ΚΕΦ. Κ.
αὐτῷ δὲ τῷ ἁγίῳ βαπτιστῇ ἀπήγγειλάν τινες τῶν μαθητῶν· προσκαλεσάμενος οὖν ἔπεμψεν αὐτοὺς πρὸς τὸν Κύριον, “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδκῶμεν;”
εἰδότες, ἤτοι τὴν δόξαν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πῶς καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ, καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν βαπτιστήν.
αὐτῷ δυνάμεως τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν ὡς ἐξ Ἰωάννου λέγοντες, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος; ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὰ f ἀλλ’ ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι’ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵν ἐναφόρμως τὴν
εἰς αὐτοὺς πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· “πορευθέντες” γὰρ, φησὶ, “ἀπαγγείλατε Ἰωάννῃ, “ἃ ἴδετε g καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπα- “τοῦσι,” καὶ τὰ ἑξῆς. ταῦτα πάντα προαπηγγέλκασιν ὡς δι’ ἐμοῦ κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Εἰ δὲ ἐγὼ
γέγονα τῶν πάλαι προειρημένων ἀποτελετὴς, καὶ τούτων αὐτοὶ γεγόνατε θεωροὶ, μακάριος τοίνυν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοὶ·
ὧδε κἀκεῖ ὡς ὑπὸ πνευμάτων σαλευόμενος, ὥστε ποτὲ μὲν μαρτυρεῖν, ὅτι αὐτός εἰμι ὁ Χριστός· ἄλλοτε δὲ ἐρωτῶν, εἰ αὐτὸς ἐγώ εἰμι; οἶδα ἃ ποιεῖ· ἐμὸν τὸ πνεῦμα, ἐμὴ ἡ χάρις, ἐμὴ ἡ ἐκείνου οἰκονομία. Τί τοίνυν ἐξήλθετε εἰς τὴν ἔρημον, τὴν μηδὲν ἔχουσαν τερπνόν; ἵν ὡς διὰ τὴν ἐκείνου θέαν ἐξιέναι προφασίζησθε.
Δῆλον τοίνυν, ὡς δι’ οὐδὲν ἕτερον καταλείψαντες τὰς πόλεις τὴν ἔρημον κατελάβετε, εἰ μὴ ὡς ἀντιποιούμενοι τοῦ ἀνδρὸς καὶ τοῦ ἀξιώματος. ἐρωτᾷ με οὐκ ἀγνοῶν, ἀλλ’ οἶδα τί ποιεῖ· οὐ γὰρ νῦν μὲν ὧδε, ἑτέρῳ δὲ ἄλλοτε μεταβαίνει.
φύσιν, ἀλλ’ ὅτι ἀγγέλου ἔργον ἐποίει, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν· οὗτος βάπτισμα ἐκήρυξε μετανοίας, ἵνα προλάβῃ ἡ μετάνοια τὴν ἄφεσιν· ἄνευ γὰρ μετανοίας ἄφεσις οὐ δίδοται. Εξ ἀνεπιγράφου. Ὄρα τὴν ἀκρίβειαν, μείζων ἐν γεννητοῖς γυναικῶν λέγει, ἵνα ἐξέλῃ τὴν παρθένον· ἐγεννήθη μὲν γὰρ ἐκ
γυναικὸς, καὶ κατηξίωσε σῶμα ἐκ τοῦ ἡμετέρου φυράματος λαβεῖν, ἵνα τὸ ὅλον ἁγιασθῇ διὰ τῆς ἀπ’ ἀρχῆς. Γεννητῶν δέ φησι γυναικῶν τῶν κατὰ φύσιν τικτουσῶν, ἵνα ἰδίᾳ θῇ τὴν παρὰ φύσιν παρθενίαν.
ὅμως ἔτι ἐν βίῳ ἀναστρέφεται, καὶ οὐδέπω ἀπέλαβε τὴν προσδοκωμένην ἐλπίδα· ὁ μικρότερος τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν· οὐχ ὅτι καὶ Ἰωάννης οὐκ ἀπολήψεται, ἀλλὰ συγκρίνωμεν τὸ ἐνταῦθα ἀξίωμα, ἐκείνῃ τῇ προσδοκωμένῃ χάριτι.
τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης
καὶ τίνι εἰσιν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις.
ἐνεκάλουν τρόπον τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν ἰσχυρίζετο ὁ Χριστός
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.