ΚΕΦ. ΙΘ.
εἰδὼς, καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἀνέχων; “καὶ” γάρ φησιν, “ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν,” καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς ἀλλ’ οἰκονομικώτατα δρῶν, ἵνα μὴ λέγωσί τινες ὅτι οὐ παντελῶς ἔμελλε τελευτᾷν ὁ τοῦ ἑκατοντάρχου παῖς· κἂν εἰ τοῦτο γέγραφεν ὁ Εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ
πρὸς ἀλήθειαν ἀφηγούμενος, βουλόμενος τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξαι γλῶτταν. Διὰ τοῦτο ὑπήντησε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ ἐκκομιζομένῳ τεθνεῶτι, καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, καὶ τὸν νεανίσκον ἀνίστησιν ὁ παντοδύναμος λόγῳ τε καὶ ἁφῇ. Διὰ τί δὲ οὐ λόγῳ μόνῳ ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ
ἥψατο τῆς σοροῦ; ἵνα μάθωμεν ὅτι τὸ σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σῶμα ζωῆς ἐστι, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ λόγου ἡ σὰρξ τοῦ πάντα ζωογονοῦντος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική.
ἀνάστασιν ἐποιήσατο.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.