ΚΕΦ. ΛΓ.
ἔπραξεν.
εἰς αὐτοὺς.
ἄχρι ταύτης τῆς ἡμέρας. ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐκέλευσε
τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
καὶ ἐπαρᾶται· παρρησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἣ θυμοῦ· οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ· εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι, ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνο θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς
αὐτὸν τὸν ἐπιτάξαντα· τὸ δὲ “ τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ “ κρίνων με κατὰ τὸν νόμον;” ἀντὶ τοῦ ὑπεύθυνος ὤν· ὡσανεὶ ἔλεγε, καὶ μυρίων πληγῶν ἄξιος ὤν. Καὶ μετ’ ὀλίγα—Σφόδρα πείθομαι μὴ εἰδέναι αὐτὸν ὅτι ἀρχιερεύς ἐστι· διὰ μακροῦ μὲν ἐπανελθόντα χρόνου, μὴ συγγενόμενον δὲ Ἰουδαίοις, ὁρῶντα δὲ αὐτὸν
ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς, πολλῶν ὄντων καὶ διαφόρων. Καὶ μετ’ ὀλίγα—Οὐδὲ ὕβρις ἦν τὸ παρ’ αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις, ὅταν λέγῃ· “ οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι “ παρομοιάζετε τάφοις κεκονιαμένοις.”
τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες εἶπον, τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;
ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς·
γέγραπται γὰρ, ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κάκως.
ὀφειλέτην εἶναι τὸν ὄντα μὲν κακὸν, πλαττόμενον δὲ τὸ καλὸν ἐπὶ ἀπάτῃ πολλῶν, προσηκόντως εἴρηται· διὸ οὐδὲ ἀρχιερέα εἰδέναι λέγει, εἴγε ἀρχιερέως μὲν ἔργον τὸ καὶ σώζειν τὸ ὑποτεταγμένον ποίμνιον· οὗτος δὲ καὶ ἐπέτριβε καὶ ἐλυμαίνετο, ἀφιστῶν τῆς δεδομένης σωτηρίας παρὰ Θεοῦ.
διαθέσεως· οἱ δὲ παρεστῶτες ἔλεγον· “ τὸν ἀρχιερέα τοῦ Θεοῦ “ λοιδορεῖς;” ὁ δὲ ἅγιος Παῦλος βουληθεὶς δεῖξαι, ὅτι δεῖ καὶ θυμὸν δίκαιον περιστέλλειν, καὶ ἀγανάκτησιν δικαίαν καλύπτειν· ὥσπερ μεταμεληθεὶς λέγει· “ οὐκ ᾔδειν,” καὶ τὰ ἑξῆς· οὐκ ᾔδεις ὅτι ἱερεύς ἐστι; πῶς οὖν ἔλεγες, “ καὶ σὺ κάθῃ κρίνων με κατὰ
“ τὸν νόμον;” ἀλλὰ προσποιεῖται ἄγνοιαν, οὐ βλάπτουσαν ἀλλ’ οἰκονομοῦσαν· ἔστι γὰρ καὶ μεταχειρισμῷ χρήσασθαι ἰσχυροτέρῳ παρρησίας· πολλάκις μὲν παρρησία ἄκαιρος ἔβλαψε τὴν ἀλήθειαν· μεταχειρισμὸς δὲ εὔκαιρος κατόρθωσε τὸ προκείμενον.
γνώμῃ, τοῖχος κεκονιαμένος εἴη, ᾧ κόλασις ἕπεται, διὰ τὸ δολερῶς ὑποκρίνεσθαι τὴν ἁγίου κατάστασιν· ἐπειδὴ δὲ ταῦτα προσδοκοῦντα ἀρχιερέα λέγεται ὑπὸ Παύλου, ἀμφιβάλλεταί τις εἰ μετὰ τοῦ καθήκοντος ἐλέγχθη· πρὸς ὃν λεκτέον· εἰ μὲν γὰρ διὰ τοῦ c λοιδορήσασθαι προέκειτο, οὐ δεόντως· εἰ δὲ τοῦ ἐλέγξαι, καὶ
τὸ d κολαστέον εἶναι τὸν ἐπιμορφαζόμενον τὸ καλὸν, καθηκόντως εἴρηται ἡ φωνή· διὸ καὶ μάλιστα ἐπεὶ ἀρχιερεὺς ὣν, ἐδόκει τοῖχος εἶναι, τοῖχον κεκονιαμένον εἶπεν αὐτόν. οὐ παντὸς ὑποκριτοῦ· ὡς ὅτε ὑποτεταγμένος ἐστι ὄντος τοίχου.
τὸν ἀρχιερέα τῶν Ἰουδαίων παραβάτην ὄντα τοῦ νόμου, καὶ μὴ ὀφείλοντα ἄλλον ἐπὶ παρανομίᾳ κρίνειν.
πανταχοῦ τῆς χάριτος ἀπολαύει· καὶ ἐν τούτῳ μετὰ ταῦτα ἐβουλήθη σχίσαι τὸ πλῆθος, τὸ κακῶς ὁμονοοῦν κατ’ αὐτοῦ· καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων.
ἴσασι Σαδδουκαῖοι τάχα, οὐδὲ τὸν Θεὸν, παχεῖς τινὲς ὄντες· ὅθεν οὐδὲ ἀνάστασιν βούλονται πιστεύειν εἶναι.
Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν,
μήτε ἄγγελον μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
εἰπεῖν αἵρεσις γεννᾶται, κατὰ κυριολεξίαν ἐπί τινων λόγων τὰς γραφὰς πολυπραγμονεῖν ζητούντων.
εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.
“ πνεῦμα.” ὅρα συνετῶς τὸν Παῦλον, οὐδεμίαν αὐτοῖς δόντα λαβήν.
τὴν μηχανὴν τοῦ λόγου, ἵνα ἐκφύγῃ τὴν ἐπιβουλὴν, ἄδηλόν φησιν· ἣ ὡς ἀπὸ τῶν Φαρισαίων τὸ ῥῆμα λεκτέον· “ εἰ δὲ πνεῦμα ἐλά- “ λησεν αὐτῷ ἢ ἄγγελος, ἀντὶ τοῦ, ἰδοὺ τὰ περὶ ἀναστάσεως λαλῶν δῆλός ἐστιν, ἢ διὰ νεύματος Ἁγίου ἢ δι’ ἀγγέλου κατηχηθεὶς τὸν τῆς ἀναστάσεως λόγον.
ἐπειδὴ εἶπεν, ὅτι Ῥωμαῖός ἐστι· καὶ οὐκ ἀκίνδυνον ἦν τὸ πρᾶγμα· ὁρᾶς ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι· ἦ γὰρ ἃν οὐδὲ νῦν ἐφοβήθη· καὶ τὸ στράτευμα λοιπὸν ἁρπάζει αὐτὸν ὡς ἴδιον, οἶμαι.
θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτως δεῖ καὶ εἰς Ῥωμὴν μαρτυρῆσαι.
Ρώμην· καὶ γὰρ καὶ ἐκεῖ, φησιν, οὐκ ἀπελεύσῃ μόνος, ἀλλὰ τοσαύτῃ χρήσῃ παρρησίᾳ· ὅτι σωθήσεται ἐδηλοῦτο, ἀλλ’ ὅτι καὶ ἐπὶ μεγάλοις στεφάνοις.
φαίνεται, καὶ ἐν τοῖς κινδύνοις ἐγγυμνάζων ἡμᾶς· καὶ μετὰ τὸ φανῆναι πάλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως σωθῆναι· τί δὴ τοῦτο οὐκ ἐθορυβήθη; οὐδὲ εἶπεν, ἆρα ἠπάτημαι παρὰ Χριστοῦ, ἀλλ’ ἐπίστευσεν; οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν· ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας οὐ προέδωκεν. ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀνεθαματισμοῦ· ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ· καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ ἐπέθηκεν, οὕτω δὴ καὶ οὗτοι· τοιαῦτα γὰρ τὰ διαβολικά· προσχήματι
δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι· καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων ἀλλὰ λῃσταρχῶν· ταῦτα οὐκ ἀρχόντων ἀλλὰ λυμαινομένων· καὶ τὸν ἄρχοντα διαφθεῖραι ἐπιχειροῦσιν· ἀλλ’ ᾠκονομήθη, ὥστε καὶ ἐκεῖνον καταμαθεῖν αὐτῶν τὴν ἐπιβουλήν.
τὸν βασιλέα, οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.