ΚΕΦ. ΙΖ.
οὐχ οὕτως δὲ ὡς ἐχρῆν, Θεὸν μὲν γὰρ ᾔδεσαν αὐτὸν, Πατέρα δὲ οὐδέπω· ὕστερον δὲ τὸ Ἅγιον Πνεῦμα ἐπελθὸν πᾶσαν αὐτοῖς ἐνέθηκε τὴν γνῶσιν. Διὰ τοῦτό φησιν, “εἰ ἐρώκειτέ με, καὶ “τὸν Πατέρα μου ἐγνώκειτε ἄν.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, εἰ ᾔδειτε ἐμὴν οὐσίαν, καὶ τοῦ Πατρὸς ᾔδειτε ἄν. Τὸ δὲ “ἀπάρτι
“γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν,” τοῦτο δηλοῖ, ὅτι δι’ ἐμοῦ τὴν εἰς αὐτὸν ἐπίγνωσιν ἐσχήκατε. Ὄψιν λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Ὥσπερ γὰρ ὁ εἰπὼν, “ὤφθη ᾿Αγγέλοις,” οὐ περὶ τῆς οὐσίας αὐτῆς ἔφη, ἀλλ’ ὡς ἐκείνοις ἰδεῖν ᾗ δυνατόν· οὕτω καὶ ἐνταῦθα χρὴ λογίζεσθαι.
ἰδεῖν αὐτόν· ἀλλ’ ὁ Χριστὸς τοῦ τοιούτου φρονήματος ἐκκόπτων αὐτὸν, φησὶ, “τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς “με, Φίλιππε;” οὐκ εἶπεν, οὐκ εἶδές με, ἀλλ’ “οὐκ ἔγνωκάς με·” τοῦτο γάρ ἐστιν αὐτὸς, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱός.
“Πατέρα.” Ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐπειδὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς βούλει ἰδεῖν τὸν Πατέρα, γίγνωσκε ὅτι οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν οὕτως ἰδεῖν· οὐδὲ γὰρ ἐμὲ αὐτὸν οἶδας, ὡς σὺ νομίζεις· σῶμα γὰρ περιβέβλημαι 1, καὶ τοῦτο θεωρεῖς. Εἰ γὰρ ἐμὲ εἶδες, ὡς εἰμὶ, τῇ θεότητι ἐν ἐμοὶ ἐκεῖνον ἔρως ἄν.
Δεικνὺς δὲ τὸ ὁμοούσιον καὶ τὸ ἀπαράλλακτον μετὰ τῆς τῶν προσώπων διαιρέσεως ἐπήγαγε λέγων, “οὐ πιστεύεις ὅτι ἐγὼ ἐν 1 “τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι,” καὶ τὰ ἑξῆς, καὶ ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδείκνυται λέγων, “ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ “μένων, αὐτὸς ποιεἴ τὰ ἔργα,” τουτέστι, ὅτι οὐκ ἀν’ ἄλλως ἄποιησε ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ. Ὅπερ δὲ μετὰ τὸ εἰπεῖν “πιστεύετέ μοι, ὅτι ἐγὼ έν τῷ Πατρὶ, καὶ ὸ Πατὴρ ἐν ἐμοι,”
ἐπήγαγε λέγων, “εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι,” τοῦτό ἐστιν, ὅτι ἔδει μὲν ὑμᾶς, φησὶν, ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν, εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγένειας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε.
ὅτι αὐτῶν ἐστι λοιπὸν τὸ θαυματουργεῖν, αὐτοῦ ἀπερχομένου.
ἀλλ’ οὐκ ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, μένων πάλιν Υἰὸς ὤν.
πρὸς τὴν τοῦ ἀσωμάτου κατάληψιν· ἐχρῆν οὐ δή πω l καὶ τὸν Φίλιππον πολλῷ τῷ παρελθόντι χρόνῳ τὰς δυνάμεις τοῦ Κυρίου θεωρήσαντα ἐγκαταλήψει ἤδη ὑπάρχειν, καὶ σαφῶς ἐγνωκέναι τὴν θεότητα τοῦ Κυρίου· προσδιδάξας τοιγαροῦν, ὅτι τῆς ψυχῆς τὴν γνῶσιν ἐπιζητεῖ, ἀκολούθως ἐπισυνῆψε περὶ τῆς ὁράσεως, ὅτε
ὑποπτεύεσθαι ἐδύνατο σωματικὴν ὅρασιν ἐπιζητεῖν λέγων, “ὁ “ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,” ἐξ οὗ παρίσταται, ὅτι τὴν κατὰ διάνοιαν ὅρασιν ἔλεγεν.
ἁτέρα εἴσοδος, ἣ δι’ Υἰοῦ, οὔτε πάλαι, οὔτε νῦν, οὔτε αὐθις, ἀλλ’ οἰκειότερον ἡ διὰ Υἱοῦ εἴσοδος ἔσχηκε δὲ νῦν, ὅτι πλησιέστερον ἡμῖν καθέστη σαρκωθείς.
“ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει,” καὶ τὰ ἄλλα σημεῖα ἅπερ ἐποίησαν αὐτοῦ συνεργοῦντος. Δεύτερον δὲ “ὅτι ἐὰν αἰτήσητε,” καὶ τὰ ἑξῆς, λέγει αὐτοῖς βεβαιῶν τὸν λόγον τὸν ἑαυτοῦ, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοὺς τῇ θλιψεῖ συνεχομένους· ἵνα δὲ μὴ νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν,
ἐπήγαγε τὸ, “ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε,” ἀξιοπιστότερον δὲ τὸν λόγον ποιῆσαι βουλόμενος, συγκαταβάσεως λόγους φθέγγεται λέγων, “ἐρωτήσω τὸν Πατέρα· διὰ δὲ τοῦ εἰπεῖν “καὶ ἄλλον Παράκλητον” καταισχύνει τοὺς τὰ Σαβελλίου νοσοῦντας, καὶ τοὺς περὶ τοῦ Ἁγίου Πνεύματος οὐ τὴν προσήκουσαν
δόξαν ἔχοντας· μιᾷ γὰρ πληγῇ τὰς ἐκ διαμέτρου ἑστώσας αἱρέσεις κατήνεγκε· τὸ μὲν γὰρ εἰπεῖν “ἄλλον,” δείκνυσι τῆς ὑποστάσεως διαφοράν· τὸ δὲ εἰπεῖν “Παράκλητον,” τῆς οὐσίας τὴν συγγένειαν·
οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τῶν ἀξιῶν αὐτοῦ. Ἵνα δὲ μὴ ἀκούσαντες “ἄλλον Παράκλητον” πάλιν σάρκωσιν ἑτέραν ὑποπτεύσωσι, τοῦτο διορθούμενος φησὶν, “ὁ δὲ κόσμος οὐ δύναται,” φησὶ, “λαβεῖν,” καὶ τὰ ἑξῆς.
“γιγνώσκει αὐτό·” οὐδὲ γὰρ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτην ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς φησίν.
οὕτω φησὶν, ὑμῖν συνέσται ὥσπερ ἐγὼ, ἀλλ’ ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς. Χρὴ δὲ σκοπῆσαι πόσοις ἐπῇρε τὸν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου λόγον. Εἶπεν ὅτι ἄλλος ἐγώ ἐστιν, εἶπεν ὅτι οὐκ ἀφήσει ὑμᾶς, εἶπεν ὅτι πρὸς ὑμᾶς μόνον ἔρχεται. Ὥσπερ οὖν ἐγὼ, εἶπεν ὅτι ἐν ὑμῖν μένει. ᾿Αλλ᾿ οὐδὲ οὕτως τὴν ἀθυμίαν
αὐτῶν ἐξέβαλεν, αὐτὸν γὰρ ἐζήτουν ἔτι. Διὸ τοῦτο θεραπεύων ἐπήγαγε λέγων, “οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς·” οὐδὲ τοῦτο εἶπον, φησὶν, ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ἐγὼ ὑμῶν εἰς τέλος ἀπανιστάμενος καὶ οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ ἐγὼ αὐτὸς “ἔρχομαι πρὸς ὑμᾶς,” ὅπερ μάλιστα ἐζήτουν. Ἐπειδὴ δὲ εἴρηκεν
ὅτι “ἔρχομαι πρὸς ὑμᾶς,” ἵνα μὴ παρουσίαν πάλιν τοιαύτην επιζητῶσιν οἵαν καὶ πρότερον. Διὰ τοῦτο ἐπήγαγε λέγων, “ἔτι μικρὸν “καιρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με,” ὡσανεὶ ἔλεγεν, ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον. Εἰπὼν δὲ ὅτι “ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε,” οὐχὶ τὴν παροῦσαν,
ἀλλὰ τὴν μέλλουσαν λέγει ζωήν. Τὸ δὲ, “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ “γνώσεσθε,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ὅταν ἀναστῶ, φησὶ, γνώσεσθε, ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν, καὶ ὅτι μεθ’ ὑμῶν εἰμι διηνεκῶς, τῶν πραγμάτων ἀνακηρυττόντων τὴν περὶ ὑμᾶς βοήθειαν παρ’ ἐμοῦ γενομένην. συγκαταβαίνων
δὲ πάλιν τοῖς ῥήμασι, φησὶ, “καθὼς ἀπέστειλέ με ὁ “Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς.” Εἰ γὰρ μὴ τοῦτο οὕτως ἐκλαβώμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ Ἀπόστολοι τοῦ Χριστοῦ. Τί ἐστιν “ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός “ἐστιν ὁ ἀγαπῶν με;” ὅτι οὐκ ἀρκεῖ τὸ ἐχόμενον, ἀλλὰ καὶ
φυλακῆς ἡμῖν δεῖ τούτων ἀκριβοῦς. Τὸ δὲ ἔπαθλον ὅσον ἔσται
ἐπήγαγε λέγων, “ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός “μου” καὶ τὰ ἑξῆς.
ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς “τεκνία,” μέλλων ἀπιέναι, εἶπεν “ὀρφανούς.” Ὅτι ἤμελλε μόνοις αὐτοῖς ὠφθῆναι μετὰ τὴν ἀνάστασιν, πᾶσιν εἶπε “μικρόν.” μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας, μικρὸν γὰρ Θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ ἅγιοι διὰ τῆς τοῦ Πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ
τὰ τοῦ κόσμου ἀγαπῶντες. Ἀρραβὼν τῆς μελλούσης ζωῆς ἔχετε λαβεῖν, ἐστιν ἡ ἐμὴ ἀνάστασις.
πρὸς αὐτὸν ὁμοιότητος καὶ συναφείας, ὑμεῖς δὲ ἐν ἐμοὶ, διὰ τῆς εἰς ἐμὲ πίστεως τε καὶ ἀγάπης· ἔτι δὲ τῆς τοῦ Πνεύματος δόσεως τὴν πρὸς ἐμὲ κοινωνίαν λαμβάνοντες· κἀγὼ δὲ ἐν ὑμῖν ὡς εἰκός. Ἡ γὰρ συνάφεια τοῦτο παρασκευάζει, ὥστε ἀναγεννηθέντων ὑμῶν τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἐν τάξει μοι σώματος γενομένων,
καὶ κεφαλῆς χώραν ὑμῖν ἐπέχειν ἐπ’ ἐμέ.
μέλλειν ὁρᾶσθαι. Διὸ ἵνα μὴ τοῦτο μέχρι πολλοῦ νομίζωσι, λέγει αὐτοῖς, “ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ “μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν “παρ’ αὐτῷ ποιήσομεν,” μονονουχὶ λέγων, ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγὼ ἐν ἀληθείᾳ, καὶ οὐ κατὰ φαντασίαν,
ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ’ οὐδὲ τὸν Πατέρα ἀγαπᾷ, ὁ μὴ τούτῳ μου πιστεύων τῷ λόγῳ· τὸ γὰρ αὐτὸ ἐμφαίνει, καὶ ὅπερ ἐπήγαγε λέγων, ὅτι ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ, τοῦτό ἐστιν, οὓς εἶπον, ὅτι ἐκ νεκρῶν ἐν ἀληθείᾳ ἐγείρομαι. Ταῦτα δὲ πάντα συνεχῶς λέγει, ἵνα μὴ μετὰ τὴν ἀνάστασιν φάντασμα
αὐτὸν εἶναι νομίσωσιν. Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες αὐτὸν, τοῦτο ἐνόμισαν, τι ἂν οὐχ ὑπώπτευσαν ἃν, θεασάμενοι αὐτὸν ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ σταυρούμενον καὶ θαπτόμενον; Ἐν δὲ τῷ εἰπεῖν, “ὁ λόγος ὃν ἠκούσατε, οὐκ ἔστιν “ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός μου Πατρὸς,” δείκνυσιν ὅτι οὐδὲν
ἔξω τοῦ Πατρὸς φθέγγεται, οὐδὲ ἴδιόν τι παρὰ τὸ δοκοῦν ἐκείνω.
οἷόν τε ἦν, παντὶ τῷ κόσμῳ. ὁ δέ γε Σωτῆρ’ βουλόμενος δεῖξαι, ὅτι οὐ πάντων ἐστὶ καταξιοῦσθαι τῶν τοιούτων, διὰ τῆς ἀποκρίσεως παρίστησιν, ὡς μόνοι οἱ φυλάσσοντες αὐτοῦ τὰς ἐντολὰς, ἄξιοι φανήσονται τῆς τε αὐτοῦ ἐπιφανείας καὶ τῆς τοῦ Πατρὸς ἀγάπης. Ὁ δὲ μὴ πιστεύων, μηδὲ τηρῶν αὐτοῦ τοὺς λόγους,
ἀλλότριος παντελῶς τῆς ἀγάπης αὐτοῦ καθέστηκε. τὸν δὲ λόγον τῆς διδασκαλίας οὐκ ἴδιον, ἀλλὰ τοῦ πέμψαντος αὐτὸν Πατρὸς εἶναι εἰρηκὼς, σαφῶς δὲ ἐκ τούτου τὸ διάφορον τῶν προσώπων ὑπέδειξεν.
ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὣν τηροῦσι τὰς ἐντολάς.
προσγινομένην τοῖς ἁγίοις, καὶ τοῖς ἀπὸ τῆς τοῦ Πατρὸς
μετοχῆς κοινωνίαν. “Ταῦτα δὲ λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων,” φησι, ταῦτα, ποία; ἅπερ ἀσαφῆ αὐτοῖς ἐφαίνετο τέως. Διὸ καὶ ἐπήγαγεν, “ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ “Πατὴρ” καὶ τὰ ἑξῆς, τουτέστι, σαφὴς ἔσται διδάσκαλος ὑμῶν.
Ἐπειδὴ δὲ καὶ ταῦτα ἀκούοντες ἐταράσσοντο, ἐπήγαγε λέγων, “εἰρήνην ἀφίημι ὑμῖν,” καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι οὐδὲν βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύετε
πρός με. “Οὐ γὰρ καθὼς ὁ κόσμος δίδωσι,” φησὶν, “ἐγὼ δί- “δωμι ὑμῖν,” ἐκείνη μὲν γὰρ καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ
ἀνόνητος. Ἐγὼ δὲ δίδωμι τοιαύτην, ἥτις ὑμᾶς ἰσχυροτάτους ποιεῖ. Αὕτη δέ ἐστιν, ἵνα μετ’ ἀλλήλων εἰρηνεύητε· ἀλλ’ ἐπειδὴ πάλιν ἀναχωροῦντος ἦν, καὶ ἱκανὸν αὐτοὺς συγχεῖν, διὰ τοῦτό φησι, “μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω·” ὅθεν χρὴ σκοπεῖν ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον·
ἀκριβῶς, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· διὸ καὶ πρὸς ὅπερ ἐνόμιζον ἐκεῖνοι τὸν Πατέρα μέγαν εἶναι, συγκαταβαίνων ἐγήγαγε λέγων, “ὁ Πατήρ μου μείζων μοῦ ἐστι,” ὅπως τοῦτο νομίζοντες καὶ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα τὸν δυνατὸν ἀπέρχεται, τὸν λῦσαι πάντα δεινὰ ἰσχύοντα, παραμυθίαν ἐντεῦθεν
λάβωσι.
οὐ μόνον δὲ πάντας κοινῇ πρὸς ἀλλήλους συνάπτει, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον ἑαυτῷ σύμφωνον ἀποτελεῖ. Ἐπειδὴ γὰρ, οἶμαι, ἡ ἀνθρωπίνη φύσις ἐξ ἐπιβουλῆς τοῦ ἐναντίου πρὸς ἑαυτὴν διέστη τὸ πρὶν, καὶ ὥσπερ ἐμφύλιον πόλεμον εἰς ἑαυτὴν ἐδέξατο τοῦ πονήρου ἐπαναστήσαντος τὸ χεῖρον τῳ κρείττονι, καὶ επιτειχισαντος
τὴν σάρκα τῷ Πνεύματι, ἐδεῖτο τῆς παρὰ τοῦ Κυρίου εἰρήνης, ὅπως ἡ ψυχὴ εὐήνιον πάλιν τὴν σάρκα καὶ πειθήνιον τὸ σῶμα ἀπολαβοῦσα, ἐμφυλίου στάσεως ἀπαλλαγῆναι δυνηθῇ.
Διὰ τί εἶπεν, “ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν;” ἀναπνεῦσαι διδῶν αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου· καὶ
γὰρ νὺξ ἦν βαθυτάτη, καὶ μηδὲν προσέχειν τοῖς λεγομένοις, ἀλλ’ ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους. Ἐπεὶ οὖν ὡς αὐτίκα μάλα ἁλωσόμενοι ἐθορυβοῦντο, ἄγει αὐτοὺς εἰς ἕτερον τόπον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούσωσι· καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων.
προστάτης καὶ καθηγητὴς τῆς εἰς ἀφθαρσίαν ὁδοῦ, καὶ εἰς ζωὴν τὴν ἐν ἁγιασμῷ, τοῦτό φησι.
δοθήσεται.
“ἐστι,” δηλοῖ, ὅτι τῆς τοῦ γεωργοῦ ἐπιμελείας οὐχ ἡ ῥίζα ἤγουν ἡ ἄμπελος, τοῦτ’ ἔστι ὁ Υἱὸς ἀπολαύει, οὐδὲ γὰρ δεῖται, ἀλλὰ τὰ κλήματα, τοῦτο γὰρ σαφέστερον καὶ διὰ τῶν ἑξῆς ἐσήμανεν. ἡ ῥίζα δὲ δι’ οὐδὲν ἕτερον παρείληπται ἐνταῦθα, ἀλλ’ ἵνα μάθωσιν, ὅτι τῆς αὐτοῦ δυνώμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ εἰς αὐτὸν πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ.
φέρον καρπὸν, φησὶ, πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ, καθαίρων αὐτὸ, τὴν παρ’ αὐτοῦ βοήθειαν δεικνὺς, ἑαυτὸν δὲ δεικνὺς τὸν ἐπιμελούμενον τῶν κλημάτων, ἐπήγαγε λέγων, “ἤδη ὑμεῖς καθαροί “ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·” ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησὶ, διὰ τῆς ἐμῆς διδασκαλίας, καίτοιγε ἀνωτέρω δείκνυσι τὸν
Πατέρα τοῦτο ποιοῦντα, ἀλλ’ οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ.
“κλῆμα οὐ δύναται ἀφ’ ἑαυτοῦ καρπὸν φέρειν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων, καὶ τὰ ἐξῆς· καὶ δείξας τὴν τούτων ἀπώλειαν, δείκνυσι λοιπὸν τὴν σωτηρίαν τῶν μενόντων ἐν αὐτῷ, λέγων, “ἐὰν μείνητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά “μου ἐν ὑμῖν μείνῃ,” τουτέστι διὰ τῶν ἔργων ἐκπληροῦντες αὐτὰ,
ὅτι ἐὰν θέλητε, αἰτήσασθε, καὶ δοθήσεται ὑμῖν.
ὁμολογίαις, οὐ μὴν καὶ διὰ τῆς τηρήσεως τῶν ἐντολῶν νεκρὰ γινόμεθα κλήματα. “Ἡ γὰρ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι,” δηλονότι καὶ ἄκαρπος.
διὰ μόνον τὸν πρὸς αὐτοὺς λαληθέντα λόγον τουτέστι τὸν Εὐαγγελιστὴν καὶ παρὰ Θεοῦ.
ὡς ἐξ αὐτοῦ δυναμουμένους.
τὰ ξηρὰ κλήματα.
τῶν μαθητῶν διαφόρως νοεῖται· ποτὲ μὲν ἐπὶ τῶν ἔργων τῆς κατὰ τὴν πολιτείαν δικαιοσύνης λαμβανόμενον, ποτὲ δὲ ἐπὶ τῶν ἐθνῶν τῶν εἰς ἐπίγνωσιν Θεοῦ εἰσερχομένων διὰ τῆς ἀποστολικῆς αὐτῶν χάριτος καὶ διδασκαλίας, ἀμφότερα ὑπὸ τῶν μαθητῶν κατορθωθέντα εἰς δόξαν Θεοῦ.
βλέπετε ὅτι ἠγάπημαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς οὖν θορυβεῖσθαι χρὴ, κἂν μέλλητε θλίβεσθαι καὶ διώκεσθαι. Ἄν γὰρ ἐπὶ τῆς ἀγάπης μείνητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον. Μείνατε οὖν ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, φησίν· τούτου γὰρ ὑμεῖς ἐστε κύριοι. Πῶς
δὲ τοῦτο ἔσται; “ἐὰν τὰς ἐντολάς μου, φησὶ, τηρήσητε,” καὶ τὰ ἑξῆς. διὰ πάντων δὲ τούτων δεικνύει, ὅτι τότε ἐν ἀσφαλείᾳ ἔσονται, ὅταν βίον ἐπιδείξωνται καθαρόν. Πάλιν δὲ ἀνθρωπινώτερον διαλεγόμενός φησι, “καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός “μου τετήρηκα,” καὶ τὰ ἑξῆς. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ
ἐντολὰς ἔμελλε κεῖσθαι. Ἐπειδὴ δὲ ἔχαιρον οἱ Ἀπόστολοι καὶ σὺν αὐτῷ ὄντες, ἐλυποῦντο δὲ ἀναχωροῦντες, διὰ τοῦτο ἐπήγαγε λέγων, “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μένῃ, καὶ τὰ ἑξῆς. Δεῖξαι δὲ θέλων τὴν ἑαυτοῦ ἀγάπην συμπεπλεγμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ τινὰ σειρὰν συνημμένην, φησὶν,
“αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγά- “πησα ὑμᾶς.” ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως γίνεται. Ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· οὐχ ἁπλῶς δὲ εἶπεν ἀγάπην, ἀλλὰ καὶ τὸν τρόπον, “καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.
ἀλλὰ γὰρ, φιλῶ ὑμᾶς, φησὶν, ὅτι ὑπὲρ ὑμῶν τὴν ψυχήν μου τίθημι· οὕτω δὲ καὶ πᾶς τὴν ψυχὴν ὑπὲρ τῶν φίλων αὐτοῦ τιθέτω. καὶ ἐπειδὴ τοῦτο μάλιστα δοκεῖ φίλον εἶναι, τὸ τὰ ἀπόρρητα λέγειν, καὶ ταύτης, φησὶν, ἠξιώθητε τῆς κοινωνίας· τοῦτο γὰρ δηλοῖ, ὅπερ εἶπεν “ὅτι ὁ δοῦλος οὐκ οἶδε τί
“ποιεῖ ὁ κύριος αὐτοῦ,” καὶ τὰ ἑξῆς. καὶ εἰ πάντα ὅσα ἤκουσε παρὰ τοῦ Πατρὸς ἐγνώρισεν αὐτοῖς, πῶς λέγει· “πολλὰ ἔχω “λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι;” Τί οὖν ἐστι τοῦτο; οὐδὲν ἄλλο διὰ τοῦ πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ’ ἢ τὰ τοῦ Πατρὸς, καὶ
ἄλλο δὲ τεκμήριον οὐ τὸ τυχεῖν φιλίας τιθεὶς, φησὶν, “οὐχ ὑμεῖς
“ἐμὲ ἐξελέξασθε.” τοῦτο ἔστιν, ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ· τὸ δὲ, “ἔθηκα ὑμᾶς” ἀντὶ τοῦ ἐφύτευσα ὑμᾶς ἐστι. Λέγει δὲ ταῦτα τῇ μεταφορᾷ κεχρημένος τῆς ἀμπέλου ἔτι, “ἵνα “ὑμεῖς,” φησὶν, “ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς
“ὑμῶν μένῃ.” οὐ γὰρ ἐφύτευσα ὑμᾶς μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐεργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα. Ἵνα δὲ μάθωμεν, ὅτι οὐκ ἔλαττόν ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, ἐπήγαγε λέγων, “ἵνα ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου “τὸν Πατέρα, δώῃ ὑμῖν,” καὶ ἵνα μὴ ὑπολάβωσιν ὅτι ὀνειδίζων
εἶπε, τὴν ψυχήν μου τίθημι, καὶ ὅτι πρῶτος ὑμῶν ὑπέδραμον, φησὶ, “ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” τοῦτό ἐστι, διὰ τοῦτο εἶπον ταῦτα, ὅπως εἰς τὴν πρὸς ἀλλήλους ὑμᾶς φιλίαν βεβαιώσω.
παραδίδωσιν αὐτοῖς ταῦτα ὁ Χριστὸς, ὅτι ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀρετῶν, ἡ ἐντολὴ αὐτοῦ τὸ ὑπεραποθνήσκειν τῶν φίλων, καὶ τὸ, ὑπὲρ αὐτῶν ἀγαπᾶτε τοὺς φίλους.
ἀκουσίως ποιῶσι τὰ τῷ Θεῷ ἀρεστά.
ὥσπερ οὐδὲ ἀγάπην τοιαύτην, οὐδὲ ἐντολῆς τήρησιν ὁμοίαν, οὐ γὰρ ῥῆμα εἰς ἀκοὴν ὠτίων φερόμενον, ἐκ Πατρὸς ἐνήνεκται, μηνῦον τὰ τοῦ Πατρὸς βουλήματα, ἀλλὰ τὴν πρόγνωσιν εἴρηκε, ἀκοὴν οὐ προσγινομένην αὐτοῖς κατά τινα καιρὸν, ἀλλὰ συνοῦσαν ἀεί. Οὐ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν ἡ σοφία πρόεισιν, οὐδὲ ἕτερόν
τι παρὰ τὴν σοφίαν ἡ γνῶσις ἐστὶν, ἢν ὑποδέξηται αὐτὴν, ὡς οὐκ αὐτὸν γιγνώσκουσα, ἀλλὰ χρὴ διὰ τῶν συνήθων καὶ τῶν ἀνθρωπίνων ῥημάτων σφραγιζομένην τὴν θείαν ὑπεροχὴν οἰκείως Θεῷ νοεῖν, καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἔπει καὶ πᾶς ὁ περὶ Θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σχήματος ἀνθρωπίνου
καὶ τῶν παθημάτων ὀνόμασι τῶν ἡμετέρων ἀσώματον τὸν ἀσχημάτιστον καὶ ἀπαθῆ Θεὸν ἑρμηνεύων.
ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθέστηκεν ὁ Χριστὸς, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ὑπέδειξε. Διὸ καί φησιν, “εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, καὶ τὰ ἑξῆς. Οὐκ είπε δὲ, ὅτι οὐκ οἶδα ὅτι λυπηρόν ἐστι τὸ πρᾶγμα, ἀλλ’ ὅτι δι’ ἑ μὲ ὑπομένετε
ταῦτα καὶ πάσχετε, εἰς προθυμίαν μείζονα προκαλούμενος αὐτούς· κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους καλεῖ· θέλων δὲ αὐτοὺς μειζόνως παραμυθήσασθαι ἐπήγαγεν, “εἰ ἐκ τοῦ κόσμου ἦτε, τουτέστι, τῆς ὑμετέρας ἀγάπης καὶ ἀρετῆς τοῦτο τεκμήριον ἔσται τὸ μισεῖσθαι. Καὶ γὰρ τοὐναντίον ἀλγεῖν ἐχρῆν, εἰ
μὴ ἐμισεῖσθε, εἰ γὰρ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετο δεῖγμα· βουλόμενος δὲ ἐπὶ πλεῖον ζηλωτὰς αὐτοῦ γενέσθαι φησὶν, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.” Ὃ δὲ τοιοῦτόν ἐστιν· οὐ χρὴ ὑμᾶς ἐν τούτῳ θορυβεῖσθαι, οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους, μᾶλλον μὲν οὑν καὶ χαίρειν ὀφείλετε κοινωνοὶ
γενόμενοι δι’ ἐμῶν παθημάτων· καὶ ἑτέρως δὲ παραμυθεῖται αὐτοὺς, δεικνὺς ὅτι καὶ τὸν Πατέρα, ἐξ ὧν εἰς αὐτὸν οἱ Ἰουδαῖοι διαπράττωνται καὶ ἐνυβρίζωσι, λέγει, “ἀλλὰ ταῦτα πάντα ποι- “ήσουσι διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.” Ὅτι δὲ ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους εἰργάσαντο, φησὶν,
”εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ “πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.” Τίνος γὰρ τῶν λεχθέντων ἢ πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; ἐπειδὴ δὲ ἄνω καὶ κάτω προφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν καὶ τὴν ἀπολογίαν, φησὶν, “ὁ ἐμὲ
“μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.”
τὸ ἀναστῆσαι τὸν Λάζαρον τετραήμερον, καὶ ἕτερα τούτοις ὅμοια· ἐπάγει δὲ καὶ τὸν προφήτην, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα, “ὅτι ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ἐποίει. Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας εἰσάγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ
πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Ἵνα μὴ θορυβῶνται καὶ λέγουσιν, ὅτι εἰ τὸν σὸν λόγον οὐκ ἐτήρησαν, καίτοιγε σημεῖα τοιαῦτα ἰδόντες, καὶ εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ’ ἐκείνου, πῶς τὸν ἡμέτερον λόγον τηρήσουσιν, ἢ πῶς ἡμεῖς
ἀξιόπιστοι ἐσόμεθα; φησὶν, “ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν
“ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου,” καὶ τὰ ἑξῆς, ὡσανεὶ ἔλεγεν, ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστιν. ῾Ο δὲ “παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,” εἶπεν, ἀντὶ τοῦ, πάντα οἶδεν ἀκριβῶς. Τὸ δὲ εἰπεῖν “ὃν ἐγὼ πέμψω,” δείκνυσιν, ὅτι οὐ μόνος ὁ Πατήρ ἐστιν ὁ πέμπων, ἀλλὰ καὶ αὐτός. Τὸ δὲ, “ὑμεῖς μαρ-
“τυρεῖτε ὅτι ἀπαρχῆς μετ’ ἐμοῦ ἐστε,” δηλοῖ ὅτι ἔχετε, φησὶ, καὶ ὑμεῖς τὸ ἀξιόπιστον, σὺν ἐμοὶ γενόμενοι, καὶ μὴ πη ἑτέρων ἀκηκοότες· ὅθεν καὶ οἱ Ἀπόστολοι ἐκ τούτου διισχυρίζοντο λέγοντες, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ.
μου, ἀλλὰ “τὸν πέμψαντά με,” δοκῶ τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι. εἰ γὰρ ἔπεμψε, φησὶ, τὸν ἴδιον Υἱὸν ἐπιστρέψαι τὸ πεπλανημένον, καὶ ἰάσασθαι τὸ συντετριμμένον, κατορθώσαντά τε τοῖς ἐν κόσμῳ τὸ ζῆν, ἀνεξεισάγουσι δὲ ἀντιπράττοντες ἀσεβῶς τοῖς διακηρύττειν ἐθέλουσι τὸν τούτων κατορθωτὴν, πῶς οὐ λίαν ἐναργῶς
ἠγνοηκότες ἁλώσονται, καὶ αὐτῷ μαχόμενοι τῷ πέμψαντι με; Διὰ γὰρ τοῦ πέμπεσθαι λέγειν, ὅλην ἡμῖν τὴν μετὰ σαρκὸς οἰκονομίαν ἐκκομίζει τὴν δήλωσιν, ὁ δὲ ἠγνοηκὼς τὸν πέμψαντα, καὶ Θεὸν ἠγνόηκεν ἐν ταὐτῷ, καὶ αὐτὸ τὸ τῆς ἀποστολῆς ἀτιμάζει μυστήριον.
ὑβρίζουσιν.
ἀποστελλομένων πνευμάτων, ὡς Παῦλος ὁ Ἀπόστολός φησιν, “οὐχὶ “πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλό- “μένα;” ἐνταῦθα δὲ ἰδικόν τί φησι· καὶ ὡς ἃν ἐκείνῳ γνωρίσαι ἱκανὸν, ὃ μόνον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τῇ τοῦ Πατρὸς φωνῇ κυρίως καλούμενον τῇ θείᾳ γραφῇ· “καὶ ὑμεῖς δὲ μαρτυρεῖτέ
“φησιν, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε·” ἐκ γὰρ τοῦ συνεῖναι πάντοτε, ἀξιόπιστον ἀνάγκη τὴν μαρτυρίαν καθεστάναι, ὑμῶν μὲν φθεγγομένων, τοῦ δὲ Πνεύματος ἐπιμαρτυροῦντος τοῖς λεγομένοις διὰ τῶν ἐπιτελουμένων θαυμάτων.
Χριστὸν αὐτὸν εἶναι, ἀποσυνάγωγος γένηται, πρὸς τὸ μὴ σκανδαλισθῆναι τοὺς Ἀποστόλους καὶ ταραχθῆναι, τούτου μέλλοντος συμβαίνειν αὐτοῖς, φησὶ, “ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδα- “λισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς,” καὶ οὕτω, φησὶ, τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς καὶ Θεῷ
ἀρέσκον αὐτὸ λογιζόμενοι· τοῦτο γὰρ σημαίνει τὸ, “ἵνα πᾶς ὁ “ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.” Παραμυθούμενος δὲ αὐτοὺς, ἐπήγαγε λέγων, “καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ έμἐ.” ᾿Αρκεἴ, φησὶν, ὑμῖν ἡ αἰτία τῶν γενομένων εἰς παράκλησιν τὸ δι’ ἐμὲ καὶ τὸν Πατέρα
ταῦτα πάσχειν, διὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει λέγων, οὐκ ἔγνωσάν με, καὶ ὅτι δι’ ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα μου· καὶ ὅτι ἐγὼ πρῶτον ἔπαθον, καὶ ὅτι οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι· τὸ δὲ, “ταῦτα λελάληκα ὑμῖν, “ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε,” ὅτι ἐγὼ εἶπον ὑμῖν,
δηλοῖ ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγοῦνται, οὐ γὰρ ἕξετέ, φησι, λέγειν ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐδ’ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα. Οὐ γὰρ ἃν ὁ μέλλων ἀπατᾷν καὶ ταῦτα προσεῖπε τὰ ἀποτρέποντα. Διὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα ἐμπεσόντα διαταράξῃ ὑμᾶς, καὶ ἵνα μὴ
λέγητε ὅτι οὐ προείδημεν ἐσόμενα ταῦτα. “Ἐξαρχῆς δὲ,” φησὶν, “οὐκ εἶπον ὑμῖν,” ὡς οὐκ ἀγνοῶν, ἀλλ’ “ὅτι μεθ’ ὑμῶν ἤμην, ὡσανεὶ ἔλεγεν, ὅτι ἐν ἀσφαλείᾳ ἤτε, καὶ ἐπ’ ἐμὲ ὁ πόλεμος ἅπας ἀνερριπίζετο, καὶ περιττὸν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς τότε.
εἴ γε ἔμελλον ὡς ἀσεβεῖς κρίνεσθαι. Τίνος οὖν ἕνεκεν εἶπεν αὐτοῖς, ὅτι “ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν;” ἐπειδὴ οὐ μικρὰ καὶ αὐτὴ παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας αὐτῶν τὴν ὑπερβολὴν, ἣν εἶχον διὰ τὴν ἐρημίαν αὐτοῦ. Παραμυθούμενος οὖν αὐτοὺς, τοῦτό φησι, καὶ τὰ ἐπαγόμενα
γὰρ τοῦτο δηλοῖ, “ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν,” τουτέστιν, οὐ τὰ πρὸς χάριν λέγω, ἀλλὰ κἂν μυριάκις λυπηθῆτε, τὸ συμφέρον ἀκοῦσαι χρή.
“ἐλεύσεται πρὸς ὑμᾶς.” Τί φήσουσιν οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου οὐκ ἔχοντες δόξαν; ἆρα συμφέρει δεσπότην παρελθεῖν καὶ δοῦλον παραγενέσθαι; ὅθεν πρόδηλόν ἐστιν, ὅτι πολλὴ τοῦ Ἁγίου Πνεύματος ἡ ἀξία. Δεῖξαι δὲ θέλων, ὅτι οὐκ ἀτιμωρητὶ ταῦτα πράξουσιν οἱ Ἰουδαῖοι, λέγει, “κἀκεῖνος ἐλθὼν
“ἐλέγξει τὸν κόσμον,” καὶ τὰ ἑξῆς. Ἱκανὰ μὲν γὰρ, φησὶ, καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτοὺς, ὅταν δὲ καὶ δι’ ἐκείνου ταῦτα γένηται, καὶ διδάγματα τελειότερα, καὶ σημεῖα μείζονα θεάσονται, πολλῷ μᾶλλον κατακριθήσονται· “περὶ ἁμαρτίας μὲν, “ὅτι οὐκ ἐπίστευσαν εἰς ἐμὲ,” τουτέστι, πᾶσαν ἀπολογίαν αὐτῶν
ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα· ὅταν γὰρ ἴδωσι θάνατον λυόμενον, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος Ἁγίου χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα
ἐν τῷ ὀνόματί μου γινόμενα, τί ἐροῦσι; “περὶ δικαιοσύνης δὲ, “ὅτι πρὸς τὸν Πατέρα μου ὑπάγω, καὶ οὐκ ἔτι θεωρεῖτέ με,”
τουτέστιν ὅτι ἀνεπίληπτον παρεσχόμην βίον, καὶ τούτου τεκμήριον τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι με. Ἐπειδὴ γὰρ ἀεὶ τοῦτο αὐτὸ ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον, καὶ παράνομον, ταύτην ἀναιρῶν τὴν πρόφασιν τοῦτο εἶπε, καὶ τὸ ἐπαγόμενον δὲ περὶ δικαιοσύνης ἀνίττεται, λέγων,
“περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται,” τουτέστιν, ὅτι κατεπάλαισε l τὸν ἀντίδικον, οὐκ ἃν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισε m.
ζωὴν εἰς ἑτέραν μετασκευάζεσθαι· ἀλλ’ ἦν οὐχ ἑτέρως τούτου δύνασθαι τυχεῖν, εἰ μὴ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας τε καὶ μετουσίας· ὅγε μὴν οἰκεῖος τούτου καῖρος μέτα τὴν του Σωτῆρος ἐπιδημίαν ἐστί. Συνὼν γὰρ ἔτι μετὰ σαρκὸς τοῖς πιστεύουσιν εἰς αὐτὸν, παντὸς οἶμαι χορηγὸς ἀγαθοῦ ἀνεδείκνυτο.
Ἐπειδὴ τοῦτον ἀναβαίνειν καιρὸς ἐν τοῖς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα. Πῶς οὐκ ἔδει συνεῖναι διὰ τοῦ Πνεύματος τοῖς σεβομένοις αὐτὸν, καὶ ἐνοικεῖν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως; ἵνα αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, μετὰ παρρησίας κράξωμεν, “ἀββᾶ “ὁ Πατὴρ,” καὶ πρὸς πᾶσαν εὐκόλως ἴοιμεν ἀρετήν.
αὐτοὺς ἐναγῆ σκεύη καὶ ἀνεπιτήδεια τῷ Πνεύματι.
ἔσχον τὴν ἁμαρτίαν.
ἣν ἔμελλε τὸ Πνεῦμα τὸ Ἅγιον ὁδηγεῖν αὐτούς· ἣν αὐτὸς μὲν διὰ τὸ μὴ βούλεσθαι μεγάλα φθέγγεσθαι, συνεχῶς περὶ αὐτοῦ ἀπεσιώπα, διά τε τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαν περὶ αὐτοῦ λέγειν, ἔμελλε δὲ μετὰ τὴν τοῦ Ἁγίου Πνεύματος παρουσίαν ὑπὸ
τῆς αὐτοῦ ἐνεργείας γνωρίζεσθαι. Τί ἐστι τὸ “οὐ γὰρ λαλήσει
“ἀφ᾿ ἑαυτοῦ, ἀλλ’ ὅσα ἄν ἀκούει, λαλήσει;” ὥσπερ εἶπε πέρι ἑαυτοῦ ὁ Χριστὸς, ὅτι “ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ.”
ἐρεῖ. Ὅτι γὰρ οὐ δεῖται διδασκαλίας τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Παῦλος οὕτω φησὶν, “ὥσπερ τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ “μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς “οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.” Καὶ ἐπειδὴ πρὸς οὐδὲν οὕτω λίχνον τὸ ἀνθρώπινον γένος ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα,
ἐπῇρεν αὐτῶν τὴν διάνοιαν λέγων, “καὶ τὰ ἐρχόμενα ἀναγ- “γελεῖ ὑμῖν·” τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς ἐρωτᾷν αὐτοὺς, “ποῦ ὑπάγεις, καὶ τίς ἐστιν ἡ ὁδός;” ταύτης οὖν αὐτοὺς ἀπαλλαττων τῆς φροντίδος λέγει, ὅτι πάντα ὑμῖν προερεῖ ὥστε μὴ ἐκπεσεῖν ἀφυλάκτως, ἅμα δὲ καὶ δείκνυσιν ἐνταῦθα μάλιστα τοῦ
Πνεύματος τοῦ Ἁγίου τὸ ἀξίωμα, ὅτι Θεός ἐστι. Θεοῦ γὰρ ἴδιον τὸ λέγειν τὰ μέλλοντα.
Πνεῦμα τὸ Ἅγιον νομίσωσιν εἰναι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσιν, ἐπήγαγε λέγων, “ἐκεῖνος ἐμὲ δοξάσει, καὶ “ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὐμῖν,” καὶ τὰ ἑξῆς, τουτέστι ἅπερ ἂν εἴπω ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Πῶς δὲ
“ἐκεἴνος ἐμὲ δοξάσει;” ὅτι ἐν τῷ ὀνόματι μου δώσει τὰς ἐνεργείας.
ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα, παραγενομένου τοῦ Πνεύματος τοῦ Ἁγίου, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησὶν, “ἐκεῖνος ἐμὲ δοξάσει,” καὶ ἐπειδὴ ἔλεγεν, εἷς ἐστιν ἐξ ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ πειθόμενοι λέγοντι ὅτι μία ἡ ἐμὴ καὶ ἡ τοῦ Παρακλήτου καὶ ῾Αγίου
Πνεύματος διδασκαλία· καὶ γὰρ ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ· μὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ κἀκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συκροτεῖ δόξαν.
“καὶ οὐκ ἔτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με,” τοῦτο δὲ ποιεῖ, βασανίζων αὐτῶν τὴν διάνοιαν καὶ δοκιμωτέραν ἀπεργαζόμενος, καὶ συνεθίζων γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισμόν· συνέπλεξε δὲ καὶ παραμυθίαν ἐν τῷ εἰπεῖν ὅτι ἐπανήξω, καὶ ὅτι πρὸς ὀλίγον ἐστὶν ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ’ αὐτῶν
συνουσία. ἀλλὰ τοῦτο μὲν οὐ συνεῖδον ἐκεῖνοι· διὸ καὶ εἶπον ἐκ τῶν μαθητῶν αὐτοῦ, φησὶ, “τί ἐστι τοῦτο ὃ λέγει ἠμῖν,” φησὶν, “ὅτι μικρὸν, καὶ οὐ θεωρεῖτέ με,” καὶ τὰ ἑξῆς; διὸ καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; ἣ διὰ
τὴν λύπην, ὡς ἔγωγε οἶμαι, αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα, ἣ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων· διὸ βουλόμενος αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου αὐτοῦ δόγμα φησὶν, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε, ὅτι ἀποθανοῦμαι, ἡ λύπη δὲ αὕτη εἰς χαρὰν γενήσεται διὰ τὸ
ἀναστῆναι με, καὶ ὅτι ἡ μὲν λύπη βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραντος· ὅθεν τοῦτο βεβαιῶν καὶ ἐπὶ παράδειγμα ἦλθε κοσμικὸν λέγων,
“ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς.” ταύτῃ δὲ τῇ παραβολῇ καὶ οἱ προφῆται κέχρηνται συνεχῶς τῇ ὑπερβολῇ τῶν ὠδίνων τὴν ἀθυμίαν παραβάλλοντες· ὃ δὲ λέγει, τοιοῦτόν
ἐστιν, ὠδῖνες λήψονται ὑμᾶς, ἀλλ’ ἡ ὠδίνῃ τοῦ τόκου γίγνεται αἰτία· ἅμα καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον πιστούμενος, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ1 ἀπὸ μήτρας ἐξελθεῖν εἰς τὸ φῶς, ὡσανεὶ ἔλεγε, μὴ θαυμάσητε, ὅτι διὰ λύπης τοσαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω, ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ
γενέσθαι μήτηρ, οὕτως ἔρχεται διὰ λύπης. αἰνίττεται δέ τι ἐνταῦθα μυστικὸν, ὅτι ἔλυεν αὐτὸς τὰς ὠδῖνας τοῦ θανάτου, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι ἐποίησε.
μόνον, ἀλλ’ ὅτι οὐδὲ μέμνηται αὐτῆς ἡ τίκτουσα. Καὶ γὰρ “ὅταν γεννήσῃ,” φησὶ, “τὸ παιδίον, οὐκ ἔτι μνημονεύει τῆς “θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.” Καὶ μὴν οὐκ ἐπειδὴ ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον, χαίρει ἡ γυνὴ, ἀλλ’ ὅτι παιδίον αὐτῇ ἐτέχθη· ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν,
οὐδὲν ἐκώλυσε, καὶ ἐφ’ ἑτέρᾳ γυναικὶ τικτούσῃ, τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ παράδειγμα εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαρὰν, καὶ ἀπὸ τῆς λύπης τὴν χαρὰν καὶ εἰς τὸ μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ ἔστι μέγα τῶν ὠδίνων τὸ κέρδος·
καὶ οὐκ εἶπεν, ἐτέχθη αὐτῇ παιδίον, ἀλλὰ “ἄνθρωπος·” ἐνταῦθα γάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλεν. ὅθεν καὶ δεῖξαι βουλόμενος, ὅτι οὐ θάνατος ὁ κοινὸς, ἀλλὰ μετάστασίς ἐστιν αὐτοῦ τὸ πάθος, ἐπήγαγε λέγων, “καὶ ὑμεῖς οὖν λύπην
“ἕξετε, πάλιν δὲ ὄψομαι ὑμᾶς” καὶ τὰ ἑξῆς. Τὸ δὲ “ἐν ἐκείνῃ “τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδὲν,” δηλοῖ, ὅτι οὐκ ἐρεῖτε, “δεῖξον ἡμῖν τὸν Πατέρα σου,” καὶ “ποῦ ὑπάγεις,” πᾶσαν γὰρ εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ ὥσπερ ἐγὼ·
ὠδῖνες προσοίσουσι, χαρὰν δὲ ἡ μετὰ τὸ πάθος ἀνάστασις· χαρὰν οὐδαμῶς ἔτι μεταβαλλομένην, οὐδὲ ἀφαιρέτην ὑπὸ ἀνθρώπου, ἤ τινος ἄλλου, ὅτε διὰ τῆς ἀναστάσεως τοῦ νέου ἀνθρώπου νέοι καταστάντες, εἰς τὴν πρὸς Θεὸν ἥξετε παρρησίαν· χαρήσεσθε γὰρ,
ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθὲν, ἄφθαρτόν τε καὶ
ἀνώλεθρον, ἑαυτὸν δὲ δηλονότι φησί. Πάλιν δὲ δεῖξαι θέλων, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι, φησὶν, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅσα ἃν “αἰτήσητε τὸν Πατέρα μου ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.” ὃ δὲ λέγει τοῦτό ἐστιν, οὐ δεηθήσεσθε μεσίτου, ἀλλ’ ἀρκεῖ τὸ ὄνομα μόνον εἰπόντος τὸ ἐμὸν λαβεῖν πάντα, δείκνυσι τοῦ ὀνόματος τὴν
δύναμιν, εἴ γε μὴ ὁρώμενος, μηδὲ καλούμενος, ἀλλ’ ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ αὐτοὺς θαυμαστούς.
ᾐτήσατε, φησὶ, τότε δὲ αἰτήσαντες λήψεσθε· τοῦτο συμφέρει ὑμῖν· μὴ γὰρ ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκαταλελείφθαι· τὸ γὰρ ὄνομα μείζονα ὑμῖν δώσει παρρησίαν.
ἐκεῖνος δὲ αἰτεῖ καὶ λαμβάνει ὁ τὰ λυσιτελῆ αἰτῶν πρὸς βελτίωσιν ψυχαῖς. Παροιμίαν λέγει τὸν ἀσαφῆ καὶ κεκαλυμμένον λόγον· διὰ τὴν νηπιότητα αὐτῶν ἐπεσκιασμένως λέγει· ὅταν προκόψητε, τότε ἀποκαλύπτω ὑμῖν τὴν τοῦ Πατρὸς δόξαν· μετὰ τὴν
ἀνάστασιν σαφῶς ὑμῖν ἐρῶ τὰ n περὶ τοῦ Πατρός. Περὶ ποίας
ὥρας λέγει “ὅτι ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω “ὑμῖν,” καὶ τὰ ἑξῆς, τὸν τῆς ἀναστάσεως αὐτοῦ χρόνον· καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας σὺν αὐτοῖς διελέχθη, συναλιζόμενος καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ ἐπειδὴ, φησὶ, τὴν 5 εἰς ἐμὲ πίστιν βεβαίαν ἕξετε, “οὐκ ἐρωτήσω τὸν Πατέρα περὶ “ὑμῶν· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς,” καὶ τὰ ἑξῆς· ἀρκεῖ γὰρ ἡ εἰς ἐμὴ ἀγάπη πρὸς τὴν ὑμῶν· καὶ ἐπειδὴ οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο τὸ ἀκούειν ὅτι “παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ “ὑπάγω,” συνεχῶς αὐτὸ περιστρέφει· ὅθεν τοῦτο ἀκούσαντες,
καὶ ὅτι τῷ Πατρὶ ἔσονται φίλοι, σφόδρα ἀνέπνευσαν· διὸ καὶ εἶπον, “νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες· ὃ δὲ λέγουσι, τοῦτό ἐστι· πρινὴ ἀκοῦσαι σε, εἶδες τὰ σκανδαλίζοντα ἡμᾶς ὡς Θεὸς, καὶ ἀνέπαυσας ἡμᾶς εἰς ταῦτα. οὕτως ἔτι ἀτελῶς εἶχον, καὶ ἐπειδὴ ἐδόκουν ὥσπερ τινὰ χάριν αὐτῷ προσέχοντες
λέγειν ταῦτα, φησὶ πρὸς αὐτοὺς, “ἄρτι πιστεύετε; ἰδοὺ “ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ “ἴδια, καὶ ἐμ ὲμόνονἀφ ῆτε,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ εἶπον, “νῦν ἔγνωμεν,” δείκνυσιν ὅτι οὐδὲν οὐδέπω κατόρθωσαν· προδώσετε γάρ με τοῖς ἐχθροῖς, φησὶ, καὶ τοσοῦτο ὑμῶν κρατήσει
φόβος, ὡς μηδὲ μετ’ ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι, ἀλλ’ οὐδὲν ἐκ τούτου πάθω δεινόν. ῾Ο γὰρ Πατὴρ μετ’ ἐμοῦ ἐστι, καὶ τοῦτο δὲ πάλιν δι’ αὐτοὺς τέθεικε· τοῦτο γὰρ, ἄνω καὶ κάτω βούλονται μαθεῖν. Ὅπερ δὲ εἰπεν, “ὅτι λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ είρή- “νην ἔχητε,” τοῦτό ἐστιν, ἵνα μὴ ἐκβάλητέ με, φησὶν, ἀπὸ τῆς
διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε ἐπὶ πλεῖον.
ἐχθροῦ. Νενίκηκα δὲ τὸν κόσμον, τὸν ἄρχοντα αὐτοῦ καταβαλὼν κάτω, καθὼς προεῖπεν, “ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου,” καὶ τὰ ἑξῆς, γνώσεσθε δὲ ὕστερον καὶ τοῦτο πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων.
παρὰ τοῦ Πατρὸς, τοῦτο γάρ ἐστι τὸ “ἐν τῷ ὀνόματι μου.” πρόσειμεν γὰρ οὐχ ἑτέρως τῷ Πατρὶ καὶ Θεῷ, εἰ μὴ δι’ Υἱοῦ· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν Πνεύματι κατὰ τὸ γεγραμμένον· εἰ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, ὁμοῦ τῷ Πατρὶ χορηγεῖ τοῖς ἁγίοις τὰ ἀγαθὰ, καὶ διὰ τοῦτο διδάσκων ὁ μακαριος Παῦλος φησὶ, “χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ καὶ “Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.” Εἰ δὲ μεσίτης καὶ ἀρχιερεὺς καὶ Παράκλητος ὀνομάζεται, προσκομίζει τῷ Πατρὶ τὰς ὑπὲρ ἡμῶν ἱκετηρίς· ὀνόματι τοίνυν τοῦ Σωτῆρος ἡμῶν ᾿Ιησοῦ
Χριστοῦ τὰς δεήσεις ποιητέον· οὕτω γὰρ ἐπινεύσει ὁ Πατὴρ, ἐπιδώσει δὲ τοῖς αἰτοῦσι τὰ ἀγαθά.
εἰς ἅπαν διῃρημένως· ἐστὶ γὰρ ἐν Υἱῷ μὲν ὁ Πατὴρ, ἐν Πατρὶ δ’ αὖ πάλιν κατὰ φύσιν ὁ Υἱός· ἣ τὸ “ἐξῆλθον” ἀντὶ τοῦ γέγονα καθ’ ὑμᾶς ἄνθρωπος, δηλονότι τὴν ἡμετέραν μορφήν τε καὶ φύσιν ὑποδύς· τόπος γὰρ ὥσπερ ἑκάστου τῶν ὄντων ἡ ἰδία φύσις, ἀφ’ ἧς ἂν ἐξίοι πρὸς ἕτερόν τι μεταχωροῦν, καὶ ὅπερ οὐκ ἦν γενόμενον.
Ὁ δὲ τοῦ Θεοῦ Λόγος μεμενηκὼς ὅπερ ἦν, γέγονεν ἄνθρωπος· ἐκβεβηκέναι δέ πὼς νοεῖται, κατά γε τὸν ἐν θεωρίαις ἐκβαίνοντα λόγον.
τοῦτο λέγει· καθὸ γὰρ Θεὸς ὑπάρχω ἐν τῷ Θεῷ καὶ Πατρὶ εἰμὶ φυσικῶς καὶ ἀδιαστάτως. διὰ συγκατάβασιν εἶπε τοῦτο, ἐπειδὴ οἱ μαθηταὶ ἤθελον ἀκούειν τοῦτο. Κρείττων καὶ δυνατώτερος ὤφθη ὁ Κύριος πάσης κοσμικῆς ἁμαρτίας, καὶ δίδωσι καὶ τοῖς πιστοῖς τὸ νικᾷν· ἢ ὅτι ὁ Χριστὸς ἐξ ἡμῶν γεγονὼς καθὸ
ἄνθρωπος, κρεῖττον ἐφάνη θανάτου καὶ φθορᾶς, καὶ εἰς ἡμᾶς ἡ χάρις διαβαίνει, καὶ τούτῳ ὀφείλομεν θεωρεῖν ὅτι ληψόμεθα, ἐπειδὴ ὡς ἄνθρωπος νενίκηκε, καὶ ἡμεῖς δοκοῦμεν ἐν αὐτῷ νενικηκέναι. Εἰ γὰρ ὡς Θεὸς ἐνίκησε, πρὸς ἡμᾶς οὐδέν.
ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτὲ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθὸν, ἀλλ’ ἐκ τῆς ἐμῆς ἀηττήτου δυνάμεως ἀσφαλὲς τὸ θάρσος τοῖς ἐμοῖς μετόχοις ὑπάρξει. Μετὰ τὴν παραίνεσιν ἐπὶ τὴν ἀρχὴν τρέπεται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, ἀνίστησι
πάλιν διὰ τῆς εὐχῆς, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν· ἄλλως δὲ οὐδὲ εὐχὴν ὁ Εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διάλεξιν πρὸς τὸν Πατέρα μᾶλλον αὐτὸ εἶναι λέγων· “ᾖρε γὰρ φησὶ, τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ τὰ ἑξῆς. Εί δὲ ἀλλαχοῦ λέγει
εὐχόμενον δείκνυσιν αὐτὸν ἐπὶ γόνατα καμπτόμενον, μὴ θαυμάσῃς. Ηλθε γὰρ ὁ Χριστὸς οὐ μόνον ἑαυτὸν φανερώσων, ἀλλὰ καὶ ἀρετὴν παιδεύων ἅπασαν· τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή.
φησὶ, “Πάτερ ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,” καὶ τὰ ἑξῆς· ἰδοὺ γὰρ εὔχεται τοῦτό γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλεῖ, οὐκ αὐτοῦ μόνον τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρὸς, ὅπερ καὶ γέγονεν. Οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη· πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν.
Ισραὴλ γἀρ μὲ, φησὶν, “οὑκ ἔγνω,” μετὰ δὲ τὸν σταυρὸν ἡ οἱκουμένη πᾶσα προσέδραμε. Τὸ δὲ “καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν “πάσης σαρκὸς,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι, καὶ ὅτι οὐκ εἰς ᾿Ιουδαίους μόνον τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένον, ἀλλ’ εἰς τὴν οἰκουμένην λοιπὸν ἐκτείνεται
πᾶσαν. Εἶπε δὲ τοῦτο, ὅτι ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵνα οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκεῖν· πρὸ τούτου γὰρ ἔλεγεν αὐτοῖς, “εἰς ὁδὸν ἐθνῶν
“μὴ ἀπέλθητε.” “Ἵνα γιγνώσκωσι σε τὸν μόνον ἀληθινὸν Θεὸν,” καὶ τὰ ἑξῆς· εἶπε δὲ “μόνον ἀληθινὸν Θεὸν” πρὸς ἀντιδιαστολὴν
τῶν οὐκ ὄντων θεῶν. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οἱ αἱρετικοὶ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τὸ μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱόν. Οὕτω καἰ τὸ εἶναι Θεὸν ἐκβάλλουσι, φησὶ γὰρ, “τὴν παρὰ μόνον Θεοῦ δόξαν οὐ ῾ζητεῖτε·” τί οὑν; οὐκ ἔστι Θεὸς ὁ Υἱός; εἰ δὲ καὶ Θεὸς, καὶ
μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου αὐτοῦ ἀληθινοῦ λεγομένου.
τοῦ Πατρὸς, τὸ Θεὸς ἀληθινὸς, ἀλλὰ μόνον Θεός; ἡμεῖς δέ φαμεν πρὸς αὐτοὺς, καὶ πῶς οἴεσθε ἀποκρύψασθαι τὴν καθολικὴν τοῦ αὐτοῦ Ἰωάννου Ἐπιστολὴν ἐν τῶ τέλει βοῶσαν, ὅτι “Ἰησοῦς ὁ “Χριστὸς, οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος; Πάλιιν δὲ ὁ αὐτὸς περὶ τοῦ Πνεύματος φησὶν “οἴδαμεν δὲ καὶ
“ἀναγγέλομεν ὑμῖν ὅτι ὁ Θεὸς φῶς ἐστι,” καὶ οὐ προσέθηκεν ὡς περὶ τοῦ Υἱοῦ, ὅτι ἀληθινός· ἀρ᾿ οὖν τολμητέον, φησὶ, μὴ εἶναι τὸν Πατέρα ἴσα τῷ παιδὶ, φῶς ἀληθινὸν, καθὼς καὶ ὁ Κύριος ἐν ἄλλῳ τόπῳ ἔλεξε, φησὶν “ἐγώ εἰμι ἡ ἀλήθεια,” καὶ οὐκ ἃν ψεῦδος ἐγένετο ποτέ; τοίνυν εἰ τὸν σκοπὸν τοῦ εὐαγγελικοῦ ῥητοῦ καταμαθεῖν
ἐθέλοις ἀκριβῶς, οὕτως ἀνάγνωθι τὸ ῥητόν· “αὕτη δὲ “ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γιγνώσκωσι σε, καὶ ὃν ἀπέστειλας “Ἰησοῦν Χριστὸν, τὸν μόνον ἀληθινὸν Θεόν·” τὸ γὰρ ἴνα σύνδεσμός ἐστι τῶν προειρημένων ῥημάτων, καὶ τῶν ἐνσαχθέντων (sic) οἱ τὰ θεῖα σαφῶς πεπαιδευμένοι ἐν τῷ λέγειν τὸ “σὲ τὸν μόνον
“ἀληθινὸν Θεόν.”
“τὸ δόξασόν με” τοιοῦτόν ἐστι. Πῶς δὲ τὸ ἔργον ἐτελείωσε; καθώς φησι, “τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω,” καί τοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχὴν, πῶς οὖν λέγει, “ἐτελείωσα;” ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα, ἢ τὸ ἐσόμενον ὡς γεγενημένον λέγει.
6
εἴγε διὰ τοῦτο μέλλοι ἐπὶ τὴν οἰκείαν ἐπανήξειν δόξαν καὶ ἀξίαν. Διὰ τοῦτο οὐκ εἶπεν, ἐπὶ τῆς γῆς, ἀλλὰ “παρὰ σοὶ,” τουτέστιν, ἀπολαύσει τῆς ἀφθαρσίας ἡ σὰρξ αὕτη, κοινωνήσει τοῦ θρόνου τοῦ βασιλικοῦ.
λέγει, δεῖξόν με τίς εἰμι τοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς μείνωσιν οἱ ἄνθρωποι μηδὲν ἄξιον λογιζόμενοι.
“βουλῆς Ἄγγελος λέγεται.” Δύο δὲ ταῦτα κατασκευάσαι βουλόμενος, ὅτι τε οὐκ ἔστιν ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ ἐστι τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ, ἐπήγαγε λέγων, “οὓς “δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας, “καὶ τὸν λόγον σου τετηρήκασι.”
Ἔγνωσαν οὑν ὅτι καὶ πάντα ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα, καὶ “ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ὅτι σύ με ἀπέ- “στειλας·” τοῦτο γὰρ διὰ παντὸς ἐσπούδαζε κατασκευάσαι τοῦ Εὐαγγελίου 1. δεικνὺς δὲ ὅτι δι’ οὐδὲν ἕτερον ταῦτα πρὸς τὸν Πατέρα ἔλεγεν, ἀλλ’ ἵνα μάθωσι τὴν ἀγάπην ἢν ἔχει εἰς αὐτοὺς,
φησὶν, “ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ “περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν.” οὐ γὰρ μὴ μόνον τὰ παρ’ ἑαυτοῦ παρέχων, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, δείκνυσι πλείονα τὸν πόθον· συνεχῶς δὲ τίθησι τὸ “ἔδωκας,” ἵνα μάθωσιν, 7 ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. καὶ ἐπειδὴ συνεχῶς εἶπε “σοί εἰσι,’ καὶ “σύ μοι αὐτοὺς δέδωκας,” ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀναιρῶν τὴν πονηρὰν ταύτην ὑποψίαν, ἐπήγαγε λέγων, “καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ “δεδόξασμαι ἐν αὐτοῖς,” ὅπερ μεγίστην ἰσοτιμίαν δηλοῖ.
αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ. Τὸ δὲ, “ἐγὼ ἔρχομαι πρός σε,” ὡσανεὶ ἔλεγεν, ἐπειδὴ πρὸς ἑαυτόν με σὺ καλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφαλείᾳ. Διὰ τί εἶπε, “Πάτερ Ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι “σου;” τί γὰρ αὐτὸς οὐκ ἠδύνατο τηρεῖν αὐτούς; ναὶ, ἀλλὰ
συγκαταβαίνων αὐτοῖς τοῦτο εἶπεν.
“τῷ ὀνόματί σου,” ἵνα μικρὸν ἀναπνεύσωσιν ἀκούοντες αὐτοῦ παρατιθεμένου αὐτοὺς τῷ Πατρὶ, καὶ τὴν εἰς αὐτοὺς στοργὴν ἐνδεικνυμένου· εἰ μὴ γὰρ τοῦτό ἐστι, πῶς ἔλεγε “μεθ’ ὑμῶν εἰμι “ἕως τῆς συντελείας τοῦ αἰῶνος;” τὸ δὲ εἰπεῖν, “ἐν τῷ ὀνόματί “σου,” πάλιν ὡς ἄνθρωπος διαλέγεται, καὶ ὡς προφήτης, ἐπεὶ
οὐδαμοῦ φαίνεται ἐν τῷ ὀνόματι τοῦ Πατρὸς πεποιηκώς τι, ἀλλὰ πάντων τῶν τοιούτων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν λέγεσθαι τὰ λεγόμενα. Τὸ δὲ “οὓς δέδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς “ἐξ αὐτῶν ἀπώλετο,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ἀφ’ ἑαυτοῦ ἀπεπήδησεν ὁ προδότης· πρὸς ἀνάγκην γὰρ, φησὶν, οὐχ ἕλκω, οὔτε αὐτὸν,
οὔτε ἑτέρους ἀποπηδῶντας, ἐρχομένους μέντοι πρός με, οὐκ ἐκβάλλω ἔξω, οὐδὲ ἀπωθοῦμαι, οὐδὲ ἐγκαταλιμπάνω τοὺς τοιούτους ἐμμένοντας πρὸς με·
ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ πατρὸς ἐπιμελείας τυχεῖν, λέγει, “ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν “αὐτοὺς,” καὶ τὰ ἑξῆς· διὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σὸν, ὥστε δίκαιοι ἃν εἶεν πάσης ἀπολαῦσαι προνοίας. Ἐμφαίνων δὲ πάλιν ὅτι πολλὴν αὐτῶν ποιεῖται κηδεμονίαν, ἐπάγει
λέγων, “οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ του κόσμου, ἀλλ’ ἴνα “τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ·” διὰ τοῦτο οὖν ὑπὲρ αὐτῶν παρακαλεῖ, συγκαταβαίνων αὐτοῖς.
ἔλεγεν, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν, ἀντὶ τοῦ οὐδὲν κοινὸν πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν γεγόνασι πολῖται· εἰ δὲ λέγει “καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου,” οὐ χρὴ θορυβεῖσθαι· τὸ γὰρ “καθὼς” οὐκ ἔστιν ἐνταῦθα, οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὅταν μὲν γὰρ ἐπ’ αὐτοῦ καὶ τοῦ Πατρὸς
κεῖται τὸ καθὼς, πολλὴν ἰσότητα διὰ τὴν τῆς φύσεως συγγένειαν σημαίνει· ὅταν δὲ ἐφ’ ἡμῶν καὶ αὐτοῦ, πολὺ τὸ μέσον διὰ τὸ ἄπειρον εἶναι τὸ μέσον ἑκατέρας τῆς φύσεως, καὶ τοῦτο ὡς συγκαταβατικῶς εἴρηται παρ’ αὐτοῦ.
ποίησον αὐτοὺς, διὰ τῆς τοῦ Πνεύματος δόσεως, παίδευσον καὶ δίδαξον αὐτοὺς τὴν ἀλήθειαν. “Καὶ γὰρ ὁ λόγος ὁ σὸς ἀλήθειά “ἐστι,” φησὶ, τουτέστιν, οὐδὲν ψεῦδος ἐν αὐτῷ, παντὸς γὰρ ἐκβῆναι δεῖ τὰ εἰρήμενα πάντα, καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικὸν, καὶ ἐνταῦθα δὲ πάλιν τὸ “καθὼς ἐμὲ
“ἀπέστειλας εἰς τὸν κόσμον,” οὐχ ὁμοίως ἐπ’ αὐτοῦ καὶ τῶν Ἀποστόλων κεῖται, πῶς γάρ; ἀλλ’ ὡς ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι· αὐτοὶ μὲν γὰρ πη αὐτοῦ ἀπεστάλησαν, αὐτὸς δὲ θεοπρεπῶς παρὰ τοῦ Πατρός. Εἰ δὲ καὶ εἶπε, “ἀπέστειλες “αὐτοὺς,” ἔθος αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν.
ἐπήγαγε, “οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πι- “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·” ἀνέστησε δὲ καὶ ἐντεῦθεν αὐτῶν τὰς ψυχὰς, δείξας αὐτοῖς ἐσομένους πολλοὺς μαθητάς.
φησὶν, “ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ “αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι,” καὶ εἰς τοῦτο κατακλείει τὸν λόγον, πάλιν δὲ τὸ “καθὼς” οὐκ ἀκριβῶς ἐξίσωσεν ἐπ’ αὐτοῖς· οὐδὲ γὰρ δυνατὸν, ἀλλ’ ὥσπερ ὅταν λέγει “γίνεσθε οἰκτίρμονες ὡς ὁ “Πατὴρ ὑμῶν·” οὕτω καὶ ἐνταῦθα. Τἰ δέ ἐστιν, “ἐν ἡμῖν,” ἐν
τῇ πίστει τῇ εἰς ἡμᾶς· σημαίνει δὲ τὸ ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας, ὅτι ἐὰν τὴν εἰς ἀλλήλους ἀγάπην τηρήσωσι, φησὶ, γνώσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν ἅπαντες. Ἄν δὲ μάχονται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητὰς, νομίζοντες δὲ μὴ εἶναι εἰρηνικὸν, οὐχ ὁμολογήσουσιν ἀπεστάλθαι με παρὰ Θεοῦ.
γὰρ τὸν Θεὸν θαυμάζομεν, ὅτι οὐκ ἔστι στάσις οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, ἀλλὰ μεγίστη αὕτη δόξα ἐστὶν, οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί.
μεθ’ ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτως φησὶν, οὐ γὰρ δι’ αὐτοῦ τὸν Πατέρα παραγενέσθαι καὶ μονὴν παρ’ αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὰ Σαβελλίων ἐπιστομίζων στόματα, ἐνταῦθα δὲ τὴν Ἀρείου ὑπόνοιαν ἀναιρῶν.
δυναμουμένην ἐπισπάσασθαι, πάλιν φησὶν, “ἵνα ὦσι τετεειωμένοι εἰς ἓν, καὶ ἵνα γιγνώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας.” Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτω ἡ συμφωνία συγκροτικόν. Εἰπὼν δὲ “ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας,” πάλιν τὸ “καθὼς” ὡς ἀνθρώπους ἀγαπηθῆναι ἐγχωρεῖν, νοῆσαι ἡμῖν δίδωσιν.
Ὅπερ δὲ ἐζήτουν ἀεὶ, ἐπάγει λέγων, “Πάτερ οὓς δέδω- “κάς μοι θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ·” οὐχ ὡς μέλλων δὲ αὐτὸ λαμβάνειν διὰ τῆς αἰτήσεως τοῦτο φησὶν, ἄπαγε, ἀλλὰ συγκαταβαίνων αὐτοῖς, καὶ τὴν εἰς αὐτοὺς ἀγάπην ἐνδεικνύμενος· καὶ τὸ ἐπαγόμενον δὲ “ἣν ἔδωκάς μοι” λέγει, συγκαταβάσεως
ἦν· οὐ γὰρ ἦν ποτὲ, ὅτε ἦν ἄδοξος ὁ Υἱός. Διὸ χρὴ νοεῖν τὸ “ἔδωκας,” ὅτι γεγέννηκάς ἐστι.
ἐβούλου μὲν, τούτου ἅπαντας εἶναι, ἀλλ’ οὐκ ἔγνωσάν σε, καὶ τοι οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῦτο γάρ ἐστι, “Πάτερ δίκαιε.” Δοκεῖ δέ μοι καὶ δυσχεραίνων ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον ἐπιγνῶναι οὐκ ἠθέλησαν. Οὐ τοίνυν τοῦτό ἐστιν, ὅπερ φασὶν οἱ Ἰουδαῖοι, ὅτι αὐτοὶ μέν σε γιγνώσκουσιν, ἐγὼ δὲ σὲ
ἀγνοῶ, ἀλλὰ τοὐναντίον· ἐγὼ μὲν σὲ οἶδα, αὐτοὶ δὲ σὲ οὐκ ἔγνωσαν, καὶ εἰς τὸ ἐπαγόμενον δὲ, “ὅτι οὗτοι δὲ ἔγνωσάν, ὅτι σύ με “ἀπέστειλας,” ἐκείνους αἰνίττεται τοὺς λέγοντας μὴ εἶναι αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτο τὸν λόγον ἀνακεφαλαιοῦται πάντα.
Ἀποστόλοις παρέχειν, νῦν λέγει, “καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά “σου, καὶ γνωρίσω;” ἵνα δείξῃ ὅτι καὶ τὰ τοῦ Ἁγίου Πνεύματος αὐτοῦ ἐστι. Ὅπως δὲ εἰς καλὸν τέλος καταπαύσῃ τὸν λόγον τὴν
ἀγάπην τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἐπήγαγεν, “ἵνα ἡ ἀγάπη “ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.”
“πολλάκις συνήχθη ὃ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.” Μανθάνομεν δὲ ἐντεῦθεν καὶ τοῦτο, ὅτι τὰ πολλὰ ἔξω διενυκτέρευσε, τοῖς μαθηταῖς ἰδίᾳ περὶ ἀναγκαίων διαλεγόμενος· ἐποίει δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις μάλιστα, καθαρὸν θορύβων χωρίον ἐπιζητῶν ἀεὶ, ὥστε μὴ τὴν διάνοιαν ἐκκρούεσθαι τῶν ἀκροωμένων.
“Ὃ οὖν Ἰούδας παραλαβὼν,” φησὶ, “τὴν σπεῖραν,” καὶ τὰ ἑξῆς· καὶ ἡ μὲν σπεῖρα ἐπείσθη, ἐπειδὴ ἦσαν ἄνδρες στρατιῶται, χρημάτων ἕνεκα πάντα ποιεῖν μεμελετηκότων· ἐπέρχονται μετὰ ὅπλων, δεδοικότες τοὺς ἑπομένους αὐτῷ· διὰ τοῦτο καὶ ἀωρὶ τῶν νυκτῶν ἐπέστησαν.
μαθεῖν τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἀλλ’ ἀταράχως, καί τοι πάντα εἰδὼς ἠρώτα εἰπόντων δὲ αὐτῶν ὅτι, “Ἰησοῦν τὸν Ναζωραῖον, καὶ αὐτοῦ εἰπόντος, ὅτι “ἐγώ εἰμι,” τότε δείκνυσιν αὐτοῦ τὴν ἄμαχον δύναμιν, πηρώσας τοὺς ὀφθαλμοὺς αὐτῶν τε καὶ τοῦ προδότου. Καὶ γὰρ κἀκεῖνος εἱστήκει σὺν αὐτοῖς, ὅθεν καὶ μετ’
αὐτῶν ἔπεσεν ὕπτιος. Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἢν τοῦ μὴ ἐπιγνῶναι αὐτοὺς αὐτὸν, ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον· ἐνδειξάμενος τοίνυν πάντα, ἅπερ ἦν ἱκανὰ αὐτοὺς τῆς ἐγχειρήσεως αὐτῶν ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι.
Χριστοῦ μελετήσαντι πάντη τε καὶ πάντως ἀποκείσεται τὸ πεσεῖν.
τῆς φωνῆς, οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίγνωσκον αὐτὸν, εἰ μὴ ὅτε ἠθέλησε.
“μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν.” Αὐτὸς μὲν οὐ ταύτην τὴν τοῦ παρόντος θανάτου λέγει ἀπώλειαν ἀλλ’ ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ Εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὴν παρέλαβεν. Ὡς δὲ ὁ κελευσθεὶς μὴ πήραν ο ἔχειν, μὴ δύο χιτῶνας, μάχαιραν εἶχε, φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “Σίμων οὖν Πέτρος ἔχων
μάχαιραν,” καὶ τὰ ἑξῆς, ἐμοὶ δοκεῖ τοῦτο αὐτὸ δεδοικὼς ὁ Πέτρος παρεσκευάσθαι πάλαι. Εἰ δὲ λέγοι τις, πῶς ὁ κελευσθεὶς μηδὲ ῥαπίζειν, ἀνδροφόνος γίνεται; μάλιστα μὲν μὴ ἀμύνασθαι προσετάχθη, ἐνταῦθα δὲ οὐχ ἑαυτῷ ἠμύνατο, ἀλλὰ τῷ διδασκάλῳ, ἔπειτα οὐδὲ τέλειοί πὼς ἦσαν, οὐδὲ ἀπηρτισμένοι τότε.
καὶ μὴ ὡς ἀνδροφόνος τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων Ρ, ἀλλὰ τῷ διδασκάλῳ ἐποίει τοῦτο, πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. Διὰ τοῦ τύπου δείκνυσιν ὅτι πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι.
χρήσασθαι αὐτοὺς μαχαίρᾳ. Τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν, ὡς δηλώσαντος μὲν τοῦ Σωτῆρος ἐπιόντα πόλεμον ἐν τῷ λέγειν, ὅτι “πωλησάτω τις τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν·” εἰπόντων δὲ τῶν μαθητῶν, ὅτι ἰδοὺ μάχαιραι ὧδε δύο,” πρὸς 10 τοῦτο ἀποκριναμένου τοῦ κελεύσαντας μὴ ἀνθίστασθαι τῷ πονηρῷ, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ δὲ τοῦ εἰρημένου, ἵν ἔργῳ δείξειεν ὅπερ λόγῳ προεδίδαξε, καὶ χρωμένους αὐτοὺς τῇ δικαίᾳ μαχαίρᾳ πρὸς τὸ ἀμύνασθαι στήσειέν τε καὶ κωλύσει, ὥστε μηκέτι ταύτῃ προσχρήσασθαι, ὡς καὶ αὐτὸς ὁ ταῦτα εἰπὼν ἱστόρηκε μετὰ ταῦτα
εἰρηκέναι τον Κυριον, “ἔατε ἕως τούτου τοῦτο δὴ τὸ” ἕως ὄρον ἔχει καὶ κώλυμα τῆς κατὰ νόμον ἐφειμένης μαχαίρας, καὶ προστεθηκέ γε τῇ ἱστορίᾳ Λουκᾶς, ὅτι καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτὸν, ὅπερ ἐμφανέστατον ἦν ἔργον εἰς τὸ μὴ βλάπτειν ἀνθρώπων μηδένα.
θαυματουργεῖ δὲ ἐνταῦθα ὁ Χριστὸς, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, ἔτι δὲ καὶ τὴν δύναμιν ἐκκαλύπτων τὴν ἑαυτοῦ. Ὅπερ δὲ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι’ ἐπειλῆς τὸν τόνον χαλάσας τοῦ Πέτρου, τοῦτο καὶ ἐνταῦθα ποιεῖ εἰπὼν, “βάλε τὴν μάχαιραν εἰς τὴν θήκην, τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ
“Πατήρ μου, οὐ μὴ πίω αὐτό;” δεικνὺς ὅτι οὐ τῆς ἐκείνων δυνάμεως ἦν τὰ γινόμενα, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως.
“τῷ Ἰσραὴλ γέγονε, καὶ ἀκούοντες οὐκ ἀκούουσι,” διὰ τὴν κατὰ τοῦ Σωτῆρος ἀσέβειαν ἡ τῶν ἀρχιερέων μάλιστα γέγονε. Διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως ἦν τὸ σύμβολον τῆς τοῦ ὠτὸς ἀφαιρέσεως. εἰ δέ με δεῖ καὶ τοῦτο προσθεῖναι διὰ τὴν ἱστορίαν τὴν Λουκᾷ, καὶ τὸ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου, φαίην ἂν
δηλοῦσθαι τὴν ὕστερον ἀποκατάστασιν τῆς συνέσεως τῆς νῦν ἀφαιρουμένης τοῦ Ἰσραὴλ, ὅτε συνήσουσιν ὃν ἠγνόησαν, καὶ ἀκούσονται τυχόντες τοῦ κηρύσσοντος Ἠλιοῦ· “ἀποκατασταθήσεται γὰρ διὰ πατέρων πρὸς υἱοὺς” κατὰ τὸν Μαλαχιὴλ, “καὶ 11 “συναφθήσονται ἡμῖν τοῖς δευτέροις ἐκείνοις πρότερον κατὰ τὸν “χρόνον ὄντες, καὶ πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν.”
σωτηρία τῆς οἰκουμένης ὁ θάνατος αὐτοῦ ἦν.
ἐνταῦθα μέγιστον θαῦμα διηγεῖται, ὅτι πάντων ἀποπηδησάντων αὐτὸς ἐπηκολούθει. Διὰ τοῦτο οὑν κρύπτει ἑαυτὸν καὶ προτίθησιν ἑαυτοῦ τὸν Πέτρον. Ἠναγκάσθη δὲ καἰ ἑαυτοῦ ἐπιμνησθῆναι, ἵνα μάθωμεν ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Διὰ τοῦτο δὲ καὶ μέμνηται ὅτι
γνωστὸς ἦν τῷ ἀρχιερεῖ, ἵνα μή τις λέγῃ πῶς τῶν ἄλλων ἀναχωρησάντων, οὗτος ἐνδοτέρω καὶ τοῦ Σίμωνος εἰσῆλθεν, ἅμα δὲ καὶ ἵνα μὴ θαυμάζῃ αὐτόν τις διὰ τὸ συνεισελθεῖν, μηδὲ ἐπ’ ἀνδρίᾳ αὐτὸν ἀνακηρύττει.
ὡς καὶ μέχρι τῆς αὐλῆς ἦλθε τῶν ἄλλων ἀναχωρησάντων· ὅθεν τὸ μὲν ἐλθεῖν ἕως ἐκεῖ πόθου ἦν· τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον ἀγωνίας καὶ φόβου “εἱστήκει γὰρ,” φησὶ, “πρὸς τῇ θύρᾳ ἔξω.
ὅθεν καὶ ἡ θυρωρὸς μετὰ τὸ εἰσελθεῖν τὸν Πέτρον, εἶπε πρὸς αὐτὸν, “μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; ὁ δέ φησιν, “οὐκ εἰμὶ,” καὶ οὐ μόνον ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τῶν δούλων ὑπηρετῶν εἱστήκει θερμαινόμενος, τοῦ Χριστοῦ ἔνδον κατεχομένου· τοῦτο δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες,
ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν δεικνύντες, ὅτι δὲ οὐδὲ θυρωροῦ εὐτελοῦς καὶ ἀπερριμμένης ἤνεγκεν ἐρώτησιν, μηδὲ αὐτῆς θρασείας οὔσης, οὐ γὰρ εἶπε, τοῦ πλάνου, ἀλλὰ “τοῦ “ἀνθρώπου τούτου,” ὅπερ ἐλεούσης μᾶλλον καὶ καμπτομένης ἦν.
μετὰ τοῦ ὄχλου ἀγνώστως, καὶ τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ, καὶ εἰσήνεγκε τὸν Πέτρον.
καὶ ῥίζαν πὼς ἔχει τὴν φιλοθείαν ἡ ἄρνησις, οὐκ ἐξ ἀκριβοῦς μὲν λίαν συμβαίνουσα λογισμοῦ, μνωμένου δ᾿ οὖν ὅμως τοῦ συνεῖναι Χριστῷ. Ὑποκρίνεται τὰ ἐκείνων δρᾷν ὁ Πέτρος, καὶ τοι τῇ λύπῃ κεκακωμένος, ἵνα μὴ τῷ κατηφεῖ προσώπῳ κατάφωρος εὑρεθεὶς, ἐκ τῆς τῶν ποθουμένων ἐκπέμπηται θήρας.
καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι; τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Εἰπὼν ὁ Χριστὸς, ὅτι ἐν τῷ κρυπτῷ ἐλάλησεν οὐδὲν, περὶ ὧν ἐκεῖνοι ἐνόμιζον εἶπε, στάσεις καὶ ταραχὰν ποιῆσαι θέλων, ἐπεὶ ὅσα περ τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα
ἦν, ἐλάλησεν ἐν τῷ κρυπτῷ.
ἑξῆς, οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαρροῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Τί γὰρ, φησὶ, περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, οὗτοι λεγέτωσαν· αὕτη γὰρ τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις καλεῖ μάρτυρας ὧν λέγει· ἀλλὰ καίπερ οὕτως ἀποκριθεὶς
ῥαπίζεται, οὗ τί γένοιτ’ ἃν ἰταμώτερον; ἔφριξεν οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἐξέστη ἡ γῆ ἐπὶ τῇ τοιαύτῃ τῶν δούλων ἀγνωμοσύνῃ, καὶ τῇ τοῦ δεσπότου μακροθυμίᾳ, ἀλλ’ ὅμως ῥαπισθεὶς καὶ δυνάμενος πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ κατενεγκεῖν· τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι·
φησὶ γὰρ “εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ, “εἰ δὲ καλῶς, τί με δέρεις;” τουτέστιν, εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, τί με τύπτεις;
ἀλλ’ ἔσται κατὰ καιρούς. “ἐγὼ πάντοτε ἐδίδαξα ἐν συνα- “γωγαῖς·” εἰς ἀνάμνησιν αὐτοὺς ἄγει τῆς λεγούσης προφητείας ἐκ προσώπου Χριστοῦ, “οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς “σκοτεινῆς.”
ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. Εἰ δὲ πάντα φανερῶς ἐδίδαξα, τὰ λεγόμενα παρά τισι περὶ ἐμοῦ ἀπόκρυφα, οὐκ εἰσὶ δεκτά.
ἴσασιν οἱ ποτὲ ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων αὐτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν θαυμαζόντων ἦν, αὐτὸν ἐποίησε τοῦτο. Οὐ γὰρ ἃν ἀκολούθως τι ἐποίησεν ἣ ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς τύψῃ αὐτόν. Ἐλέγχει τὸν ὑπηρέτην ὡς ἀδικοῦντα, οὐ μόνον ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν, ἀλλ’ ὅτι πρῴην θαυμάσας,
νῦν δὲ ἐπ’ οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν.
ἡμῶν ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλείπῃ, ὥστε καὶ πάλιν ἐρωτηθεὶς ἀρνεῖται, καὶ οὐ δεύτερον μόνον, ἀλλὰ καὶ τρίτον. Τί δήποτε δὲ οἱ Εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ’ ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον κακὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῷ Θεῷ, ἀλλ’ ἑαυτῷ θαρρεῖν.
ποιεῖται τὴν μνήμην, ἀληθεύοντα πανταχοῦ δεικνὺς τὸν Χριστόν.
τῶν δικαστῶν τὸ πλῆθος, καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβασανισμένον τῆς ἀληθείας· εἶπε δὲ ὁ Εὐαγγελιστὴς ὅτι “ἦν δὲ “πρωΐα,” δεῖξαι θέλων ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ τοῦ Καϊάφα ἐρωτώμενος οὐδὲν ἐξειλέγχετο.
ἐπειδὴ τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο, ὑπὸ ῾Ρωμαίοις τῶν πραγμάτων κειμένων.
συλλαβόντες καὶ ὅπλα βαστάζοντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, ἵνα μὴ μιανθῶσι δῆθεν, καὶ φονῶντες μὲν ἀδίκως, οὐκ ἐνόμιζον μιαίνεσθαι, δικαστηρίου δὲ ἐπιβαίνοντες, μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Τὶ δέ ἐστιν, “ινα φάγωσι τὸ πάσχα;” αὐτὸς γὰρ ἦν αὐτὸ πεποιηκὼς τῇ μιᾷ τῶν ἀζύμων· πάσχα τῆς ἑορτῆς λέγει.
Διὰ τοῦτο δὲ ἐξελθὼν ὁ Πιλάτος ἐρωτᾷ τοὺς Ἰουδαίους λέγων, “τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;“ ὅπως δείξῃ ἑαυτὸν ἀπηλλαγμένον τῆς βασκανίας αὐτῶν· ὁρῶν γὰρ αὐτὸν δεδεμένον καὶ ὑπὸ τοσούτων ἀγόμενον, οὐκ ἐνόμισεν ἔλεγχον ἔχειν ἀναμφισβήτητον τοῦτο, ἀλλ’ ἐρωτᾷ, ἄτοπον εἶναι νομίζων τὴν μὲν
κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι ἐκείνω.
ἀλλὰ καὶ ὑπὸ ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι, ἣ ὅπερ ἔφην, ὅτι ἐκείνοις σταυρῶσαι οὐκ ἐξῆν.
τὸν ἀναίτιον κολάζει, κρίνατε αὐτοί. Εἰ μὲν ἑαυτοῖς ἐπιτρέπετε τὴν κρίσιν, αὐτοὶ καὶ τὴν ἐξέτασιν ὡς βούλεσθε ποιήσασθε· εἰ δ᾿ ἐπ’ ἐμοῦ βούλεσθε κριθῆναι, εἰπεῖν ἀναγκαῖον. Σαφὲς τεκμήριον ὅτι ἑκὼν ὁ Κύριος ἔπασχεν, ἐξ ὧν εἰδὼς προεῖπεν, ὅτι ἤμελλε τοῖς ἔθνεσι παραδοθῆναι ἐπὶ τὸ σταυρωθῆναι.
ὅπερ ἀεὶ περιεφέρετο περὶ αὐτοῦ, τοῦτο εἰς μέσον ἄγει.
“εἰμί;” καὶ τὰ ἑξῆς. Εἰπόντος δὲ τοῦ Χριστοῦ, “ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὅπερ ἐδεδοίκει τέως ὁ Πιλάτος, διέλυσε τὴν τῆς τυραννίδος ὑποψίαν· ὅτι δὲ καὶ τοῦ κόσμου τούτου κρατεῖ ἡ βασιλεία αὐτοῦ, πᾶσι δῆλον. ἀλλὰ διὰ τὸ μὴ εἶναι αὐτὴν ἐκ τῶν ἐνταῦθα, ἄνωθεν δὲ τὴν ἀρχὴν ἔχειν
τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγε, βασιλεὺς μέν εἰμι, ἀλλ’ οὐ τοιοῦτος ὃν ὑποπτεύεις, ἀλλὰ πολλῷ μείζων καὶ λαμπρότερος. Δεῖξαι δὲ θέλων τῆς παρ’ ἡμῖν βασιλείας τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχὺν, ἡ δὲ ἄνω αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη, φησὶν, “εἰ ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἦν ἡ ἐμὴ” καὶ
τὰ ἑξῆς.
αὐτῶν ὑβριζομένου, ἐννοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας·
ὥστε καὶ ὅταν ἀκούσωμεν, ὅτι “καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ζωὴν ἔδωκεν ἔχειν,” μηδὲν ἄλλο ἣ τὴν γέννησιν νομίζωμεν, οὕτω καὶ ἐπὶ ἄλλων ὁμοίως.
καὶ δεσπότης καὶ Κύριός εἰμι. Ἐπισπάσασθαι δὲ θέλων διὰ τούτων τὸν Πιλάτον, καὶ πεῖσαι γενέσθαι τῶν λεγομένων ἀκροατὴν λέγει “πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς·” εἴ τις γὰρ, φησὶν, ἐστὶν ἀληθὴς, καὶ τοῦτο ποθεῖ πάντως ἀκούσεται. εὐθέως αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασι· τοῦτο γὰρ δηλοῖ ὅπερ
εἶπεν ὁ Πιλάτος, “τί ἐστιν ἀλήθεια;” ἀλλ’ ἐπειδὴ πρὸς τὸ κατεπεῖγον ἵσταται, συνεῖδε γὰρ ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα, ἔδει δὲ αὐτὸν ἐξαρπάσαι τέως τῆς τῶν Ἰουδαίων ὁρμῆς.
Διὰ τοῦτο ἐξῆλθε πρὸς αὐτοὺς, καὶ φησιν, “ἐγὼ οὐδεμίαν αἰτίαν “εὑρίσκω ἐν αὐτῷ,” καὶ τοῦτο δὲ συνετῶς· οὐ γὰρ εἶπεν, εἰ
ἥμαρτεν καὶ ἄξιός ἐστι θανάτου, ὅμως χαρίσασθαι αὐτὸν τῇ ἑορτῇ, ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἀξιοῖ ἐκ περιουσίας λέγειν, “ἔστιν ὑμῖν συνήθεια, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· εἶτα καὶ ἐντρεπτικῶς καὶ δυσωπητικῶς σφόδρα ἐπάγει, “βούλεσθε οὖν ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ἀπο-
“λύσω;” ἀλλ’ ὦ τῆς μιαρᾶς αὐτῶν γνώμης· τὸν μὲν ὁμότροπον καὶ ὑπεύθυνον αἰτοῦσι, τὸν δὲ ἀνεύθυνον κολάσαι κελεύουσι, κράζοντες, “μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.” αὕτη γὰρ αὐτοῖς ἄνωθεν ἡ συνήθεια. Ἡμᾶς δὲ χρὴ διὰ πάντων σκοπεῖν τοῦ δεσπό- του τὴν ἐπιείκειαν.
ἠφάνιστο τὸ πρὶν καὶ ἠγνοεῖτο ὑπὸ πάντων ἔτι ἐν ἀπιστίᾳ ἐξεταζομένων.
ὁμοῦ καὶ ὑποχαλᾷ τῷ γελοίῳ τὴν τῶν λελυπηκότων ὀργὴν, ἐν τῷ δεικνύειν σαφῶς, ὅτι ἐπ’ αὐτῷ δὴ τοῦτο κατηγορεῖται μάτην· μηδὲ γὰρ ἃν ἀφέσεως ἠξίωσέ ποτε τὸν ἐπὶ τυραννίδι καὶ νεωτερισμῷ τῷ κατὰ Ῥωμαίων κατεγνωσμένον τὸν Ῥωμαίων στρατηγόν· δι’ ὃν οὖν ἀνεῖναι προτρέπει, μεμαρτύρηκεν αὐτῷ τὸ παντελῶς
ἀνυπαίτιον. διασκεπτομένῳ δέ μοι καὶ δοκοῦντι πόθεν ἆρα γέγονε τοῖς Ἰουδαίοις ἐν ἔθει τὸ ἐξαιτεῖν ἑνὸς ἄφεσιν λῃστοῦ τινος, ἣ φονευτοῦ, λογισμὸς μὲν ἐπῆλθεν, ὡς οὐκέτι μὲν πάντα κατὰ τὸν θεῖον αὐτοῖς ἐπράττετο νόμον· ἔθεσι δὲ μᾶλλον ἰδίοις ἀποκεχρῆσθαι ἐδόκουν· πρὸς ἐξίτηλον ἐτρέποντο πολιτείαν, καὶ οὐ
σφόδρα συνεῖδον τοῖς διὰ Μωϋσέως τεθεσπισμένοις. ἀλλά μοι τὴν θείαν διερευνῶντι γραφὴν, καὶ φιλοθηροῦντι πανταχόθεν τὴν τοῦ πράγματος αἰτίαν, παρέπιπτέ τι τῶν θείων λογίων, ὃ καὶ καλεῖ πὼς εἰς ὑποψίαν τὸν ἡμέτερον νοῦν, μὴ ἆρα τί πληροῦντες τῶν κατὰ τὸν νόμον, καίτοι δυσάγωγοι λίαν ὄντες ᾿Ιουδαῖοι, τὴν τοῦ
κακουργοῦντος ἐζήτουν ἄφεσιν. γέγραπται τοίνυν ἐπὶ τῷ βιβλίῳ τῶν Ἀριθμῶν, ὁ περὶ τοῦ φονεύοντος νόμος ἀκουσίως ἤγουν ἑκουσίως· διωρισμένης δὲ τῆς δίκης ἐναργῶς τῆς ἐπὶ τῷ καταβουλήτῳ φονευτῇ, μέτεισιν εὐθὺς ὁ λόγος εἰς τὸν περὶ τοῦ φονεύοντος ἀκουσίως, εἶτα καὶ οὕτω φησὶ μεθετέρα, “ἐὰν δὲ ἐξαπίνης οὐ δι’
“ἔχθραν ὤσῃ αὐτὸν, ἣ ἐπιρρίψει ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐν- “έδρου, ἢ ἐν παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, οὐκ εἰδὼς, “καὶ πέσῃ ἐπ’ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, “οὐδὲ ζητῶν κακοποιῆσαι αὐτὸν, καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον “τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος, τὸ αἷμα,
“κατὰ τὰ κρίματα ταῦτα P, καὶ καταστήσουσιν αὐτὸν καὶ ἡ συνα- “γωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου οὗ ἔφυγε·” τοιαύτης οὖν ἀνεγειρομένης τῆς ἐντολῆς, εἶτα τινῶν ὡς εἰκὸς τοιούτοις περιπιπτόντων πταίσμασιν, ἵνα παντελῶς δικαιοῖ τῶν τῇδε τεθεσπισμένων μὴ παντελῶς ἀλογεῖν, κατὰ πληθὺν συνιόντες Ἰουδαῖοι τῶν
τοιούτων ἐζήτουν ἕνα· ἔργον γὰρ ὅλης τοῦτο συναγωγῆς ὁ νόμος γενέσθαι προσέταττε, ἀπολύσειν γε μὴν ἐξῆν αὐτοῖς, κατά γε τὸ δοκοῦν τῷ νόμῳ. τοῦτο δρᾷν αἰτοῦσι Πιλάτῳ· καταδεξάμενοι γὰρ ἅπαξ τὴν Ῥωμαίων ἀρχὴν, τὰ πλεῖστα λοιπὸν τῶν καθ’ ἑαυτοὺς τοῖς ἐκείνων παρεχώρουν νόμοις· καὶ γοῦν φονεύειν ἐξὸν τὸν ἔπι
τισι τῶν ἀτόπων κατεγνωσμένων, ὡς ἕνα τῶν τοιούτων Πιλάτῳ προσήγαγον τὸν Ἰησοῦν.
αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου στῆσαι τὸ δεινὸν, καὶ ἐμάστιξε, καὶ γενέσθαι τὰ γενόμενα συνεχώρησε, τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν.
ἐποίησαν, εἴγε μὴ ἐπίταγμα ἦν τοῦ ἄρχοντος τοῦτο, εἰς χάριν τὴν Ἰουδαϊκὴν, σκοπείτω, ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν παρ’ ἐκείνου κελευσθέντες ἐπῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χρημάτων ἕνεκα
χαριζόμενοι, πάντα ἐτόλμων. Ἐξήγαγε δὲ αὐτὸν ὁ Πιλάτος, λέγων, οὐδεμίαν αἰτίαν εὑρίσκω κατ’ αὐτοῦ, σβέσαι διὰ τούτου
τὴν ὀργὴν αὐτῶν βουλόμενος, ἀλλ’ ἐκεῖνοι οὐδὲ οὕτως ἥμεροι γεγόνασιν, ἀλλ’ ἐβόων, “σταύρωσον, σταύρωσον.” Διὰ τοῦτο ἰδὼν ὁ Πιλᾶτος εἰκῆ πάντα γενόμενα, φησὶ, “λάβετε αὐτὸν ὑμεῖς, καὶ 12 “σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” ὅθεν δηλονότι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων συνεχώρησε μανίαν· καὶ γὰρ τοῦτο ὡς ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωτημένον αὐτοῖς ὠθοῦντος αὐτούς. Διὸ καὶ ἐν τούτῳ καταισχυνθέντες λέγουσιν, ὅτι “ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν
“ ὀΦείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτὸν,” ὅθεν τοῦτο ἀκούσας ὁ Πιλάτος μᾶλλον ἐφοβήθη, μήποτε ἀληθὲς ᾖ τὸ λεγόμενον· ἐκεῖνοι δὲ καὶ διὰ πραγμάτων τοῦτο μαθόντες οὐ πεΦρίκασιν, ἀλλ’ ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν· διὰ τοῦτο οὐκ ἔτι ἐρωτᾷ αὐτὸν ὁ Πιλάτος, τί ἐποίησας; ἀλλ’ ἄνωθεν
πάλιν ποιεῖται τὴν ἐξέτασιν, ὑπὸ τοῦ Φόβου κατασειόμενος λέγων, εἰ σὺ εἶ’ ὁ Χριστός;” αὐτὸς δὲ οὐκ ἀποκρίνεται αὐτῷ. διότι μαθὼν πη αὐτοῦ ὅτι “εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἦλθον,” καὶ, “ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν,” καὶ ὀφείλων ἀντιστῆναι καὶ ἐξελέσθαι αὐτόν· τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ
Ἰουδαϊκῇ ὁρμῇ, ὅθεν καὶ ἑαυτὸν προκατέκρινε λέγων, “ἐξουσίαν “ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαι σε·” εἰ γὰρ τὸ πᾶν ἐν ἑαυτῷ ἔκειτο, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπέλυσεν αὐτόν; αὐτὸς δὲ κατασπῶν αὐτοῦ τὸν τῦΦον, Φησὶν, “οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον
“ἄνωθεν,” δηλῶν οὐχ ἁπλῶς κατὰ τὴν τῶν ἄλλων ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. ἵνα δὲ μὴ ἀκούσας, “εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν,” νομίσῃ τοῦ παντὸς ἀπηλλάχθαι ἐγκλήματος, ἐπήγαγε, “διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.” Εἰ δὲ λέγει τις, ὅτι εἰ δεδομένον ἢν,
οὔτε ἐκεῖνοι, οὔτε οὗτος ὑπεύθυνοι ἐγκλημάτων εἰσίν· εἰκῆ q ταῦτα λέγει· τὸ γὰρ δεδομένον ἐνταῦτα τὸ συγκεχωρισμένον ἐστίν· ὡσανεὶ ἔλεγεν, εἴασα μὲν ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς ἁμαρτίας ὑμεῖς ἐκτὸς ἔσεσθε, τοιαύτην προαίρεσιν πονηρὰν κεκτημένοι.
ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μετὰ τῶν ιβ΄ μαθητῶν ἀεὶ ἐβάδιζε πάντα εὐτελῶς μετιὼν, καὶ τροΦὴν καὶ στολὴν, καὶ οἴκημα; ἀλλ’ ὦ τῆς ἀνανδρείας καὶ ἀκαίρου δειλίας. Νομίσας γὰρ ὁ Πιλάτος κινδυνεύειν λοιπὸν εἰ ἴδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάσων τὸ πρᾶγμα· τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου·
οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς· ὅτι γὰρ τοῦτο αὐτὸ ἐποίει, δῆλον ἐξ ὧν Φησι
πρὸς αὐτούς· “ἴδε ὁ βασιλεὺς ὑμῶν·” αὐτοὶ δὲ τὴν πονηρὰν ἔτι γνώμην κατέχοντες ἔκραζον, “ἆρον, ἆρον, σταύρωσον αὐτόν·” οὕτω δὲ αὐτὸν ἀνελεῖν ἐπεχείρουν, ἐπειδὴ ἐπονείδιστος οὗτος ὁ
θάνατος ἦν. δεδοικότες οὖν μή τις αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσιν ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες ὅτι διὰ τῶν κωλυμάτων λαμπροτέρα γίνεται ἡ ἀλήθεια, ὑπερέβαλλον δὲ καὶ ἑαυτοὺς ἑκόντες τῇ κολάσει, εἰπόντες, “οὐκ “ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.” Διὰ τοῦτο καὶ ὁ Θεὸς
αὐτοὺς παρέδωκεν, ὅτι αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ ἐπιστασίας ἑαυτοὺς ἐξέβαλλον. σφόδρα δὲ ἀλόγως διαπραξάμενος ὁ Πιλάτος, παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ· δέον γὰρ ἐρωτῆσαι, εἴγε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδι.
κατ’ ἐμοῦ πταῖσμα, οὐκ ἠδυνάσο καταψηφίσασθαι, εἰ μὴ ἑκὼν ἐγὼ εὐδοκίᾳ Πατρὸς ἤγαγον ἐμαυτὸν εἰς τὸ παθεῖν.
“ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεον, καὶ κατεδίωξε πένητα καὶ “πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.” Τὸ γὰρ ἐν καιρῷ πόνου καὶ θλίψεως ἐπιτίθεσθαι τῷ μηδὲν ἀδικοῦντι, δεινὸν παρὰ τῷ δικαίῳ καὶ ἀγαθῷ Θεῷ· ᾧτ’ γὰρ συμπάσχειν ἐχρῆν, τούτῳ προστιθεὶς ἀλγηδόνας, ἀνθίσταται τῷ Θεῷ.
Μάρκον εἰπεῖν, ὥραν εἶναι τρίτην καθ’ ἣν ἐσταυρώθη ὁ Θεὸς ἡμῶν, τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ὥραν τὴν ἕκτην γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος, ἐν τῷ λιθοστρώτῳ καλουμένῳ τόπῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα παραγοραὲν q πάντων ἐξ ἀρχῆς ἀπογραψαμένων
τὰ εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦτο r δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν s τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτεταμςρνης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν
γευστῶν τοῦ τε Ματθαίου καὶ Μάρκου καὶ Λουκᾶ σύμφωνον λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας πρὸ τοῦ γενέσθαι τοῦ σκότους ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε, καὶ τοῦ Ἰωάννου
τὸν ὅμοιον τρόπον τρίτην εἶναι τὴν ὥραν ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων, τὸ γάμμα μετατεθέντων εἰς τὸ ἐπίσημον.
σταυροῦ σαφῶς καὶ ἀναμφιβόλως ἐκτίθεται· ἐπεὶ οὖν σταυρῶσαι καὶ τιμωρήσασθαι ἔκτοτε οἱ δικασταὶ λέγονται, ἀφ’ οὗ τὴν ἀπόφασιν ἐξενέγκωσι, διὰ τὸ τὴν δύναμιν τῆς τιμωρίας καὶ τοῦ θανάτου ἐν ταῖς γλώσσαις κεκτῆσθαι, τούτου χάριν ὁ Μάρκος αὐτὸν τὴν τρίτην ὥραν σταυρωθῆναι λέγει, ἀφ’ ἧς ὁ Πιλάτος τὴν
ἀπόφασιν ἐξήνεγκεν· Ἰωάννης δὲ ὡς εἰρηκότος τοῦ Μάρκου τὸν καιρὸν τῆς ἀποφάσεως, αὐτὸς τὴν ὥραν ἐν ἡ τῷ σταυρῷ προσήλωσαν τὸν Κύριον ἔφησεν. Χρὴ γὰρ σκοπῆσαι ἃ μεταξὺ τῆς παρὰ 14 τοῦ Πιλάτου περὶ τοῦ σταυροῦ προσελθούσης ἀποφάσεως καὶ τῆς ὥρας αὐτῆς, ἐν ᾗ εἰς τὸν σταυρὸν ὁ Κύριος ἀναβέβηκε, πέπρακται. ταῦτα μὲν γὰρ ὁ Ἰωάννης γέγραφε. Μετὰ γὰρ τὸ ἀπολῦσαι τὸν Πιλάτον τὸν Βαραββᾶν, φραγελλῶσαι δὲ τὸν Ἰησοῦν, καὶ παραδοῦναι ἵνα σταυρωθῇ, μετ’ αὐτοῦ οἱ στρατιῶται πλέξαντες
στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτῷ, καὶ τὰ λοιπὰ ἐπετέλουν ἐμπαίζοντες αὐτόν. Ἔτι δὲ καὶ ὁ Πιλάτος ἐξήνεγκεν αὐτὸν ἐστεφανωμένον ταῖς ἀκάνθαις, καὶ τὸ πορφυροῦν περιβεβλημένον ἱμάτιον, καὶ εἶπεν, “ἰδοὺ ὁ ἄνθρωπος·” πρόσκειται, καὶ ὅτι ἐβόησαν οἱ Ἰουδαῖοι,
“ἆρον, ἆρον, σταύρωσον αὐτὸν,” καὶ ὅτι τῶν Ἰουδαίων ἀποκρινομένων “ἡμεῖς νόμον ἔχομεν,” καὶ τὰ ἑξῆς, πάλιν εἰσελθὼν ὁ Πιλάτος ἑτέραν ποιεῖται τοῦ Ἰησοῦ τὴν ἀνάκρισιν, ἀφ’ ἧς αὐτὸν καὶ ἀπολῦσαι ἐβούλετο, καὶ τὰ ἀκόλουθα δὲ πάντα ἕως οὗ ἐν τῶ λιθοστρώτῳ πάλιν ἑτέραν ποιεῖται περὶ ἑαυτοῦ διάγνωσιν. Ταῦτα
οὖν πάντα ἱκανὰ ὑπῆρχε τὸν ἀπὸ τρίτης ὥρας μέχρι τῆς ἕκτης δαπανῆσαι χρόνου, ἅπερ ὁ Ἰωάννης ἐκθέμενος, ὡς καὶ τούτοις πᾶσι παρηκολουθηκὼς, ἀναγκαίως τῆς ἕκτης ὥρας ἐμνημόνευσεν, ὅτε καὶ παρέδωκεν αὐτὸν αὐτοῖς τελείως ἵνα σταυρωθῇ, οὐκέτι μαστίξας, ἤδη γὰρ μαστιχθεὶς, ὅτε αὐτὸν τῇ ἀποφάσει σταυτωθῆναι
παρέδωκε· νῦν δὲ αὐτὸ τὸ ἔργον τοῦτο γενέσθαι προσέταξε· διόπερ οὐδενὸς ἑξῆς ἄλλου πεπραγμένου μέμνηται, μόνης δὲ τῆς ἐπὶ τὸν σταυρὸν ἀπαγωγῆς· ἐὰν δὲ λέγῃ τις, ὅτι καὶ ἕνεκεν τίνος ἅπαξ ἀποφηνάμενος, πάλιν αὐτὸν ἀπολῦσαι ἐβούλετο, πρῶτον μὲν ὑπὸ τοῦ πλήθους βιασθεὶς ἔθετο τὴν ἀπόφασιν, ἔπειτα καὶ τῷ
ὀνείρῳ τῆς γυναικὸς ἐνύττετο. Ἦν γὰρ αὐτῷ, ὥς φησιν ὁ Ματθσῖος μηνύσασα, “μηδέν σοι καὶ τῷ ἀνθρώπῳ τῷ δικαίῳ, καὶ τὰ ἑξῆς.
πεποιηκέναι τοῦτο συνέγραψαν; ἐπειδὴ ἑκάτερον πέπρακται. Ἅμα γὰρ τὸ ἀπαχθῆναι τὸν Κύριον ἐπὶ τῷ σταυρωθῆναι, ἐπὶ τὸν ὦμον βαστάζων τὸν σταυρὸν αὐτὸς ἐξῆλθε, τῶν στρατιωτῶν οὐκ ἀξιούντων βαστάσαι αὐτὸν, μὴ παρόντος ἑτέρου τοῦ βαστάζειν ὀφείλοντος, τῆς ὁδοῦ τότε ἀγγαρευθεὶς ὁ Σίμων ὑπὸ τῶν στρατιωτῶν,
λαβὼν αὐτὸν ὑπὸ τοῦ Κυρίου ἐβάστασεν. Ὅτι δὲ οὕτως ἔχει, αὐτὰ ὑμᾶς διδάξει τῶν Εὐαγγελιστῶν τὰ ῥήματα, ὅτι περ “ἀγ- “γαρεύουσι,” φησὶ, “παράγοντα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ὅπερ δηλοῖ ὅτι τῆς ὁδοῦ ἐρχομένοις ἐπὶ τὸν Γολγαθὰ, ἐρχόμενος ἀπ’ ἀγροῦ ὁ Σίμων συνήντησε· τὸ γὰρ συναντῆσαι
τοῖς ὁδεύουσι γίνεται· ὅθεν τὸν σταυρὸν οὐκ ἐξ ἀρχῆς, ἀλλὰ τότε ἀγγαρευθεὶς ἐβάστασε.
πατρὸς ἔστη τὸ πρᾶγμα· τύπος γὰρ ἢν· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν, ἀλήθεια γὰρ ἦν· καὶ ὡς καταδίκῳ δὲ λοιπὸν, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, καὶ τὸ ξύλον οἰωνίζοντο t, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Εἰς δὲ τὸν κρανίου τόπον σταυροῦσιν ἐπειδὴ, φασὶ τινὲς τὸν Ἀδὰμ ἐκεῖ τετελευτηκέναι καὶ κεῖσθαι·
διὰ τοῦτο οὖν καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, ἔνθα
ὁ θάνατος ἐβασίλευσε, ἐκεῖ καὶ τὸ τρόπαιον ἔστησε. Σταυροῦσι δὲ ἄλλους δύο μετ’ αὐτοῦ, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ αὐτὸν, καὶ τοῦτο εἰ καὶ ἄκοντες, πληροῦντες προφητείαν τὴν λέγουσαν “ὅτι μετὰ ἀνόμων ἐλογίσθη” ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι,
ταῦτα τῇ ἀληθείᾳ συνετέλει, ἵνα μάθωμεν ὅση αὐτῆς ἡ δύναμίς. Εβούλετο μὲν γὰρ συσκιάσαι τὸ γινόμενον ὁ διάβολος, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ γὰρ τριῶν σταυρωθέντων μόνος ἔλαμψεν ὁ Κύριος ἡμῶν Ἰησοῦς.
σταυροῦ, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ καὶ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλόν τινα αὐτὸν ἐξέδωκαν οἱ Ἰουδαῖοι, καὶ τὴν ψῆφον ταύτην τῆ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἐμφράττων αὐτῶν τὰ στόματα καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ
ἐπὶ στήλης τινὸς τὰ γράμματα ἔθηκε, καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ εἰκὸς πολλοὺς εἶναι μιγάδας Ἰουδαίων διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπολογίαν, ταῖς φωναῖς ἁπάσαις τὴν Ἰουδαίων μανίαν ἐστηλίτευσεν, 15 ὅθεν καὶ οἱ ἀρχιερεῖς καὶ ἐσταυρωμένοι βασκαίνοντες ἔλεγον τῷ Πιλάτῳ, “μὴ γράφε βασιλεὺς τῶν Ἰουδαίων,” ὡσανεὶ ἔλεγον, ὅτι τούτου γενομένου δείκνυται τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας τὸ ἔγκλημα εἶναι· ἀλλ’ οὐχ ὁ Πιλάτος προετράπη, ἀλλὰ Φησὶν, “ὃ γέγραφα, γέγραφα.” μέγα δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται.
Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τὸ καὶ φόβον ἐπικεῖσθαι καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, μέλλοντα δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυροὺς, ἵνα μὴ ἀγνοῆται ὁ τοῦ δεσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσως
κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν τίτλους οὐκ εἶχον. Χρὴ δὲ σκοπῆσαι πανταχοῦ τὰς προφητείας πληρουμένας δι’ ὧν ἐκεῖνοι πονηρεύονται· καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο, ὅπερ οἱ στρατιῶται διεπράξαντο, τὰ ἱμάτια αὐτοῦ μερισάμενοι.
οὕτως ὑφαίνουσι τὰ ἱμάτια, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῆ στολὴ τὸ λιτὸν ἐδίωκε σχῆμα. Εἶπον δὲ πρὸς ἀλλήλους ἐκεῖνοι, “μὴ σχίσωμεν αὐτὸν,” καὶ τὰ ἑξῆς, ὅπως μάθωμεν ἡμεῖς προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅτι ἐμερίσαντο μόνον, ἀλλ’ ὅτι καὶ οὐκ ἐμερίσαντο, εἶπεν ὁ προφήτης, τὰ μὲν γὰρ
ἄλλα διενείμαντο, τὸν δὲ χιτῶνα οὐκέτι, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν.
οἰκονομίας, δι’ ἧς ἔμελλε τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διασώζεσθαι. Ἐμερίσαντο γὰρ καὶ οἱονεί πω καὶ ἀμερίστως ἔχει τὰ τέσσαρα τῆς οἰκουμένης μέρη, τὸ ἅγιον ὄντως περίβλημα, τοῦτ’ ἔστι τὸ σῶμα αὐτοῦ· κατακερματιζόμενος γὰρ ἐν τοῖς καθ’ ἕνα καὶ τὴν ἑκάστου ψυχὴν ἁγιάζων μετὰ τοῦ σώματος διὰ τῆς
ἰδίας σαρκὸς ὁμογενὴς ὁλοκλήρως καὶ ἀμερίστως, ἐν ὅλοις ἐστὶν ὑπάρχων πανταχῆ, μεμέρισται γὰρ οὐδαμῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν.
κατὰ φύσιν, διὰ τὸ τὸν Ἰωσὴφ τὸν τῆς παρθένου μνηστῆρα ἀδελφὸν εἶναι τοῦ Κλεώπα, καθώς φησιν Ἐπιφάνιος ὁ τῆς Κύπρου, καὶ Ἰώσηππος ἱστορεῖ. Εἰ γὰρ καὶ ἀδελφὴν εἶπεν ὁ Εὐαγγελιστὴς τῆς θεομήτορος τὴν τοῦ Κλεώπα Μαρίαν, ἀλλὰ διὰ τὴν συγγένειαν τοῦτο εἴρηκεν. ἔθος γὰρ τοῦτο τοῖς παλαιοῖς τὸ τοὺς
ἀγχιστεύοντας ἀδελφοὺς καλεῖν, καθώς φησιν Ἰσαὰκ πρὸς Ἀβιμέλεχ τὸν βασιλέα περὶ τῆς Ῥεββέκκας, ὅτι “ἀδελφή μου ἐστι,” καί τοι γυνὴ αὐτοῦ ἦν· καὶ ὁ Κύριος διὰ τοῦ προφήτου πρὸς τὸν ἑαυτοῦ Πατέρα, “ἀναγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου s,” “ὅτι προάγω ὑμᾶς εἰς τὴν Φαλιλαίαν·” οὐδαμοῦ γὰρ εὕρηται παρὰ
τῇ θείᾳ γραφῇ ἐμφερόμενον τοῦτο, ὅτι γεγέννηται ἕτερον τέκνον τοῖς δικαίοις Ἰωακεὶμ καὶ Ἄννᾳ πλὴν τῆς θεόπαιδος.
Ιωσῆ μήτηρ. Λέγεται δὲ μήτηρ αὐτῶν θέσει καὶ οὐ φύσει διὰ τὸ εἶναι τὸν μνηστῆρα Ἰωσὴφ πατέρα αὐτῶν. Δευτέρα Μαρία ἡ Μαγδαλινὴ, ἀφ’ ἧς ἐκβεβλήκει ὁ Κύριος ἑπτὰ δαιμόνια. τρίτη Μαρία ἡ τοῦ Κλεώπα γυνὴ, ἀδελφὴ δὲ λεγομένη παρὰ τῷ Εὐαγγελιστῇ Ἰωάννῃ τῆς θεοτόκου διὰ τὴν συγγένειαν, καὶ διὰ τὸν
μνηστῆρα Ἰωσὴφ ὡς εἴρηται εἶναι ἀδελφὸν τοῦ Κλεώπα. Τετάρτη Μαρία ἡ σώφρων, ἡ τοῦ Λαζάρου ἀδελφή.
εἰπὼν “ καὶ τὸν μαθητὴν ὃν ἠγάπα” μετριάζων, ἐπειδὴ καὶ τὴν αἰτίαν εἶπεν ἃν, δι’ ἣν ἠγαπᾶτο. Καὶ γὰρ εἰκὸς μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Κατανοήσωμεν δὲ καὶ πῶς καὶ σταυρούμενος ὁ δεσπότης ἡμῶν Ἰησοῦς πάντα ἀταράχως ἔπραττε, τῷ 16 μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποφαίνων ἐλπίδας, καί τοιγε πρὸ τοῦ σταυροῦ φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν ἔστι τοῦτο ; οὐδὲν ἄπορον οὐδὲ ἀσαφές. κεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθενεια δείκνυται, ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία διαλάμπει·
ἐτίμησε δὲ καὶ μεγάλῃ τιμῇ τὸν μαθητὴν, τῆ μητρὶ τῇ ἑαυτοῦ εἰπὼν, “ ἴδε ὁ υἱός σου, καὶ τῷ μαθητῇ, ἰδοὺ ἡ μήτηρ σου.” ταῦτα δὲ ἔλεγε συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. Τὸ δὲ “ ἰδὼν ὁ Ἰησοῦς ὅτι πάντα τετέλεσται,” δηλοῖ, ὅτι οὐδὲν ἔλιπε τῇ οἰκονομίᾳ.
πάλιν ἐνδεικνύμενοι· “ πλήσαντες οὖν σπόγγον ὄξους μετὰ χολῆς “ καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι,” μήτε μέλλοντος αὐτοῦ λοιπὸν ἀπιέναι ἥμεροι γενόμενοι, αὐτὸς δὲ ἀταράχως καὶ μετ’ ἐξουσίας πάντα πράττων, “ εἶπε, τετέλεσται,”
καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Φησὶ γὰρ, “ καὶ κλίνας τὴν κεφα-
“ Λὴν παρέδωκε τὸ πνεῦμα,” τουτέστιν, ἀπέψυξε· καί τοι οὐ μετὰ τὸ κλῖναι τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι γίνεται, ἀλλὰ μετὰ τὸ ἐκπνεῦσαι τὸ κλῖναι· ἐνταῦθα δὲ τοὐναντίον, οὐδὲ γὰρ ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, ἐξέπνευσε, δι’ ὧν ἁπάντων ἐδήλωσεν ὁ Εὐαγγελιστὴς, ὅτι τοῦ παντὸς κύριος αὐτὸς ἢν.
διὰ τοῦτο αἱ προφητεῖαι πληροῦνται· ἐλθόντες γὰρ οἱ στρατιῶται τῶν μὲν ἄλλων κατέαξαν τὰ σκέλη, τοῦ δὲ Χριστοῦ οὐκέτι, ἀλλ’
ὅμως χαριζόμενοι τοῖς Ἰουδαίοις “ εἷς τῶν στρατιωτῶν ἔνυξε αὐτοῦ “ τὴν πλευρὰν τῇ λογχῇ,” καὶ νεκρὸν τὸ σῶμα ἐνυβρίζοντες· 17 ἐξελθὸν δὲ αἷμα καὶ ὕδωρ, οὐχ ἁπλῶς αἱ τούτων προῆλθον πηγαὶ, ἀλλ’ ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε, καὶ τοῦτο γιγνώσκουσιν οἱ πιστοὶ, δι’ ὕδατος μὲν ἀναγεννηθέντες, δι’ αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι, ἀρχὴν ἐκεῖθεν λαμβάνει τὰ μυστήρια, ἵν ὅταν προσείης τῷ φρικτῷ μυστηρίῳ, ὡς ἀπ’ αὐτῆς
πίνων τῆς πλευρᾶς, οὕτω προσείης.
ὑπάρχων Θεὸς, ἵνα σκυλεύσας τὸν ᾅδην κατορθώσῃ τῇ ἀνθρωπίνῃ φύσει τὴν εἰς ζωὴν ἀναδρομὴν, ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος κατὰ τὰς γραφάς· κατεχρήσατο δὲ λέξεσι συνήθεσιν ὁ Εὐαγγελιστὴς εἰπὼν, “ ἔκλινε τὴν “ κεφαλὴν καὶ παρέδωκε τὸ πνεῦμα,” τῆς καθ’ ἡμᾶς συναφείας
μὴ ἀφιστάμενος. Οὕτω γὰρ οἱ πολλοὶ τὸ τέθνηκε λέγουσιν, ἴσως δὲ καὶ οἰκονομικῶς λέγει τὸ “ παρέδωκε τὸ πνεῦμα,” εἰς χεῖρας δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον ὡς παρ’ αὐτοῦ “ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου,” καὶ ἡμῖν δὲ αὐτοῖς ἀγαθῆς ἐλπίδος θεμέλιον ἡ τοῦ λόγου κατεβάλετο δύναμις.
οὐ γὰρ ἐμφιλοχωροῦσι τοῖς μνήμασι τῶν ἁγίων αἱ ψυχαί· τρέχουσι δὲ μᾶλλον εἰς χεῖρας τοῦ πάντων Πατρὸς, τῶν ἁμαρτωλῶν εἰς τὸν τῆς κολάσεως τόπον κατασπωμένων, τουτέστιν, ᾅδην.
ἐγρηγορὼς τῷ σώματι τὴν πλευρὰν διηνοίγει, ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκε τὴν πλευρὰν τῷ στρατιώτῃ. Διὰ τί δὲ τῇ λόγχῃ πλευρᾷ ὑπήντησεν ; ἔδει ἐν τῷ σχήματι τοῦ στρατιώτου πάντα λυθῆναι τὰ κατὰ τοῦ Ἀδάμ. ἐπειδὴ γὰρ φλογίνην ῥομφαίαν ὁ Θεὸς περιέθηκε τὴν κωλύουσαν εἰσέρχεσθαι τὸν
Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ ῥομφαία ἦν ἡ στρεφομένη, πᾶν δὲ στρεφόμενον ἐὰν μή τινι συγκρουσθῇ, οὐχ ἵσταται τοῦ ἰδίου δρόμου, ἀντιστῆναι δὲ οὐδεὶς ἐδύνατο τῇ ῥομφαίᾳ τῇ πυρίνῃ, ἐν τῇ οἰκονομίᾳ τοῦ στρατιώτου τῷ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευρὰν, ἵνα διὰ τῆς αἰσθητῆς λόγχης παύσηται λοιπὸν
τῆς ἀπειλῆς, καὶ μηκέτι τοῖς λοιποῖς τὴν εἴσοδον ἀποκλείσῃ τοῦ παραδείσου.
ἐπάγει, “ ἵνα ὑμεῖς πιστεύσητε, ἐγένετο γὰρ,” φησὶ, “ταῦτα, ἵνα “ ἡ γραφὴ πληρωθῇ, ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται.” Εἰ γὰρ καὶ περὶ τοῦ παρὰ Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη· διὰ τοῦτο καὶ τὸν προφήτην εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ
κάτω αὐτὸν εἰς μέσον φέρων οὐκ ἐδόκει ἀξιόπιστος εῑναι, παράγει τὸν Μωϋσέα ὡσανεὶ λέγων, καὶ οὐδὲ τοῦτο ἁπλῶς ἐγένετο, ἁλλ’ ἄνωθεν προδιεγράφη· πληροῦται δὲ καὶ ἑτέρα προφητεία λέγουσα ὅτι “ὄψονται εἰς ὃν ἐξεκέντησαν,” οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τοῖς μέλλουσιν ἀπιστεῖν ἐγένετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν,
οἱον τῷ Θωμᾷ καὶ τοῖς κατ’ ἐκεῖνον.
δὲ εἰκόνα ἔφερε τὸ πρόβατον τοῦ ἀμνοῦ τοῦ Θεοῦ, τρέφεται τις τὴν κεφαλὴν τοῦ Χριστοῦ, τὰ περὶ τῆς θεολογίας αὐτοῦ ἐκλαμβάνων, τοὺς δὲ πόδας διδασκόμενος, τὰ περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας, τὰ δὲ ἐνδόσθια τὰ ἀπόκρυφα δόγματα. Ἕκαστον γὰρ τῶν περὶ Χριστοῦ δογμάτων ἀπόκρυφον ἔχει καὶ μυστικὸν λόγον.
Ἐπεὶ οὖν ὀστοῦν νοεῖται τὸ εὔτονον τοῦ μυστηρίου, οἱ ἁρμοδίως καὶ συμφώνως κατέχοντες τὸ περὶ τοῦ Χριστοῦ μυστήριον, ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. Ὅτε “ ἔρχεται κρῖναι, τότε ὄψον- “ τᾶι αὐτὸν καὶ θρηνήσουσι.”
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.