ΚΕΦ. ΝΓ.
“σίας ἐξελέγοντο,” δοκεῖ μέν τισιν ἴσως μικρά πὼς εἶναι ταῦτα, καὶ οὐ πολλῆς ἄξια Φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τοτηνικάδε μαθήσεται, ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτὸν ἐργάζεται· τὸ γὰρ τιμὰς οὐ πάντως ἡμῖν ὀφειλομένας προχείρως ἐπιζητεῖν
ἀσυνέτους ἀποφαίνει. πόσης γὰρ αἰσχύνης τὸ πρᾶγμα μεμέστωται, ὅταν ἐντιμωτέρου ἐλθόντος, ὁ ἀμφοτέρους καλέσας ἐρεῖ, “δὸς “τούτῳ τόπον;” σώφρων δὲ καὶ ἀξιοθαύμαστος ὁ δυνατὸς ὣν τοῖς πρώτοις κατασεμνύνεσθαι, καὶ τούτου μὲν οὐκ ἐΦιέμενος, παραχωρῶν δὲ ἑτέροις ὑπό γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίᾳ· διόπερ ὁ
τοιοῦτος ὡς ὄφλημα λήψεται τὴν τιμὴν, τὸ “προσανάβηθι” ἀκούων. μέγα τοίνυν καὶ ἐξαίρετον ἀγαθὸν τὸ μέτριον Φρόνημα.
λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον Φρόνημα. μιμητὴς γίνεται τοῦ Χριστοῦ τοῦ εἰπόντος, “μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ- δίᾳ.” Ταῦτα δὲ λέγων οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.