ΚΕΦ. ΝΔ.
καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μὴ παραχρῆμα τὴν ἀνταπόδοσιν κέκτηται. οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γείτονας, διὰ τὸ εὐθέως ἀντικληθῆναι πή αὐτῶν τοῦτο ποιοῦσιν· οἱ δὲ μεγαλόψυχοι τὸ ὑπερβαλλόντως κάλλιον καὶ μεγαλοπρεπέστερον ἐργάζονται, ὅπερ ὑπέδειξεν ὁ Κύριος· τὸ
τοὺς δεομένους καὶ ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ’ ὣν οὐκ ἔστιν ἀνταπόδοσις· ἀλλ’ ὁ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς Φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς· τοῦτο δὲ οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς διεμαρτύρατο, ἀλλ’ ἵνα διδάξῃ μὴ πιπράσκειν τὰς ΦιλοΦροσύνας τῶν ἴσων ἀνταποδώσεως,
ἀλλ’ ὠφελίμους ποιεῖσθαι ταύτας ἐπὶ μεγάλαις ἀνταποδώσεσι ταῖς παρὰ Θεοῦ.
Χριστοῦ, ὠήθη γὰρ σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβάς. διόπερ ἐξυφαίνει Χριστὸς ὁ Θεὸς ἡμῶν παραβολὴν τοῖς τότε παροῦσιν· ἀποχρεώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπὶ παντὶ τῷ κόσμῳ γενομένης οἰκονομίας, ἥτις ἐστιν ἀυτὴ.
μὲν ἄνθρωπος νοηθείη ἄνθρωπος καὶ πατήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ δὲ πάντως εἰσὶν ἡ ἀλήθεια· οὕτω δὴ οὖν ὁ τῶν ὅλων δημιουργὸς, ὁ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν, οἰκουμενικὴν εἰργάσατο πανήγυριν· δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ δεῖπνον δὲ αὐτὸ καλεῖ καὶ οὐχι
ἄριστον, ὅτι ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ καθ’ ἡμᾶς αἰῶνος ἐπεφάνη ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι’ ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Φαγεῖν, ἐκάλεσε δὲ πολλοὺς, τὰ πλήθη δηλονότι τῶν Ἰουδαίων. τίς δὲ ἦν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί Φησιν; αὐτὸς ὁ Χριστός· ὅστις Θεὸς ὢν Φύσει, καὶ Υἱὸς ἀληθινὸς, “μορΦὴν δούλου ἑαυτὸν “κενώσας ἀνέλαβε.” Ποῖα δὲ ἦν ἃ ἡτοίμασε τοῖς κεκλημένοις; ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος Ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα,
βασιλείαν οὐρανῶν· ἐπὶ ταῦτα κέκληκε Κύριος ὁ Θεὸς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ.
καὶ παιδοποιίας ἕνεκα.
τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν τούτους. διὸ καὶ ἔξω μεμενήκασι τῆς ἑορτῆς, ταῖς οὕτω σκληραῖς ἀπειθείαις τὸ μέγα δεῖπνον περιυβρίσαντες.
ἕως τινὸς ἔχοντες καὶ ἀΦεγγῆ καὶ χωλεύουσαν, ὑγιεῖς δὲ καὶ εὔρρωστοι διὰ τῆς εἰς Χριστὸν γενομένης πίστεως· ἐδιδάχθησαν γὰρ ὀρθοποδεῖν, καὶ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο Φῶς· ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, διαμάθοι τις ἂν ταῖς τῶν ἁγίων Ἀποστόλων Πράξεσιν ἐντυχών.
νοῦν, καὶ οἷον ἔξω πόλεως διάγοντες, διὰ τὸ μὴ ζῆν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ.
οὖν εἶπεν ἀναγκάσαι; κατ’ οἰκονομίαν τινα· ἐπειδὴ γὰρ ταῦτα ἐν ἀφορήτῳ δουλείᾳ τῆς πλάνης κατείχοντο, ὑπεζευγμένα τῷ διαβόλῳ καὶ οὐκ εἰδότα· διὰ τοῦτο συντομωτέρας κλήσεως ἐδεήθησαν μιμουμένης ἀνάγκης χρείαν, ἵνα κἂν οὕτως ἰσχύσωσιν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, ἀποΦοιτήσαντα
τῆς ἀρχαίας ἀπάτης, καὶ ἀποπηδήσαντα τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός.
ἀλλὰ χρῆσθαι τῇ Φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· καὶ γὰρ τὸ τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ, καὶ τὸ ἐκτρέΦειν τὰ τέκνα καὶ τὰ τοιαῦτα, τοῖς γονεῦσιν ὑπακούειν, καὶ τὸ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας τοὺς ἄνδρας, καὶ τὸ τὰς γυναῖκας τοὺς ἑαυτῶν ἄνδρας Φοβεῖσθαι, ὁ θεῖος Ἀπόστολος εἰσηγήσατο. οὐ γὰρ
οἰκείους γε ὄντας τῇ πίστει, τοὺς οἰκείους μισητέον, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ φησὶν, ὅτι τοὺς πρὸς τὴν εἰς Θεὸν πίστιν ἐμποδίζοντας καὶ πρὸς σωτηρίαν ψυχῆς κωλύοντας, τούτους παραιτητέον, καὶ μηδαμῶς ἕνεκεν ἀγάπης σαρκικῆς, τῆς εἰς Χριστὸν ἀγάπης καταφρονεῖν.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.