωπον, ὅταν ἡ ἀλήθεια κρίνηται.
μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τι δίωκομαι ; οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἣ τοῦτο· τί οὖν οὐκ ἐκήρυξε περιτομήν; οὐ περιέτεμε τὸν Τιμόθεον ; οὐκ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλ’ οὐ κηρύσσω· τουτέστιν, οὐχ οὕτως κελεύω πιστε΄νειν·
μὴ γάρ μοι τὴν πρόσκαιρον οἰκονομίαν εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν.
ὡς τὸ μηδὲν πείθεσθαι τοῖς πατρῴοις νόμοις. καὶ γὰρ Στέφανον προενεγκόντες, οὐκ εἶπον ὅτι οὗτος ἐσταυρωμένον προσκυνεῖ, ἄλλ’ ὅτι κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου· καὶ τῷ Ἰησοῦ τὸ αὐτὸ ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει· διό φησιν ὁ Παῦλος, εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ
πρὸς ἡμᾶς, οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα. εἰ δὲ καθ’ ἑκάστην ἡμέραν φονῶσι καθ’ ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ; ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν. Ἀρ’ οὑν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῇ καὶ μάτην τοσαύτὴν
ἀναδείξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ ; ὁρᾶτε γοῦν ὅτι δι’ οὐδὲν ἡμῖν πολέμους ἱν οὕτως ὡς διὰ τὴν περιτομήν· οὕτως ἀνόητος ἤμην ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι καὶ σκανδαλίζειν ἑτέρους ; σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε. καὶ τοῦτο ἢν μάλιστα τὸ
σκανδαλίζον Ἰουδαίους καὶ κωλύου τὸν σταυρὸν καταδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἐξίστασθαι ἐθῶν.
γὰρ πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντας τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, καθάπερ αἰχμαλώτους καὶ μετανάστας. εἰ βούλονται τοίνυν, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποκοπτέσθωσαν. Ποῦ νῦν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι ταύτην,
καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες ; ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα φασὶν, ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν. Ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκοκόπτουσι τὸ μέρος· οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι
ἐχρῆν ; Διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψύχην κάτεισιν ἡ ἐπιθυμία· ἀλλ’ οὔτε ὀφθαλμὸς οὔτε ἄλλο μέλος αἴτιον, ἀλλ’ ἡ πόνηρα προαίρεσις μόνον.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.