ΚΕΦ. ΜΕ.
ἐπειδήπερ ἐκεῖνος καταλιπὼν αὐτὸν τὰ χρήσιμα καὶ πρὸς σωτηρίαν ψυχῆς συντείνοντα, περὶ γηίνων τε καὶ προσκαίρων πραγμάτων, ἐζήτει μεριστὴν αὐτὸν γενέσθαι, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὣν ἐχρῆν εἰδέναι, πράως ἀποπέμπεται, καὶ ὡς σμικρόψυχος περὶ τὴν αἴτησιν γενόμενος τῆς αὐτοῦ μικροπρεπείας·
πείθων διὰ τούτων αὐτόν τε καὶ τοὺς τότε καὶ νῦν ἀκούοντας, παντὸς μὲν ἀποφοιτᾷν γηίνου τε καὶ προσκαίρου πράγματος, μὴ Φιλονεικοῦντας ἀδελΦοῖς, εἴκοντας μᾶλλον αὐτοῖς, κἂν εἰ βούλωνται πλεονεκτεῖν· ἀπὸ γὰρ τοῦ “αἴροντος,” Φησι, “τὰ σὰ μὴ ἀπαίτει·” ζητεῖτε δὲ μᾶλλον τὰ ὅσαπερ ἐστὶ χρήσιμα
καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς· διὸ καὶ ἐπήγαγε λέγων, “ὁρᾶτε καὶ φυλάσσεσθε, ἀπὸ πάσης πλεονεξίας,” καὶ τὰ ἑξῆς· ὡς βόθρον τινὰ διαβολικὸν παραινῶν ἡμῖν ταύτην ἀποφεύγειν, καὶ δὴ καὶ εἰδωλολατρίαν ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνως τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἣ καὶ ἰσοστάθμως ἔχουσαν
εἰς βεβήλωσιν τὸ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.