ΚΕΦ. ΛΔ.
πιεῖν, ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον· ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι·
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις
εἶπον, ἀναθέματι ἀναθεματίσαμεν ἑαυτοὺς, μηδενὸς
γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι
αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
τραύματα, τὰ τραύματα θάνατον.
ἀτόλμητον ἦν· καὶ τὴν γνώμην εἰσηγοῦνται καὶ τὴν πρᾶξιν ἐπαγγέλλονται· ἀνάγκην αὐτοῖς τινὰ ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεματισμου.
εἴτε οὖν ἐψεύσαντο τὴν ὑπόσχεσιν, ὡς καὶ ἐψεύσαντο, ἀνάθεμά εἰσιν· εἴτε καὶ τὸν Παῦλον δίκαιον ἄνδρα καὶ ἀκατάκριτον ἐξεγεγόνει αὐτοῖς φονεῦσαι, πάλιν ὡς φονεῖς ἀνάθεμα ἑαυτοὺς ἐποίουν· ἤτοι ὁ Θεὸς ἐποίει αὐτοὺς, εἰ καὶ παρεσιώπων οἱ ἀρχιερεῖς.
παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε τῷ Παύλῳ.
ῥίψας, οὕτως ἑαυτὸν ἀφίησιν.
αρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. ὁ μὶν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καὶ φησὶν, ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντα τι λαλῆσαί σοι.
ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχώρησας
κατ’ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί
μοι; εἶπε δὲ, ὅτι καὶ οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον, ὡς μελλόντων τί ἀκριβέστερον πυνθάνεσθαι
περὶ αὐτοῦ. σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι
γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀναθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
ὅρα ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον· ἀλλὰ λαβὼν ὁ ἑκατόνταρχος ἀπήγαγε τῷ χιλιάρχῳ· καὶ καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον· καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις τὸ τί δεῖ γενέσθαι.
οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἱ λέγοντες ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων· εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία, ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος,
ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διὰ παντὸς ἔδραμε στεφανούμενος· καὶ οὐδενὶ τῶν δικαίων ἐνέδωκεν ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων.
λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς μηδὲν ὄντας· εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι· οὐ γὰρ δὴ ἐβούλετο οὔτε ἀρνήσασθαι οὔτε ἐπινεῦσαι· τότε δὲ ἐπίστευσεν ἐκ τῶν ἤδη γενομένων.
εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσι, μεχρὶ Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·
κτήνη τε παραστῆσαι, ὅπως ἐπιβάσαντες τὸν Παῦλον
διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστολὴν
περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας
τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστι.
αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.
μηνυθείσης δέ μοι ἐπιβουλῆς ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα
πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἔπι σου. ἔρρωσο.
οὐ μόνον ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται, ἀλλὰ καὶ ἄλλης πολλῆς· ὅρα πῶς αὐτῷ ὑπηρέτης γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι μετὰ τοσαύτης παρατάξεως.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.