ΚΕΦ. ΚΖ.
διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ
δειλέχθησαν ἐν τῆ ὁδῷ, τίς μείζων.
ἱστορίαν. ὁ γὰρ ατθαῖος οὐκ ἄνωθεν ἤρξατο τῆς διηγήσεως, ἀλλ’ ἐσιώπησε τὴν τοῦ Σωτῆρος περὶ τὰ διανοηθέντα καὶ ἰδίᾳ ῥηθέντα γνῶσιν· τὸν δὲ πρὸς αὐτὰ λόγον καὶ τὴν διδασκαλίαν εἰσήγαγεν περιὶ y τοῦ Κυρίου κινεῖν τοὺς μαθητὰς, εἰπὼν περὶ τὴν τῆς προτιμήσεως ζήτησιν· ἐπειδὴ καὶ ἰδίᾳ νοοῦντες ἣ λέγοντες ἔλεγον
ἐπ’ αὐτοῦ καὶ ὃ διενοοῦντο, ὅτι πάντα αὐτῷ καταφανῆ, καὶ τὸ 1 λογισθὲν, ὥσπεμ τὸ ῥηθὲν καὶ ἐπ’ αὐτοῦ λελεγμένον a. ποθοῦσι μὲν οὖν τὴν παρὰ τῷ Κυρίῳ τιμὴν, ἀγαθὸν τοῦτο καὶ ἐπαινετὸν ἔχοντες. ἐπειδὴ πρόσεστι τῷ πόθῳ καὶ τὸ μεγαλύνειν πὼς ἑαυτούς. ὡς γὰρ μέγας τις ὣν, οὕτω καὶ μεγάλων τιμῶν ὀρέγεται, διὰ τοῦτο τὴν μὲν ἐπιθυμίαν οὐκ ἀπεκώλυσε, τὴν δὲ ταπεινοφροσύνην
εἰσηγήσατο· οὕτως αὐτοὺς τεύξεσθαι τοῦ προκειμένου λέγων, εἰ μὴ μέγα φρονοῖεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἁπλότητι χρήσαιντο παίδων, οἱ μηδὲν ἐφ’ ἑαυτοῖς φρονοῦσι, μήτε πεφύκασι πῶς τὴν μεγαλόφρονα ἔχειν ἐφ’ ἑαυτοῖς ὑπόληψιν. ἀνακαλύπτει οὑν αὐτῶν τὸ συνειδὸς, καὶ πρὸς τὸ πάθος ἀποκρίνεται, οὐχ ἁπλῶς πρὸς τὰ
ῥήματα.
πάντων διάκονος. καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ, εἶπεν αὐτοῖς,
Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
οὐδὲ τῆς εἰσόδου ἄξιον εἶναί, φημι. καὶ καλῶς καὶ τὸ ὑπόδειγμα παράγει· καὶ οὐ παράγει μόνον, ἀλλὰ καὶ τὸ παιδίον εἰς μέσον ἵστησι, καὶ ἀπὸ τῆς ὄψεως αὐτοὺς ἐντρέπων, καὶ πείθων εῖναι ταπεινοὺς, οὕτω καὶ ἀπλάστους b. καὶ γὰρ καὶ φθόνου καθαρὸν τὸ παιδίον καὶ κενοδοξίας, καὶ τοῦ τῶν πρωτείων ἐρᾷν, καὶ τὴν
μεγίστην ἀρετὴν κέκτηται τὴν ἀφέλειαν. καὶ οὐ, μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν, ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι’ ἐμὲ, καὶ τῆς εἰς ἐκείνους c τιμῆς βασιλείαν ὑμῖν ὁρίζω· οὕτω μοι σφόδρα ποθεινὸν τὸ ταπεινὸν καὶ ἄπλαστον. οὐ γὰρ ἁπλῶς παιδίον, οὐδὲ κατὰ πάντα, ἀλλὰ κατὰ
τὴν ἄπλαστον ταπεινοφροσύνην, ὡς ὁ Παῦλός φησιν, “ἀδελφοὶ “ μὴ παιδία γίνεσθε d ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.” 2 ὁ τοίνυν διὰ Χριστὸν τοὺς τοιούτους δεχόμενος καὶ οὐ δι’ ἄλλην τινὰ πρόφασιν, οὗτος Χριστὸν ὑποδέδεκται, καθ’ ὃ μαρτυρεῖ Γαλάταις ὁ Παῦλος, ὅτι αὐτὸν ὡς Χριστὸν Ἰησοῦν ὑπεδέξαντο. διὰ δὲ τοῦ Χριστοῦ καὶ αὐτὸν εἰσικίζεται e τὸν Πατέρα· “ ὃς ἐὰν γὰρ “ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.” οὗ
τί ἃν γένοιτο μεῖζον, τοῦ τὸν Υἱὸν καὶ τὸν Πατέρα ὑποδέχεσθαι;
ἀκολουθεῖ ἡμῖν. ὁ δὲ Ἰησοῦς εἶπε, Μῆ κωλύετε αὐτόν.
οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί
μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
Χριστοῦ καὶ ἀκολουθεῖν αὐτῷ βουλόμενος, καὶ ἓν εἶναι f μετὰ τῶν αὐτοῦ g μαθητῶν. ὁποῖος δὲ ἦν περὶ οὗ ταῦτά φησι, συντόμως ἐρῶ. πολλοὶ τῶν μὴ πιστευσάντων ἔλαβον χαρίσματα, οἷος ἦν καὶ h τὰ δαιμόνια ἐκβάλλων καὶ οὐκ ὢν μετ’ αὐτοῦ· οἷος ἦν καὶ Ἰούδας. καὶ γὰρ αὐτὸς πονηρὸς ὢν, χάρισμα εἶχε. καὶ ἐν τῇ
παλαιᾷ δὲ τοῦτο εὕροι τις ἃν εἰς ἀναξίους τὴν χάριν ἐνοικήσασαν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. ἐπειδὴ γὰρ οὐ πάντες πρὸς πάντα ἐπιτηδείως εἶχον, ἀλλ’ οἱ μὲν ἦσαν βίου καθαροῦ, πίστιν δὲ οὐ τοσαύτην εἶχον i. οἱ δὲ τοὐναντίον, κἀκείνους διὰ τούτων προτρέπει, ὥστε πολλὴν ἐπιδείξασθαι σπουδὴν καὶ πίστιν, καὶ τούτους
διὰ τῆς ἀφάτου ταύτης δωρεᾶς, εἰς τὸ γενέσθαι βελτίους, ἐξεκαλεῖτο. διὸ καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν χάριν ἐδίδου. ὅθεν καί φησιν ὁ Σωτῆρ’, μὴ κωλύετε αὐτὸν, εἰκὸς γὰρ αὐτὸν διὰ τούτων, καὶ εἰς ἐπίδοσιν ἀρετῆς ἀφικέσθαι. οὐδεὶς γὰρ τῶν ἐπὶ τῷ ὀνόματί μου ἐπιτελούντων δυνάμεις, “δυνήσεται k ταχὺ κακολογησαί
με. τὸ δὲ ταχὺ πρόσκειται διὰ τοὺς εἰς αἵρεσιν ἐκπεσόντας, οἷος ἦν Σίμων, καὶ Μένανδρος, καὶ Κήρινθος· τάχα δὲ e εἰσοικίζετε Ρ. et Poss. f ἐνεῖναι Ρ. et Poss. S αὐτοῦ Om. L. h ὁ Ρ. i æc om. Poss. k δυνήσεταί τις Ρ. οὐδὲ ἐκεῖνοι ἐν τῷ ὀνόματι αὐτοῦ τὰ σημεῖα ἐποίουν, ἀλλὰ μαγγανείαις τισὶ καὶ ἀπάταις ἐδόκουν ποιεῖν. οὗτοι δὲ εἰ καὶ μὴ ἀκολουθοῦσιν ἡμῖν, διὰ τὸ μὴ ἕπεσθαι τῆ πίστει τὰ ἔργα, ἀλλάγε εἰπεῖν τι κατ’ ἡμῶν οὐ δυνήσονται ῥᾳδίως, διὰ τὸ σεμνύνεσθαι αὐτοὺς ἐπὶ ταῖς δυνάμεσιν ἐφ’ αἷς ἐπιτελοῦσι, τὸ ἐμὸν ὄνομα
προισχόμενοι. τὸ δὲ, “ ὃς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν,” οὐκ ἔστιν ἐναντίον τῷ, “ ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι.” τοῦτο γὰρ περὶ δαιμόνων εἴρηται τῶν ἀφέλκειν ἅπαντας ἀπὸ τοῦ Θεοῦ σπουδαζόντων, καὶ τὴν συναγωγὴν αὐτοῦ σκορπίζειν· ἐκεῖνο δὲ περὶ τῶν πιστευόντων μὲν εἰς αὐτὸν, μὴ ἀκολουθούντων δὲ αὐτῷ διὰ
προαίρεσιν ἐλλιπῆ, ἣ διὰ χαυνότητα βίου, τῷ δὲ ὀνόματι αὐτοῦ ἐπιτελούντων δυνάμεις, διὰ τὴν τῶν προσίοντων πίστιν καὶ διὰ τὸ καὶ αὐτοὺς εἰς τελείαν ἐναχθῆναι πίστιν. ἀρχὴν γὰρ ἔχοντος τοῦ κηρύγματος, συνεχώρει ὁ Θεὸς καὶ τοιαῦτα γίνεσθαι· ἵνα, ὥς φησιν ὁ Ἀπόστολος, “ εἴτε προφάσει εἴτε ἀληθείᾳ, καταγγέλλεται
“ ὁ Χριστός.”
δυνάμεις ποιοῦντας οὐκ ἐπιτρέπω κωλύειν, ἀλλὰ καὶ ἀποδεχομένους ὑμᾶς καὶ ποτήριον μόνον ψυχροῦ προσφέροντας ὑμῖν. κἀκεῖνο γὰρ διὰ πενίαν γίγνεται γνώμης· καὶ τοῦτο λέγω 1 διὰ τοὺς ἔνδειαν ἴσως προφασιζομένους. ἵνα γὰρ μὴ πενίαν τις προβάληται φησι, κἂν ποτήριον ψυχροῦ δῷ ὕδατος, ἔνθα οὐδέν ἐστι m δαπανῆσαι,
καὶ τούτου κείσεται μισθός. προτρέψασθαι γὰρ πάντας βούλομαι διὰ τούτων καὶ τὰ τελειότερα ἐνεργεῖν.
εἰς τὴν θάλασσαν.
αἰσθητὰ ἄγει τὰ παραδείγματα. καὶ ἐνταῦθα τοίνυν βουλόμενος δεῖξαι ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητὴν τιμωρίαν εἰς μέσον ἤγαγε τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. καὶ οὐκ εἶπεν, ὁ μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ, ἀλλὰ
συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι. δεικνὺς ὅτι ἕτερον τούτου χακεπωτερον ἀναμένει κακὸν· μικροὶ οὑν τῶν πιστευόντων εἰς αὐτὸν, καὶ οἱ ἐπικαλούμενοι μὲν τὸ ὄνομα αὐτοῦ, μὴ μέντοι ἀκολουθοῦντες αὐτῷ, καὶ οἱ ποτήριον ψυχροῦ p προσάγοντες, καὶ μὴ ἄλλο τι τῶν μειζόνων, τούτους οὖν οὐ δεῖ σκανδαλίζειν, οὐδὲ ὑποσκελίζειν
αὐτούς. τοῦτο γὰρ τὸ κωλύειν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. ταύτην εἰδὼς τὴν διαφορὰν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων Κορινθίοις φησιν, “τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ “ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς “ ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ἄλλους
γὰρ οἰδε τοὺς ἁγίους, καὶ ἄλλους τοὺς ἐπικαλουμένους τὸ ὄνομα αὐτοῦ. οἱ μὲν γὰρ ἦραν τὸν σταυρὸν αὐτοῦ καὶ ἠκολούθησαν αὐτῷ· οἱ δὲ ἐπεκαλοῦντο τὸ ὄνομα αὐτοῦ μόνον. τούτων ἔτι μικρότερος ἦν κατὰ πίστιν Ἐνώς, “ ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ.” διατί γὰρ μὴ μᾶλλον ἐπεκαλέσατο, ἀλλ’ ἤλπισεν ἐπικαλεῖσθαι;
τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. οὐδὲν γὰρ οὕτω βλαβερὸν r ὡς συνουσία πονηρά. ὅσα γὰρ ἀνάγκη δύνατᾶι, 4 δύναται φιλία πολλάκις, καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς s ἐκκόπτειν κελεύει, οὐ τοὺς ἀσθενεῖς καὶ μικροὺς ἐν τῇ πίστει, καὶ νηπίων γαλουχουμένων μηδὲν διαφέροντας· τούτων γὰρ φροντίζειν δεῖ, ὡς ἂν μὴ ἀνατραπεῖεν, καὶ περιέπειν, ἀλλὰ μὴ ἀτιμάζειν
αὐτοὺς, ἵνα μὴ ταῖς ἀτιμίαις διατρεπόμενος περὶ τὴν πίστιν, ἐφ’ ἧ ἑστήκασι, καταβλάπτοιντο· ἀπειλήσας οὖν τοῖς σκανδαλίζουσιν, παραινεῖ τοῖς σκανδαλιζομένοις τὸ φυλάττεσθαι, ἣν οἰκειότατος ὁ σκανδαλίζων. εἰ γὰρ καὶ μελῶν ἐκτομαῖς ἔοικεν ὁ τούτων χωρισμὸς, αἱρετώτερον ἂν εἴη τῆς ἀποκειμένης ἀπωλείας. τὴν δὲ
προφητικὴν ἐπιφέρει ῥῆσιν ἀπὸ Ἡσαίου τοῦ προφήτου, πάσης δὲ τιμωρίας τὸ χείριστον τοῦτο εἶναι ἂν, λέγω δὴ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τῶν ἑαυτῶν σκώληκα· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν, δίκην σκώληκος κατεσθίουσαν, τῶν ἑαυτοῖς οὐκ ἀγαθὴν συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν. ἕκαστος γοῦν αὐτῶν
ἑαυτοῦ κατήγορος ἐν τῷ ἐξομολογεῖσθαι γενήσεται, ἀναλογιζόμενος, ἀναπεμπαζόμενος t τὰ κατὰ τὸν θνητὸν βίον πεπραγμένα, καὶ ὑπὸ τῆς συνειδήσεως αὐτῶν κεντούμενος· καὶ οὕτως αὐτῶν ὁ σκώληξ ἀτελεύτητος διαμενεῖ. οὐ γὰρ δήπου περὶ αἰσθητοῦ σκώληκος, καὶ αὐτοῦ ὡς μέλλοντος γενήσεσθαι ταῦτα εἴρηται.
καὶ τὸ πῦρ δὲ αὐτῶν ἄσβεστον ὑπάρξει. ὥσπερ γὰρ ἀλλαχοῦ u αἰώνιον εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα ἄσβεστον, τοῦτ’ ἐστι τὸ κριτήριον τῆς οἰκείας αὐτῶν συνειδήσεως, ὃ δίκην σκώληκος ἀτελευτήτου ἐν αὐτοῖς, ἀνελεῖ τε καὶ καταφλέξει αὐτοὺς, πῦρ πηγάζον ἐν αὐτοῖς.
ἁλισθήσεται. καλὸν τὸ ἅλας. ἐὰν δὲ τοῦ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
εἰρημένον, τὸ “ ἑκάστου γὰρ τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει·” εἶτα ἐπάγει ἀπὸ τοῦ Λευιτικοῦ μαρτυρίαν, τὸ πᾶν δῶρον θυσίας 5 ὑμῶν y ἁλισθήσεται· ταύτην δὲ κατὰ πνευματικὸν τηρήσωμεν νόμον τὴν ἐντολὴν, ἐὰν ἐπὶ παντὶ δώρῳ θυσίας ἡμῶν τῆς κατὰ τὴν εὐχὴν καὶ τὴν ἄλλην τὴν πρὸς τὸν πλησίον δόσιν, ὡς χάριν εὑρίσκοντες ἐνώπιον τοῦ Θεοῦ· καὶ κατὰ τὸν λόγον τῶν θείων θύοντες γραφῶν, ἁλίζομεν τὰ δῶρα τῆς θυσίας ἡμῶν ἐπὶ τοῦ Θεοῦ· τὸ οὖν
ἔργον ἑκάστου ἐνταῦθα μὲν ἁλὶ ἁλίζεται a, ἐκεῖσε δὲ πυρὶ ἁλισθήσεται· πῶς ἐνταῦθα τῷ πυρὶ τῷ θείῳ ἁλίζεται ἡ θυσία ἡμῶν, συνήσει, ἐκ τοῦ, “ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,” καὶ ἐκ τοῦ, “ τῷ πνεύματι ζέοντες.”
διαμείναντα χρόνον, χρειώδη τοῖς ἀνθρώποις τυγχάνοντα, χωρὶς τῶν ἁλῶν· οὕτω καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ πάντα τὸν περίγειον τοῦτον συνέχουσιν, καὶ διακρατοῦσιν ἁμαρτιῶν δυσωδίᾳ ἐξ εἰδωλολατρείας τε καὶ πορνείας. δοκεῖ μοὶ οὖν ὁ Ματθαῖος ἀναγεγραφέναι αὐτοὺς εἶναι τοὺς μαθητὰς τοῦ Ἰησοῦ τοὺς ἅλας· ὁ δὲ Λουκᾶς οὐ
σαφῶς τοῦτο δηλοῖ· διόπερ ἀμφίβολος αὐτοῦ ἡ λέξις ἐστίν· δυναμένη καὶ κατὰ τὸν Μάρκον νοεῖσθαι, ὅτι ἕκαστος ἡμῶν ἐν ἑαυτῷ ἔχειν ὀφείλει τοὺς ἅλας. φησὶ γὰρ, “ ὑμεῖς οὑν ἔχετε “ ἐν ἑαυτοῖς ἅλας. ” καὶ τάχα τοσοῦτον ἔχει τις ἁλῶν, ὅσον κεχώρηκε τῶν τοῦ Θεοῦ χαρίτων· κατὰ τὸ “ χάρις ὑμῖν πλη-
“ θυνθείη·” καὶ ὅστις εὗρε χάριν ἔναντι Κυρίου τοῦ Θεοῦ, ὡς Νῶε καὶ Ἀβραὰμ καὶ Μώσης, καὶ εἴτις ἄλλος ἀναγέγραπται εὑρηκέναι χάριν ἐνώπιον τοῦ Θεοῦ. συνήγαγεν δὲ ἐπὶ τὸ αὐτὸ τὴν χάριν καὶ τοὺς ἅλας ὁ Παῦλος εἰπών· “ ὁ λόγος ὑμῶν πάντοτε ἐν “ χάριτι ἅλατι ἠρτυμένος.” εἴτις οὖν χάριτος ἀξιωθεὶς καὶ κενὴν
ταύτην ποιήσει, οὗτος ἃν εἴη ἐν ᾧτ’ οἱ ἅλες ἐμωράνθησαν.
πατεῖν αὐτοὺς ἀνθρώπων γίνονται.
ἐστιν, οὔτε εἰς κοπρίαν, ἧς χρήζει ὁ ἀμπελουργός· διὸ ἔξω βάλλουσιν αὐτό. οἶμαι δὲ ὅτι ἀκολουθεῖ τῷ ἔχοντι ἐν ἑαυτῷ τοὺς ἅλας τὸ εἰρηνεύειν ἐν ἑαυτῷ. ἔστι γὰρ ἐν τούτῳ ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη τοῦ Θεοῦ· ἡ φρονοῦσα αὐτοῦ τὴν καρδίαν καὶ τὰ νοήματα ἐν Χριστῷ Ἰησοῦ. ὁ δὲ τοιοῦτος τὸ ἐξ αὐτοῦ μετὰ πάντων ἀνθρώπων
εἰρηνεύει θαρρῶν καὶ λέγων “ μετὰ τῶν μισούντων τὴν εἰρήνην “ ἤμην εἰρηνικός.”
“ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένους,” καὶ ἐνταῦθα διὰ τῶν συνεζευγμένων ἑκάστῳ κεφαλαίῳ ὁ νοῦς φανερός ἐστιν. ἐν μὲν γὰρ τοῖς τοῦ Κυρίου ῥήμασι τὸ μηδεμίαν ὑπόθεσιν τῆς ἀπ’ ἀλλήλων διαλύσεως d καὶ διαστάσεως παρέχειν. δεῖν δὲ ἐν τῷ συνδέσμῳ δέσμῳ τῆς εἰρήνης πρὸς τὴν ἑνότητα τοῦ πνεύματος συντηρεῖσθαι
διδασκόμεθα. ἐν δὲ τοῖς τοῦ Ἀποστόλου, μνημονεύσας τις e τοῦ εἰπόντος, “ εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα “ἐν ῥήμασι κενοῖri” διδαχθήσεται οἰκονομεῖν τοὺς λόγους εἰς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καὶ καιρῷ εὐθέτῳ καὶ τάξει εὐσχήμονι χρώμενος πρὸς f τὸ εὐπειθεστέρους γίνεσθαι
τοὺς ἀκούοντας.
διὸ καὶ ἔξω βάλλουσιν αὐτὸ, ὡς ἄχρηστόν τε καὶ ἀνωφελές.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.