ΚΕΦ. ΙΗ.
κατείχετο φόβῳ. “ καὶ γὰρ,” φησὶ, “ κεκρυμμένος ἦν διὰ τὸν φόβον “ τῶν Ἰουδαίων.” τί οὖν ἐστιν ; ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι, καὶ τῷ Πιλάτῳ δῆλος, ὅθεν καὶ τὴν χάριν ἔλαβε προσελθών. Ποιοῦνται δὲ πολυτελῆ τὴν ταφὴν, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου ὑψηλοῦ διέκειντο, καὶ τοιαῦτα φέρουσιν ἀρώματα, ἃ
μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν. πλὴν ὅμως τὴν φιλοστοργίαν πολλὴν ἐπιδείκνυται, καὶ ἐνταφιάζουσιν οὐχ ὡς καταδίκου, ἀλλ’ ὡς ἔθος, φησὶν, ἦν τοῖς Ἰουδαίοις πολυτελῶς.
ταφῆς.
γράμμα τὸ ἱερὸν, καὶ δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὣν, ἱν ἡμεῖς τῆς ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ τοῦτον ἐπτώχευσεν, ὡς βοᾷν “ αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ “ σκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “ κλῖναι,” καὶ τὸ παράδοξον τὴν μετὰ τὸν σταυρὸν τὴν ἐν τάφῳ λέγει τελευταίαν κατάκλισιν. Οὐ γὰρ εἰς ἴδιον ἐτέθη μνῆμα, ἀλλ’ Ἰωσὴφ ὁ ἀπ’ Ἀριμαθαίας ἐν τῷ οἰκείῳ μνήματι καθάπερ ξένον αὐτὸν ὑπεδέξατο· καὶ γυμνὸν ὄντα τῷ περιβολαίῳ τῷ λινῷ
περιέστειλε, καὶ παρέδωκε τῇ οὕτως οἰκονομηθείσῃ καὶ μέχρι τούτου ταπεινωθείσῃ ταφῇ.
ἀδεῶς προσίεσαν. Οὕτω δὲ ὠμοὶ ἤσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ’ ὁ ἀπ’ Ἀριμαθίας ξένος.
διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς, καὶ τὴν καινοτομίαν u τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. Ὠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ τῆς κλοπῆς λόγος.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.