ΚΕΦ. Β.
ἐλθεῖν πρὸς ὑμᾶς, ὅτι ὅσον ἧκεν εἰς τὴν ἐμὴν γνώμην, καὶ πρὶν Μακεδονίαν ἴδω, ἐλθεῖν πρὸς ὑμᾶς ἤθελον· ἀλλ’ οὐκ ἀπέβη μοι, φησὶ, κατὰ γνώμην τὰ πράγματα. Ἴνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων καὶ τὴν διὰ τῆς παρουσίας· χάριν δὲ τὴν χαρὰν λέγει.
καὶ τὸ οὒ οὔ· ὅπερ αὐτὸς ἐρωτηματικῶς τέθεικε· καὶ τι βούλεται, ὁρ́α. Ὁ σαρκικὸς, φησὶν, ἄνθρωπος, καὶ κατὰ σάρκα βουλευόμένος, οἷον ὁ μὴ ἀγόμενος πρὸς τὰ πρακτέα τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, κύριός ἐστιν ἑαυτοῦ ἀπιέναι ὅπου βούλεται· ὁ δὲ ἐκ Πνεύματος ἀγόμενος οὐκ ἔχει ἐξουσίαν βαδίζειν ὅπου θέλει· δεσπότῃ γὰρ ὑποτέτακται Παρακλήτῳ, καὶ τῷ αὐτοῦ νεύματι εἴκειν ἀναγκάζεται· ὥστε τὸ ἐλθεῖν οὐχ ὡς εὐρίπιστος καὶ ἐλαφρὸς
καὶ ψευδολόγος ὑπερεθέμην, ἀλλὰ τοῦ Πνεύματος, ᾧ ἄγομαι ἡ αἰτία, τοῦ ἀλλαχοῦ ἤπερ ἐβουλόμην ἄξαντος. Ὅρα δὲ σοφίαν· ὅπερ οἱ διαβάλλοντες πρόφασιν λοιδορίας ἐποιοῦντο τὸ ὑποσχόμένον μὴ ἐλθεῖν, τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου ποιεῖται τὸ μὴ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἄγεσθαι ὑπὸ τοῦ Πνεύματος ὅπου αὐτῷ
δόξει.
εὔχεται ἀσύμφορα ὡς ἐπὶ τοῦ σκόλοπος τῆς αὐτοῦ σαρκὸς, καὶ πάλιν, τὸ γὰρ “ τί προσεύξομαι καθὸ δεῖ, οὐκ οἶδα·” καὶ ἐν ταῖς Πράξεσι δὲ δείκνυται ἀπελθεῖν βουλόμενος ποῦ, καὶ κωλυόμενος ὑπὸ τοῦ Πνεύματος· τοῦτο δὲ συμφερόντως ἐγένετο, ἵνα μή τινες μείζους αὐτοὺς ὑπολάβωσι τῆς ἀνθρωπίνης φύσεως· καὶ γὰρ ἀποτυγχάνουσιν
αὐτοῖς, πολλάκις θύειν ἠβούλοντο αὐτοῖς ὡς θεοῖς ἐν Λυκαονία.
ἐπηγγέλη καὶ πολλάκις λέγεις ἐν πράγματι ναὶ, καὶ εὑρίσκεται οὔ· δεδοίκαμεν μή πὼς καὶ ὁ λόγος σου, τουτέστιν ὁ κηρυχθεὶς ἡμῖν περὶ τῆς πίστεως, ναὶ καὶ οὔ ἐστι· καὶ φησι, τὸ μὲν ἐπαγγείλασθαι ἐλθεῖν, ἐμὸν ἦν· διὸ καὶ ἀπέτυχε· τὸ δὲ κήρυγμα τοῦ Θεοῦ ἔστι, καὶ οὐκ ἀποτεύξεται· πιστοῖς γὰρ, φησὶν, ὁ Θεὸς,
τουτέστιν, ἀληθὴς, ὅτι ὁ λόγος ἡμῶν, ἐπειδή φησιν ὁ λόγος καὶ τὸ κήρυγμα ἡμῶν οὐ γέγονε ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἔσται καὶ ναί· διὰ τοῦτο γὰρ ἀληθὴς, ἐπειδὴ οὐ γέγονε ναὶ καὶ οὔ· καὶ λοιπὸν λέγει, ποῖος λόγος οὐ γέγονε ναὶ καὶ οὒ, ἀλλ’ ἀσάλευτος ἔμεινεν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ φησιν, ὁ ἐν ὑμῖν κηρυχθεὶς οὐ γέγονε ναὶ καὶ οὒ, τουτέστιν, οὐ νῦν μὲν ὧδε, ἄλλοτε δὲ τοιώσδε κεκήρυκται, ἀλλὰ ναὶ ἐν αὐτῷ, τουτέστιν, ἀπαρασάλευτα τὰ εἰς αὐτὸν κηρυχθέντα γεγένηται· διὰ τοῦτο δὲ τὸ πλῆθος τῶν κηρυξάντων καταλέγει· ταύτῃ ποιῶν ἀξίοπιστον τὸ κήρυγμα, καὶ ταπεινοφροσύνην
ἐπιδεικνύμενος, ὅτι τοὺς ἑαυτοῦ μαθητὰς κοινωνοὺς τοῦ κηρύγματος ὀνομάζει· “ δι’ ἐμοῦ” γάρ, φησι, “ καὶ Σιλουανοῦ “ καὶ Τιμοθέου.” Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἄλλο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκ ἔστι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας· ἀλλὰ
καὶ ἐν αὐτῷ γέγονε, τουτέστιν ὅπερ εἶπον ἀπαρασάλευτον καὶ βέβαιον μένει.
μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει τε καὶ κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· Θεοῦ γάρ εἰσιν· ἢ τὰς ἐπαγγελίας, αὐτὸ τὸ κήρυγμα λέγει· ὁ γὰρ σύνδεσμος ὁ “ γὰρ” τοῦτο δηλοῖ· πρόπαλαι γὰρ ἡ εἰς Χριστὸν πίστις ἐπήγγελτο.
τὸ ναὶ ταῖς οἰκείαις δίδωσιν ἐπαγγελίαις· δι’ ἡμῶν δὲ τοῦτο ποιεῖ εἰς τὸ δοξασθῆναι τὸν Θεὸν, ὅτι δι’ ἀνθρώπων τὰ τοσαῦτα ποιεῖ.
Πατὴρ ὁ βεβαιῶν καὶ ὑμᾶς καὶ ἡμᾶς εἰς τὴν τοῦ Υἱοῦ αὐτοῦ πίστιν, αὐτὸς τὰς ἐπαγγελίας πληροῖ, ὀργάνοις ἡμῖν χρώμενος· τὸ γὰρ πληροῖ συνυπακουστέον, ἵνα ᾖ οὕτως, ὁ βεβαιῶν ἡμᾶς καὶ ὁ δοὺς, αὐτὸς πληροῖ τὰς οἰκείας ὑποσχέσεις.
προφῆται δὲ τὰ μεγάλα μυστήρια διδασκόμενοι. χρίει δὲ καὶ σφραγίζει ὁ Πατὴρ διὰ τοῦ Ἁγίου Πνεύματος· ταῦτα γὰρ, φησὶν, ἡ χρίσις καὶ ἡ σφραγὶς ἀρραβών ἐστι τοῦ παρακλήτου. Διὰ τοῦτο δὲ οὐκ εἶπε τὸ Πνεῦμα δοὺς, ἀλλ’ ἀρραβὼν Πνεύματος, βεβαιῶν τὰς μελλούσας ἐλπίδας. Ὁ γὰρ ἀρραβὼν εἴωθε βεβαιοῦν
τὸ πᾶν σύνταγμα· τοιγαροῦν καὶ ὁ νῦν ἀρραβὼν τοῦ Πνεύματος πιστοῦται ἡμῖν τὰ μέλλοντα, “ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ “οὑς οὐκ ἤκουσε.”
ὑπὸ τοῦ Πνεύματος· πῶς νῦν λέγει “ φειδόμενος ὑμῶν οὐκ “ ἦλθον ” καὶ φαμὲν, ὅτι ὅτε ἀφέθη ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν, διὰ τὸ φείδεσθαι οὐκ ἀπῆλθεν· ἣ μετὰ τῆς κωλύσεως τοῦ Πνεύματος καὶ τοῦτο ἐκώλυσεν, ἣ καὶ εἰς τοῦτο ὑπ’ αὐτοῦ ἐκωλύθη· ἤσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ μετανοήσαντες, καὶ περιεμεινεν
τὴν μετάνοιαν αὐτῶν, καὶ διὰ τοῦτο εἶπε “ φειδόμενος.” ἐπετέτραπτο γὰρ αὐτῷ καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας· καὶ μαρτυρεῖ Ἐλύμας ὁ μάγος.
γάρ τις φείδεται, ὧν ἔχει ἐξουσίαν, θεραπεύει αὐτὸ, καὶ φησιν, οὐ διὰ τὸ ἐξουσίαν ἔχειν τῆς πίστεως ὑμῶν εἶπον τὸ “ φειδόμενος·” γνώμης γὰρ ἡ πίστις καὶ προαιρέσεως, καὶ οὐδεὶς ἀναγκάζει πιστεῦσαι τὸν ἄκοντα· ἀλλ’ ἐπειδὴ, φησὶ, συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, διὰ τοῦτο εἶπον φειδόμενος ὑμῶν· τί δέ ἐστι τοῦτο, ὅρα· εὐφραινόμενος, φησὶν, εἰς ὑμᾶς, ἐγὼ συνεργῶ ὑμῖν εἰς τὸ καὶ ὑμᾶς χαίρειν ἐπὶ τῇ ἐμῇ δι’ ὑμᾶς εὐφροσύνῃ· εἰ οὖν ἦλθον διὰ τοὺς ἁμαρτήσαντας, μηκέτι μὲν εὐφραινόμενοι; πενθῶν δὲ, εἰς
λύπην καὶ ὑμᾶς ἔβαλλον. Ἐφεισάμην οὗν ἐλθεῖν, ἵνα μὴ πρόφασις γένωμαι λύπης ὑμῖν.
τέλει.
ἐγκαλουμένων ἡ αἴσθησις ; τεκμηριοῖ γὰρ αὕτη τὴν ἐκ τῶν ἐγκλημάτων γινομένην ὠφέλειαν.
φησὶ, πάλιν ταπεινώσει ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προαμαρτησάντων καὶ μὴ μετανοησάντων· τοῦτο οὑν, φησὶ, προέγραψα, ἵνα διορθώσωνται καὶ μὴ λύπην σχῶ ἀφ’ ὑμῶν ἀφ’ ὧν κατορθούντων χαίρειν ἔδει.
γίνεται, πάνυ αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης, ἀλγῶ καὶ τρύχομαι· τοιγαροῦν τὰς ἐγκλήσεις καὶ ἐπιτιμήσεις ἃς ἔγραψα, “ ἀπὸ θλί- “ ψεως καὶ συνοχῆς καρδίας ἔγραψα” οὐχ ἵνα λυπηθῆτε σπουδάζων· τοῦτο γὰρ καὶ ἄλλως ἀνόνητον· ἀλλ’ ἵνα πνευματικῶς καὶ ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, θεραπεῦσαι δὲ
αὐτοὺς θέλων, φησὶν, ἵνα τὴν ἀγάπην μου γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν καὶ κατατρύχεσθαι ἐφ’ οἷς ἁμαρτάνετε ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης καθέστηκε.
ἦσαν ἀποστραφέντες ταῖς τούτου κελεύσεσι· καὶ ὅρα τι ποιεῖ, κοινωνοὺς αὐτοὺς ποιεῖται τῆς λύπης ὡς κοινὴ πάντων λυπηθέντων τῶν ἔπι τῳ γενομένῳ, ἴνα καὶ τῆς διδομένης συγγνώμης γίγνωνται κοινωνοί. “ Εἰ δέ τις λελύπηκε,” φησὶ, τὸν πεπορνευκότα λέγων, οὐκ ἐμὲ λελύπηκε μόνον, ἀλλὰ καὶ ὑμᾶς ἐν μέρει· τοῦτο γὰρ
οἱ τὸ ἀπὸ μέρους ἐν μέρει δὲ εἶπον, φησιν, ἴνα μὴ ἐπι- “ βαρῶ,” τουτέστιν, ἐπιπαροξύνω κατ’ αὐτοῦ πάντας ὑμᾶς. Ἢ οὕτως μεθ’ ὑπερβατοῦ· λελύπηκε πάντας ὑμᾶς ἐν μέρει, τοῦτο δὲ εἶπον, ἵνα μὴ ἐπιβαρήσω τὸν πεπορνευκότα ἐκ τοῦ λέγειν τοσοῦτον αὐτὸν λαὸν λελυπηκέναι.
ἱκανῶς μετανενοηκέναι καὶ τοῦ λοιποῦ ῥᾳθυμότερος γένηται, φησὶ, “ χαρίσασθαι,” εἰ καὶ μὴ ἄξιον, φησὶν, ἐστὶ λαβεῖν κατὰ ὀφειλὴν τὴν συγγνώμην.
Σατανᾶ· δηλοῖ δὲ ἄφατον τὴν λύπην τοῦ πεπορνευκότος.
Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ὡς διδάσκαλος κελεύει, ἀλλ’ ὡς συνήγορος δικαστὰς παρακαλεῖ.
σθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται.
Χριστὸν τοῦτο ποιήσας, ὡς καὶ ἐπ’ ὄψεσι Χριστοῦ πράττων, ἢ ἐν προσώπῳ Χριστοῦ, τουτέστιν, εἰς δόξαν Χριστοῦ, ἵνα αὐτοῦ τὸ ὄνομα καὶ οἷον τὸ πρόσωπον ἐπὶ φιλανθρωπίᾳ δοξασθῇ. καὶ γὰρ δόξα Χριστοῦ τὸ τῶν μαθητῶν αὐτοῦ φιλάνθρωπον. Εἰ οὖν εἰς δόξαν Χριστοῦ γίνεται τὸ γινόμενον, πῶς δύνασθε μὴ συγγνῶναι
καὶ δέξασθαι αὐτόν ;
λαμβάνων, ἐμείου τὴν ποίμνην τοῦ Χριστοῦ, καὶ τοῦ σώματος ἡμῶν ἀφῄρητο· πάντες γὰρ ἀλλήλων μέλη ἐστὲ, φησίν.
μεταμελείᾳ λύπης δύναται εἰς ἀπόγνωσιν σκελίσαι, ὅταν ἄμετρος ἦ· ὅταν οὖν καὶ ἐξ ὧν ἁμαρτάνομεν καὶ ἐξ ὧν μεταμελώμεθα ἁλώσιμοι αὐτῷ ἐσμεν, πῶς οὐχὶ πλεονεκτώμεθα ;
Catena In Epistulam II Ad Corinthios (Catena Pseudo-Oecumenii). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.