ΚΕΦ. ΟΘ.
Ἐπεὶ οὖν ἐκεῖναι, τὸν εὐφημεῖσθαι καὶ κροτεῖσθαι δίκαιον ὄντα, ὡς τὸν θάνατον σβέσαντα καὶ τὸν διάβολον ἐκνευρίσαντα, ἐθρήνουν κοπτόμεναι, διὰ τοῦτο ἐπετίμησέ τε αὐταῖς, καὶ τὰ μέλλοντα συμβήσεσθαι προεμήνυεν, ἅπερ κατασκήψαντος τοῦ πολέμου τῶν Ῥωμαίων τῇ χώρᾳ τῶν Ἰουδαίων πέρας ἔλαβε.
καὶ ὁ τούτων στρατηγὸς Πιλάτος, τί δράσουσι ὑμῖν τῷ ξηρῷ καὶ ἀκάρπῳ ξύλῳ, τῷ λαῷ τῶν Ἰουδαίων, προσπολεμοῦντα τὰ τῶν Ῥωμαίων στρατεύματα, μηδὲν ἐπ’ αὐτῷ τῷ λαῷ τῶν Ιουδαίων δηλονότι τὸν τεθαυμασμένον καὶ καρπὸν δικαιοσύνης ἐχόντων βλέποντες, ἐφ’ οἷς ἦν εἰκὸς φειδοῦς καὶ τιμῆς ἀξιωθῆναι τῆς παρ’ αὐτῶν· μᾶλλον δὲ κατακαύσουσιν ὑμᾶς ὥσπερ ξύλον ξηρὸν, ἤγουν πολιορκήσουσι καὶ αἰχμαλώτους λήψονται καὶ ἀποκτενοῦσι, δηλονότι τῆς εἰς αὐτὸν τὸν Σωτῆρα δυσσεβείας ἕνεκα. Περὶ τοῦ σταυρωθῆναι τὸν δεσπότην Χριστὸν ἕως “ἦν δὲ
“καὶ ἡ ἐπιγραφὴ ἐπ’ αὐτῷ, ὁ βασιλεὺς τῶν Ἰουδαίων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.