ΚΕΦ. Π.
εἰπόντες ἕως οὗ ὠνείδιζον αὐτὸν οἱ λῃσταὶ, τὰ λοιπὰ τῆς ἱστορίας τὰ περὶ τὸν σταυρὸν παρέλιπον. Λουκᾶς δὲ ἀφέμενος τῶν προτέρων, ὡς παρὰ τοῖς ἄλλοις εἰρημένων, τὰ παραλειφθέντα ἐκείνοις, τουτέστι τοῦ ἑνὸς λῃστοῦ τὴν ἐπίγνωσιν ἱστορεῖ, ἀπὸ τῆς φωνῆς ἀρξάμενος ἦν ὁ Κύριος εἶπε· “Πάτερ, ἄφες αὐτοῖς, οὐκ οἴδασι τί
“ποιοῦσιν,” ἀφ’ ἧς εἰκὸς ἦν, καθάπερ εἴρηται, τὸν ἕτερον τῶν λῃστῶν ἐλθεῖν εἰς κατάνυξιν.
αὐτούς· ἴσως τινὰ πη αὐτῶν βοήθειαν ἐντεῦθεν προσδοκῶντες εἰς ἄφεσιν. Ἐπειδὴ δὲ ἅπερ προσεδόκων παρὰ τῶν Ἰουδαίων ἥργησαν, θάτερος τῶν λῃστῶν, αὐτός τε ἀνένηψε, καὶ τὸν ἄλλον εἰς τοῦτο προετρέπετο·
θεασάμενος θαύματα; ἐκ τῶν λόγων ἴσως ὧν περ ὁ Κύριος Ἰησοῦς παρρησίᾳ πρὸς τὸν Θεὸν, ὡς πρὸς Πατέρα, ἐφθέγξατο λέγων, Πάτερ, ἄφες αὐτοῖς οὐ γὰρ οἴδασι τι ποιοῦσιν ὡς γὰρ ἴσος ἴσῳ διαλεγόμενος καὶ πατέρα ἐκάλει, καὶ, “ἄφες,” σὺν πολλῇ παρρησίᾳ ἔλεγεν. Οὐ γὰρ εἰπε, Κύριε, παρακαλῶ σε, συγχώρησον
αὐτοῖς, δεικνὺς ὅτι τὰ εἰς αὐτὸν ἐφ’ ὕβρει λεγόμενα, εἰς βλασφημίαν τοῦ Πατρὸς ἀνατρέχουσι, διὰ τὸ τῆς θεότητος ὁμοούσιον.
θεότητος· τάχα δὲ πρῶτον τὸν λῃστὴν τὸν εἰς αὐτὸν πιστεύσαντα.
παρηγγέλλετο οὖν τῷ ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
ἀπ’ αἰῶνος ἀπαριθμησάμενος δικαίους ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, δικαιωθέντας διὰ τῆς πίστεως, καὶ ἐπαγαγόντος, “καὶ “οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο “τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- “μένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι;” καὶ τινὲς λέγουσι ὡς
ὁ Ἀπόστολος οὐκ ἐν οἱς ἀπηριθμήσατο καὶ τὸν λῃστὴν συνηρίθμησεν, ἀλλ’ ἐσιώπησεν αὐτὸν, ὡς τῶν ἐπηγγελμένων ἤδη τυχόντα, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς καὶ ἀπροσδιορίστως, “πάντες οἱ “μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας,” ἀλλ’ εἶπε, “καὶ οὗτοι πάντες πρὸς τοὺς ἀπηριθμημένους δεικτικῶς
ἀναφέρων τὸν λόγον, οἱς ὁ λῃστὴς οὐ συνηρίθμητο. ἕτεροι δὲ ἔφασαν, μηδέ πὼς τὸν λῃστὴν τετυχηκέναι τῆς ἐν τῷ παραδείσῳ. Αὐτὸς γὰρ γὰρ εἶπεν, “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, “οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν·” ἔστι γὰρ καὶ τοιοῦτον εἶδος, φησὶν, ἐν τοῖς τοῦ Κυρίου ῥήμασιν, ἐν οἷς περὶ τῶν ἔσεσθαι
μελλόντων ὡς ἤδη γεγενημένων διέξεισιν, ὡς ὅταν λέγῃ, “ὁ δὲ μὴ “πιστεύων, ἤδη κέκριται·” καὶ πάλιν, “ἀμὴν, λέγω ὑμῖν, ὅτι ὁ “τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν, “καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου 1 “εἰς τὴν ζωήν.” ἄλλοι δὲ πρὸς τούτοις τὴν ἔννοιαν καὶ τὸ ῥητὸν ἐκμάζονται c. λέγουσι γὰρ δεῖν ὑποστίζοντας ἀναγινώσκειν, “ἀμὴν λέγω σοι σήμερον, εἴς οὕτως ἐπιφέρειν τὸ “μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ,” ὡς εἰς τὸν μέλλοντα χρόνον δοκεῖν ἀφορᾷν τὴν ὑπόσχεσιν. ἀλλὰ ταῦτα μὲν οὗτοι.
οὐρανῶν καὶ ὁ παράδεισος, δύο προσηγοριῶν οὐσῶν περὶ ἓν πρᾶγμα τὸ ὑποκείμενον. ἀλλ’ ἡ τῶν ἱερῶν γραμμάτων διδασκαλία δείκνυσιν, ὡς οὐ ταὐτόν ἐστιν, ἀλλ’ ἑκατέρου πολὺ τὸ διάφορον. Τὰ μὲν γὰρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἡτοιμασμένα τοῖς ἀγαπῶσι τὸν Κύριον ἀγαθὰ, “οὔτε ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουε, οὐδὲ ἐπὶ
“καρδίαν ἀνθρώπου ἀνέβη,” καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος.
ἐργάζεσθαι τὸν παράδεισον· ἡ δὲ ἐργασία τοῦ παραδείσου βάναυσός τις οὐκ ἀλλ᾿ ἀλλ’ εἶχε λογικὴν εὐφροσύνην ἀναμεμιγμένην καὶ ἐννοιῶν θείων ἀπόλαυσιν· σιωπῶν γὰρ τὴν ἁρπαγὴν ᾗ ἡρπάγη Παῦλος ἐκεῖσεν, ἐπείπερ αὐτὸς εἶπεν, “εἴτε ἐν σώματι, εἴτε “ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα.”
τὰ ἐν ἐπαγγελίαις ἡμῶν ἀποκείμενα οὐδὲν ἕτερόν ἐστιν ἣ βασιλεία τῶν οὐρανῶν, πολλαχόθεν μὲν ἐστὶν συνιδεῖν, μάλιστα δὲ ἐκ τῶν ῥημάτων ἐκείνων, ὧνπερ ὁ Κύριος ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀναγέγραπται λέγων τοῖς ἑαυτοῦ μαθηταῖς, “ὑμεῖς δέ 2 “ἐστε οἱ διαμεμενηκότες ἐν τοῖς πειρασμοῖς μετ’ ἐμοῦ, κἀγὼ “διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα “ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.” Εχομεν δὲ πρὸς τῇ ἐπηγγελμένῃ βασιλείᾳ καὶ τὸν παράδεισον, ὅστις χωρὶς d ἐστὶ πνευματικῆς ἀναπαύσεως· θαυμάσαι οὖν ἐστὶ
τοῦ Κυρίου τὰς πανσόφους οἰκονομίας, ὧν μετρίως τινὰς ἐμφάσεις δεδείγμεθα, τὸν ἐπ’ αὐταῖς εἰπεῖν τελείως λόγον οὐκ ἔχοντες· τοῦ γὰρ λῃστοῦ τοιαύτην πίστιν ἐπιδειξαμένου, καὶ τοῦ μὲν ἄλλους τῶν ἥλων καταφρονήσαντος, προσπεπερόνητο γὰρ τῷ ξύλῳ χεῖρας καὶ πόδας, καὶ τὰ ἐν ποσὶν ἅπαντα ὑπερβάντος, πρὸς δὲ τὰς
μελλούσας ἀναπτερωθέντος ἐλπίδας, καὶ κράξαντος τὴν ἐξαίσιον καὶ ὑπὲρ ἄνθρωπον ἐκείνην φωνὴν “μνήσθητί μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,” ὁ τῶν ἡμετέρων διανοιῶν ἐξεταστὴς ἀκριβὴς, τῆς πίστεως αὐτοῦ θαυμάσας τὸ μεγαλοπρεπές τε καὶ ὑψηλὸν, ἐκ τῶν αὐτίκα μάλα ἐσομένων πρὸς τὴν ἐλπίδα τῶν μελλόντων
αὐτὸν ἐβεβαίωσεν εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ “παραδείσῳ.” Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, οἱ πιστεύσαντες εἰς ἐμὲ, σημείων καὶ διδασκαλίας ἀπήλαυσαν, καὶ διὰ τούτων τὸν περὶ βασιλείας λόγον ἐδέξαντο· οὗτος δὲ μηδὲν ἀκούσας τῶν ἐμῶν ἢ θεασάμενος, εἰ μὴ τὸν ἀτιμιώτατον θάνατον τοῦ σταυροῦ, τὸ
γενναῖον ἐκεῖνο ῥῆμα ἐφθέγξατο, “μνήσθητι μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.” Τί οὖν; ἐχέτω τέως τὴν ἐν τῷ παραδείσῳ τρυφὴν τῆς οἰκείας ἐνέχυρον πίστεως· τεύξεται γὰρ καὶ τῆς βασιλείας εἰς ὕστερον, ἐν ᾗ γενέσθαι αὐτοῦ μνήμης ἠξίωσε· καὶ ὥσπερ νικηφόρον εἰσελαύνων εἰς πόλιν τὰ λαμπρὰ τῶν
λαφύρων ἐπικομίζεται, περιφανεστέραν διὰ τούτων τὴν νίκην ποιῶν, καὶ ἀνακηρύττων τὸ τρόπαιον οὕτω καὶ ὁ Κύριοι εἰσελαύνων εἰς τὴν ἀρχαιὰν τοῦ ἀνθρώπου παστάδα, τὸν παράδεισον λέγω, τὸν λῃστὴν ἐπεφέρετο, πανοπλίας ἁπάσης σεμνότερον λάφυρον, καὶ τῶν τοῦ διαβόλου σκύλων, τὸ κράτιστον ἔργῳ δηλῶν, ὥσπερ ἔλεγεν,
“ὡς δήσας τὸν ἰσχυρὸν τὰ σκεύη αὐτοῦ τῆς οἰκίας διήρπασεν.” Ὅτι δὲ ἦν ὥρα ἕκτη καὶ σκότος ἐγένετο, ἕως ἐξέπνευσε, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
ἐπίγνωσιν τὴν εἰς Χριστὸν, τάχα που τῆς κατ’ αὐτὸν τὸν δεσπότην δυσσεβείας ἀπαλλαττόμενοι, τῆς τῶν σταυρωσάντων τόλμης καταβοῶντες, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.