ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ TΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ B EΠΙΣTOΛΗN.
ΚΕΦ. Α.
βῶν αὐτὸν, ἑαυτῷ συνάπτει. Ὄρα δὲ, ποτὲ μὲν τέκνον αὐτὸν καλεῖ, “ὡς πάτρι’ γὰρ, φησὶ, “τέκνον ἐδούλευές μοι,” ποτὲ δὲ συνεργόν· “τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγὼ,” νῦν δὲ ἀδελφὸν, διὰ πάντων ἀξιόπιστον αὐτὸν ποιῶν.
Πατήρ. ταύτην τὴν διαίρεσιν καὶ ὁ δεσπότης ἡμᾶς ἐδίδαξεν· ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, “ ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,” σαφῶς διδάσκων, ὡς αὐτοῦ μέν ἐστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ δεσπότης. Ἄρχεται οὖν εὐφυῶς καταβάλλειν ἀπολογίας σπέρματα. Εὐχαριστῶ γὰρ, φησὶ, τῷ Θεῷ, ὅτι παρεκάλεσεν ἡμᾶς ἐν πάσῃ τῇ
θλίψει ἡμῶν.
πειρασμῶν, οὐ λέγει ὅτι κατ’ ἀξίαν ἐλυτρώθην, ἀλλὰ κατ’ οἰκτιρμοὺς καὶ ἔλεον.
δηλοῖ καὶ συνεχεῖς θλίψεις καὶ συνεχεῖς παρακλήσεις.
ὥστε διὰ τὴν τῶν ἄλλων ὠφέλειαν οὐ δι’ ἐμὲ ἡ παράκλησις, ἣ ὅτι ἡ εἰς ἐμὲ, φησὶ, παράκλησις καὶ ἄλλους παρακαλεῖ τοὺς οἷον ἀλγοῦντας ἐπὶ ταῖς ἐμαῖς θλίψεσιν.
παρὰ θεοῦ γίνεσθαι αὐτοῖς τὰς συνεχεῖς θλίψεις. Ὅρα πῶς ἐξαίρει τὸ πρᾶγμα, λέγων τοῦ Χριστοῦ εἰσιν αἱ θλίψεις καὶ τὰ παθήματα, ἃ ἡμεῖς ὑπομένομεν· αὗται δὴ τὰ περισσεύουσιν εἰς ἡμᾶς, ὡσεὶ ἔλεγεν, οὐχ ὅσα πέπονθεν ὁ Χριστὸς πάσχομεν, ἀλλὰ καὶ πλείω. τοῦτο καὶ ἀλλαχοῦ φησι, “ καὶ ἀναπληρῶν τὰ ὑστερή-
“ μάτα τοῦ Χριστοῦ·” τοῦτο καὶ αὐτὸ καθ’ ἑαυτὸ ἄνευ τῆς ἀπὸ Θεοῦ παρακλήσεως ἀρκεῖ εἰς παραμυθίαν· τὸ δὲ εἰδέναι ὅτι τοῦ Χριστοῦ ἐστὶ τὰ πάθη ἃ αὐτοὶ πάσχουσι, μὴ ὅτι καὶ ἡ παράκλησις τοῦ Χριστοῦ περισσεύουσα ἦν εἰς αὐτοὺς, εὐθυμίας αὐτοῖς ἀφορμὰς ἐμποιεῖ, ὡσεὶ ἔλεγε, περισσαὶ μὲν αἱ θλίψεις, ἀλλὰ πολλῷ μᾶλλον ἡ παράκλησις.
ἀδείᾳ καὶ ἀσφαλείᾳ εἶναι, ἀλλὰ μᾶλλον αἱρούμεθα θλίβεσθαι καὶ κινδυνεύειν, ἵνα ὑμᾶς διὰ τοῦ κηρύγματος σώσωμεν καὶ παρακαλέσωμεν πρὸς τὴν πίστιν οὐκοῦν ὑπὲρ τῆς ὑμῶν σωτηρίας τὰς θλίψεις ὑπομένομεν τῆς ἐνεργουμένης ἐν ὑμῖν.
παρακαλούμεθα, ἵνα μὴ ἀπαγορεύσαντες ἀμελήσωμεν τῆς σωτηρίας ὑμῶν, ἣ ἵνα παραβληθῆτε ὁρῶντες ἡμᾶς ὑπὸ τοῦ Θεοῦ παρακαλουμένους· ὥσπερ γὰρ φησὶ, κοινωνοί ἐστε τῶν παθημάτων ἡμῶν, οὕτως ἔδει κατὰ τὸ ἀκόλουθον κοινωνοὺς εἶναι καὶ τῆς παρακλήσεως.
ἔλεγεν Ἐπιστολῇ, ὅτι θύρα μοι ἀνέῳκται, καὶ ἀντικείμενοι πολλοί.
ἡμᾶς· τὸν δὲ τοιοῦτον ὁ Δαυὶδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου.
τοῦ θανάτου προσδοκία· ὁ γὰρ Θεὸς οὐκ εἴασεν αὐτὴν εἰς ἔργον προελθεῖν, διδάσκων ἡμᾶς μὴ πεποιθέναι ἐπ’ ἰδίᾳ δυνάμει ἣ βουλῇ, ἀλλ’ ἐπ’ αὐτῷ μόνῳ, ὅτι καὶ τὰ παρ’ ἡμῖν ἀνέλπιστα καὶ ἀδύνατα αὐτῷ ῥᾴδια καὶ δυνατά· τοῦτο δὲ, φησὶ, τὸν Θεὸν πεποιηκέναι οὐχ ὡς αὐτοῦ Παύλου δεομένου μαθεῖ τίς γὰρ αὐτοῦ μᾶλλον ᾔδει
τῷ ἐπὶ μόνῳ Θεῷ ἐλπίζειν ; ἀλλ’ ἵνα δι’ ἡμῶν οἱ ἄλλοι τοῦτο μάθωσι· καὶ οὕτως ἑαυτῶν, φησὶν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ Θεῷ σχῶμεν· ὁ δὲ ἑαυτοῦ προαπογινώσκων, πῶς ἂν οἰκείᾳ βουλῇ ἣ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐλπίσιν ὡς ἐξακολούθον τὸ ἅπαν ἑαυτοῦ ἐκδοῦναι Θεῷ.
τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τῇ διανοίᾳ ἡμῶν τοῦτο συμβῆναι συνεχώρησε· διὸ καὶ ἐν ἑαυτοῖς, φησὶ, τὸ ἀπόκρίμα τοῦ θανάτου ἐσχήκαμεν. Ἅμα μὲν ἐμφαίνει τὸ τοῦ κινδύνου μέγεθος, μονονουχὶ λέγων, ὅτι νεκροὺς γενομένους ἀνέστησεν, ἅμα δὲ καὶ τοῦ τῆς ἀναστάσεως αὐτοὺς ὑπομιμνήσκει λόγου, ὃν πολὺν ἐποιήσατο ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Οὐκ εἶπε κινδύνου, ἀλλὰ θανάτου, ὅπερ καὶ τὸ ὑπερέχον τῶν κινδύνων δηλοῖ, καὶ τὴν
ἀνάστασιν πάλιν παρετίθει, ὡσεὶ ἔλεγε, τι ἀπιστοῦσί τινες τῇ ἀναστάσει ; ἤδη δι’ δῶσι δείγματα ταύτης ὁ Θεός· ἡμᾶς γὰρ τῷ ὅλῳ μέρει νεκρωθέντας ἤγειρεν.
τὸ γὰρ “ ῥύσεται εἰδότος ἢν ἀεὶ ἕξειν πειρασμούς. Ὄρα δὲ ταπεινοφροσύνην· Παῦλος τῆς Κορινθίων εὐχῆς τὴν συνέργειαν αἰτεῖ· τοῦτο δέ ἐστι καὶ διδάσκοντος τῆς εὐχῆς τὸ ἀναγκαῖον. Ῥύσεται δὲ ἡμᾶς ὁ Θεὸς, καὶ ὑμῶν εἰς τὴν εὐχὴν συνεργούντων, ἵνα, φησὶ, κοινὴν τὴν χάριν ἐμοὶ τε καὶ ὑμῖν παράσχῃ, ἵνα
ἐν πολλῷ προσώπῳ, τουτέστι, διὰ πολλῶν προσώπων τῶν ὑμετέρων δηλονότι εὐχαριστηθῇ ὁ Θεὸς ὑπὲρ τῆς εἰς ἐμὲ χάριτος.
ἔχειν τῆς σωτηρίας τὰς ἀφορμὰς ἀπὸ συνειδότος Χριστοῦ· τὸ μαρτύριον γὰρ, φησὶ, τῆς συνειδήσεως ἡμῶν, ὡσεὶ ἔλεγε, τὸ συνειδὸς ἡμῶν μαρτυροῦν ἡμῖν ἀγαθὰ, καὶ ὅτι ἐν ἁπλότητι ἀνεστράφημεν ἐν τῷ κόσμῳ, μεγίστην παρακλήσεως πρόφασιν δέδωκεν ἡμῖν, μᾶλλον δὲ οὐ παρακλήσεως μόνον, ἀλλὰ καυχήσεως.
ταῦτα αὐτὸς ἀποσείεται καὶ φεύγει· ἀλλ’ ἐν χάριτι Θεοῦ· τουτέστι σημείοις καὶ τέρασιν, ἅτινα ἦν χαρίσματα Θεοῦ.
ἐγράφομεν, “ ἃ ἀναγινώσκετε,” τουτέστιν, ἃ ὑπομιμνήσκεσθε εἶναι παρ’ ἡμῖν· ἀνάγνωσις γάρ ἐστιν ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις· καὶ τι λέγω, φησὶν, ἅτινα ὑπομιμνήσκεσθε, ἅτινα μὲν οὖν ἐπιγιγνώσκετε εἶναι ἡμῶν ἴδια, μήτε ὑπομνησθῆναι δεόμενοι διὰ τὸ πρόδηλον αὐτῶν, ἀλλὰ ἀκριβῶς εἰδότες καὶ πρὸ ὑπομνήσεως.
ἔγνωτε· μετριάζει δὲ τοῦτο λέγων. Εἶτα ἵνα μὴ φορτικὸς εἶναι δόξῃ, περὶ ἑαυτοῦ λέγων, κοινὰ τὰ αὐτοῦ ποιεῖται κατορθώματα. Εἰ γὰρ τοιοῦτος, φησὶ, δειχθῶ, οἷον εἴρηκα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, οἷον ἐν τῇ κρίσει· οὐδὲ γὰρ δεῖ, φησὶ, τὰ παρόντα σκοπεῖν, οἷον τὰς ὕβρεις, τὰ ὀνείδη, ἃς ἀκούομεν οἱ Ἀπόστολοι· εἰ
τοιοῦτοι γὰρ οὖν δειχθῶμεν, καύχημα ὑμῶν ἐσμεν· πῶς ; ὅτι τοιούτων ἠπορήσατε διδασκάλων τῶν οὐδὲν ἀνθρώπινον διδαξάντων· καὶ ἡμεῖς δὲ ἐν ὑμῖν καυχησόμεθα, ὅτι τοιούτων ἠπορήσαμεν μαθητῶν τῶν μὴ σαλευομένων ἢ σκανδαλιζομένων ἐν τῷ πάσχειν κακῶς τοὺς αὐτῶν διδασκάλους.
Catena In Epistulam II Ad Corinthios (Catena Pseudo-Oecumenii). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.