ΚΕΦ. Μς.
δεσπότης Χριστὸς, τὴν τοῖς προειρημένοις συνεζευγμένην παραβολὴν εὖ μάλιστα συντέθεικεν. “Ἀνθρώπου γάρ τινος,” φησὶ, “πλουσίου εὐφόρησεν ἡ χώρα,” καὶ τὰ ἑξῆς.
εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθωμεν τοῦ πειθοὺς τὸ βάθος· καὶ γὰρ ὅταν οὕτω πολλοῖς περιχεόμενος ἀγαθοῖς στενοχωρεῖται πεφροντικὼς, “τι γὰρ ποιήσω;” Φησὶ, διὸ καὶ ἐσκέπτετο μόνος ἀπολαύειν τῶν προσόντων αὐτῷ, οὐχ ὁρῶν πρὸς τὸ μέλλον, οὐκ ἀναβλέπων πρὸς τὸν Θεὸν, οὐκ ἐρῶν φιλοπτωχίας, καὶ τῶν
ἐντεῦθεν αὐχημάτων ἐφιέμενος, ἀλλὰ καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· “ἐρῶ γὰρ,” Φησὶ, “τῇ ψυχῇ μου, ψυχὴ, ἔχεις πολλὰ “ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου· διὸ καὶ “Θεὸς εἰπεν αὐτῷ, ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι-
“τοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; ἀληθὲς οὑν, ὅτι “οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. διὸ τὸ ἐπαγόμενον ὅτι οὕτως ο θησαυρίζων ἑαυτῷ καὶ μὴ “εἰς Θεὸν πλουτῶν” Φοβηθέντες, μηδὲ εἰς ἔννοιαν τοῦ πλουτεῖν ἔλθωμεν· τρισμακάριος γὰρ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ κατὰ
Θεὸν πλουτῶν.
προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ταῦτα πάντα προσ- “τεθήσεται ὑμῖν.”
παρ’ αὐτοῦ χαρίζεται φειδῶ, τὸ ἀνενδεὲς ἐφ’ ἅπασι διδούς· “κατα- “νοήσατε,” λέγων “τὰ κρίνα, πῶς αὐξάνει,” καὶ τὰ ἑξῆς. Ἀληθὲς δὲ τοῦτο· τὰ γὰρ τῶν χρημάτων ἄνθη ποικίλα τε ὄντα καὶ πολυειδῆ ἐν κρίνοις μὲν καὶ ἐν ἑτέροις τισὶ τῶν Φυομένων ἐν ἀγροῖς ἀξιοθαύμαστόν ἐστι τὴν ὥραν· πρὸς δὲ μίμησιν τὴν αὐτῶν
ὑποβαλλόμενον τὸ τεχνουργούμενον λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πὼς τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοὐθ’ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι Φιλότιμος, οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ
εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα.
τῷ κόσμῳ τούτῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν Ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ’ ἡμᾶς. εἰπὼν γὰρ ἐν τῇ τῶν ἑκατὸν προβάτων παραβολῇ, ὅτι χαίρει ἐπὶ τῷ ἑνὶ μᾶλλον τῷ πλανηθέντι καὶ εὑρεθέντι ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ
πεπλανημένοις, ἔδειξεν ὅτι ὡς ἓν ἐν τοῖς ἑκατὸν, τὸ ἐπὶ γῆς ἐστι ποίμνιον πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας. ἀλλ’ εἰ καὶ οὕτω μικρόν ἐστι, Φησὶν, ἡ τοῦ Θεοῦ ἀγαθότης ἡ a πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν· ὁ οὖν τὰ
οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά· προδήλως ἐκπληρούντων ἡμῶν τὸ ἐπαγόμενον· Φησὶ γὰρ, “πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε “ἐλεημοσύνην,” καὶ τὰ ἑξῆς· ἅπερ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, ἕως “ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.”
λύχνος ψυχούσθω καὶ ἀρδευέσθω καὶ τρεΦέσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς ᾖ καὶ ἀλαμπής.
καθάπερ ἀώρως τῶν νυκτῶν ἐΦιστάμενος, ὅπερ σημαίνει τὸ ἄδηλον τῆς παρουσίας αὐτοῦ, οὓς ἂν παρεσκευασμένους εὕρῃ καὶ ἑτοίμους, εἴτε ἐν τῇ δευτέρᾳ, εἴτε ἐν τῇ τρίτῃ φυλακῇ τῆς νυκτὸς, τὴν παρουσίαν αὐτοῦ ἀναμένοντας, καὶ διὰ τοῦτο πᾶσαν ἀρετὴν ἐργαζομένους, “μακάριοί εἰσι, φησὶν, οἱ δοῦλοι ἐκεῖνοι, περιζώ-
“σεται γὰρ καὶ διακονήσει αὐτοῖς.” τουτέστιν ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται καὶ οἷον κάμνοντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ πολυτελεστάτην, δαψιλῆ, ποικίλην, ἀμφιλαφῆ τῶν ἑαυτοῦ χαρισμάτων ἁπλώσει τράπεζαν. Νομίσωμεν δὲ τοὺς μὲν τῆς πρώτης φυλακῆς τοὺς ἐπιμελέστερον
βιοῦντας, καὶ παρὰ τοὺς ἄλλους ἀγρύπνως διακειμένους περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, καὶ διὰ τοῦτο πρώτης τάξεως ἐπειλημμένους· τοὺς δὲ τῆς δευτέρας, τοὺς ὑποβεβηκότας· τοὺς δὲ τῆς τρίτης, τοὺς τούτων καταδεεστέρους.
τῶν ἡλικιῶν ἐξηγήσαντο, πρώτην μὲν, καθ’ ἣν παῖδές ἐσμεν ἄνηβοι, δευτέραν δὲ, καθ’ ἣν νεανίαι, καὶ τρίτην, καθ’ ἣν πρεσβύται· τὸ δὲ, εἰ ἤδει ὁ οἰκοδεσπότης, καὶ τὰ ἑξῆς, ἕως μετὰ τῶν ἀπίστων θήσει, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Εἰς τὰ μικρὰ εἰς τὴν ἑρμηνείαν τοῦ σχολίου.
ὨΡΙΓΈΝΟΥΣ. Ἔστιν ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ ἔξω ἀνθρώπου καὶ ἐπὶ τοῦ ἔσω· ἀπαιτούμεθα τοίνυν ἐγρηγορέναι, καθά Φησιν ὁ Σωτήρ· “γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε “εἰς πειρασμόν.” Καὶ μετ’ ὀλίγα — Πλὴν τὰ πολλὰ ἢ κατὰ πάντα ἐν τῷ βίε τούτῳ ἀγρυπνητέον ἐστι, πῇ μὲν διὰ τὸ ἐΦε-
δρεύειν τοὺς πολεμίους ὄντας, “οὐχ αἷμα καὶ σάρκα, ἀλλ’ ἐξουσίας “καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου, καὶ πνευματικὰ b τῆς “πονηρίας,” ἵν ἐκ τοῦ ἐγρηγορέναι σωζώμεθα, ὥσπερ δορκαὶ ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος, καὶ “ἵνα τὰς ὀσφύας “περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες, ὅμοια
“γενώμεθα ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, ἵνα “ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ.” ΕΞ ἀνεπιγράφου. Διχοτομίαν φησὶ τοῦ κακοῦ δούλου διαιρεθῆναι τὸ ἐπισυμβεβηκὸς αὐτῷ, καὶ διακοπῆναι ἀπ’ αὐτοῦ μετὰ μεγάλων καὶ σΦοδρῶν ἀλγηδόνων· ἀτελὴς γὰρ εὑρεθήσεται
ὁ τοιοῦτος, ἄνευ θείου Πνεύματος, σὰρξ ὢν καὶ οὐ πνεῦμα. ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι κατὰ τὸν Ἀπόστολον, ὅταν Πνεῦμα Θεοῦ ἐστιν ἐν ἡμῖν. μέρος δὲ ἀτελὲς ἀπολειφθεὶς ἔσται μετὰ τῶν ἀπίστων, ὡς ἂν οὐδὲν τῆς πίστεως ἀπολαύσας εἰς σωτηρίαν, ἀλλὰ σὺν τῷ ἀπίστῳ κόσμῳ κατακριθεὶς, καὶ τοσούτῳ γε μείζων ἡ
κόλασις, ὅσῳ πλεῖον ἡ χάρις.
καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τηρεῖται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα δὲ σαΦέστερον ἴδῃς, πρόσεχε πῶς ἃν νοηθείη ἐκ τοῦ διικνεῖσθαι τὸν ζῶντα τοῦ Θεοῦ λόγον ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος, ὅντινα ἐπιμερισμὸν ψυχῆς καὶ πνεύματος οἱ μὲν οὖν διχοτομούμενοι πείσονται, οἱ δὲ πιστοὶ καὶ Φρόνιμοι
οἰκονόμοι οὐ πείσονται. ὁ λόγος γὰρ ἐν αὐτοῖς ποιήσας τὰ ἀμΦότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας αὐτοὺς τῶ Θεῶ.
“αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν,” ὑπέχει λόγον; διότι μὴ ἠθέλησεν εἰδέναι, δυνάμενος μαθεῖν· εἰ δὲ ὁ μὴ γνοὺς ὅλος οὐκ ἄμοιρος ὀργῆς ἔσται, ὅτι μὴ εἰδὼς κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς, τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα.
τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὥστε καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Τὸ “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον ἕως καὶ “τὸ ἔσχατον λεπτὸν ἀποδῷς.”
ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτημάτων· “πῦρ ἦλθον ἐπιβαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήΦθη; δεῖ γάρ με καθαρίσαι τὴν ἐμὴν γῆν δεῖ μετὰ τοῦ διαβόλου πικροΦόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρῶ τῇ ψυχῇ καθαρὸν τὸν οὐράνιον σπόρον ἐν οὐρανῷ.
“Οὐκ ἦλθον γὰρ βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,” ἐὰν μὴ χαλάσω τῷ ἐχθρῷ ὑμῶν μάχαιραν, ὑμῖν οὐκ ἔσται εἰρήνη.
ἀλλ’ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ’ ἐστὶν ἐπισφαλὴς πολλάκις καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκομίζουσα. Ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κάταγε τὸ τὰ ἴσα φρονεῖν ἐκείνοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς Φίλτρων οἱ πιστοὶ ἀΦίστανται καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ Φιλίαν
ἀναίνεται a, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς Φίλτρον ἀπώσατο.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.