ΚΕΦ. Κς.
τοῦ ὄχλου.
1 “ἀπιστίᾳ,” καὶ ἐκ τοῦ κελεῦσαι τὸ δαιμόνιον μὴ εἰσελθεῖν εἰς αὐτὸν, καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν Χριστόν· “ εἰ δύνασαι πιστεῦσαι d.” καὶ εἰ ἀπιστία αὐτοῦ γέγονε, φησιν, αἰτία τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς ὅτι δυνατὸν αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως πολλαχοῦ θεραπεῦσαι.
ὥσπερ γὰρ ἀρκεῖ πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ’ ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυματουργῆσαι. θέα δὲ τούτου καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι
“ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν “ θεραπεῦσαι.” ἀλλ’ αὐτὸς ἀπαλλάττων αὐτοὺς τοῦ ἐγκλήματος, ἐπὶ τοῦ δήμου, τὸ πλεῖον ἐκείνῳ λογίζεται, “ ὠ γενεὰ,” φησὶν, “ἄπιστος “ καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν ” οὐκ εἰς τὸ τούτου πρόσωπον μόνον ἀποτεινόμενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον e,
οὗ προφέρει τὴν ἀπιστίαν· ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους f. καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν g. ὅταν δὲ εἴπῃ, “ ἕως ποτε ἔσομαι “ μεθ’ ὑμῶν;” δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ὅτι οὐ τὸ h σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βαρύ. οὐ μὴν
ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τι φησι; ” φέρετέ μοι αὐτὸν “ ὧδε·” καὶ ἀφίησιν i αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν, ἐπειδὴ γοῦν ὄχλος συνήγετο καὶ ἐπετίμησεν αὐτῷ, ἀλλὰ δι’ αὐτὸν τὸν πατέρα· ἵνα ὅταν ἴδῃ τὸ δαιμόνιον θορυβούμενον ἀπὸ τοῦ κληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος.
ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν “ ἐκ παιδὸς,” καὶ ὅτι “ εἰ δύνασαι βοήθει “ μοι,” λέγει “ τῷ πιστεύοντι πάντα δύνατα.”
ἐστιν. τοσαύτη παρ’ ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους ποιεῖν τὰ αὐτὰ θαυματουργεῖν. ὥστε ἐὰν πιστεύσῃς ὡς δεῖ, καὶ 2 αὐτὸς δύνασαι αὐτὸν θεραπεῦσαι, φησι, καὶ τοῦτον καὶ ἑτέρους πολλούς· καὶ ταῦτα εἰπὼν ἀπήλλαξαι τὸν δαιμονῶντα.
ὁρᾷς πῶς ἤδη αὐτοῖς τὸν περὶ νηστείας προκαταβάλλεται λόγον. μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόντων λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἃν εἴποις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. δεῖ γὰρ μάλιστα τοῦ
πράγματος τούτου τῳ τὰ τοιαύτα νοσοῦντι· οὐ γὰρ παραχρῆμα δέ φησιν ὁ Μάρκος τὸν δαίμονα ἀνακεχωρηκέναι, ἀλλὰ φόβῳ μὲν αὐτίκα ληφθῆναι καὶ σπαράττειν τὸν παῖδα, παραμένειν δὲ ἔτι στρεβλοῦντα αὐτόν. τοῦτο δὲ ἦν ἐκ τῆς ἀπιστίας τῶν προσελθόντων γενόμενον.
“ εἰ πιστεύεις, πάντα δυνατὰ τῷ πιστεύοντι.” οὐ γὰρ ἔφη, ἐμοὶ πάντα δυνατὰ, καίτοι τοῦτο δηλοῖ, τὴν εἰς αὐτὸν πίστιν πάντα ἔχειν δυνατά. ἀλλὰ τῷ πιστεύοντί φησιν, ἅμα καὶ προτρέπων ἐπὶ τὴν πίστιν. ὁ δὲ, ἔτι μᾶλλον ἐλεγχόμενος ἐπὶ τῇ ἀπιστίᾳ, “ πιστεύω,” ἔφη, “ βοήθει μου τῇ ἀπιστίᾳ.” ἀλλ’k εἰ ἐπίστευσεν
εἰπὼν, “πιστεύω,” πῶς πάλιν φησὶ, “βοήθει μου τῇ ἀπιστίᾳ l;” διάφορός ἐστιν ἡ πίστις. ἡ μὲν εἰσαγωγικὴ, ἡ δὲ τελεία. ἀρξάμενος m 3 οὖν πιστεύειν, ἐδέετο τοῦ Σωτῆρος διὰ τῆς αὐτοῦ δυνάμεως προσθεῖναι τὸ λεῖπον. οὕτως καὶ οἱ μαθηταὶ ἔλεγον τῷ Σωτήρι’, “ πρόσθες ἡμῖν “ πίστιν.” ἔνθα δὴ n συνέτρεχε μὲν ὁ ὄχλος· ὁ δὲ Σωτῆρ’, ὥς φησιν ὁ Εὐαγγελιστὴς, τοῦτον ἰδὼν, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ. ἐνταῦθα δέ τις πρόφασις δηλοῦται μετρία πρὸς τὴν ἴασιν,
ἡ παρὰ τοῖς συντρέχουσι γνῶσις τοῦ Κυρίου· ἐπεὶ παρῆκεν ἐπιδείξων ἑαυτὸν ἀνθρώποις, καθ’ ὅσον ἑκάστοις ἐπέβαλε ο γνῶναι. ἔπειτα τὸ ἐπίταγμα p τὴν ἐξουσίαν ἐξέφαινε· “ τὸ ἄλαλον καὶ κωφὸν “ πνεῦμα, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.” τὸ μὲν, “ἐγὼ ἐπιτάσσω, τὴν θεἵκὴν έξουσίαν, εἰ καὶ
μὴ διὰ τὴν ἀνθρωπίνην πίστιν, ἔξιθι q. τὸ δὲ, μὴ μόνον ἐξέλθῃς, ἀλλὰ καὶ “ μηκέτι εἰσέλθῃς,” διάτι r καὶ πρὸς δευτέραν ἐπίθεσιν εὔκολος ἦν ὁ μὴ τῇ πίστει πεφραγμένος, ἤνπερ ἀπεῖργεν s τὸ δεσποτικὸν ἐπίταγμα μὴ γενέσθαι. καὶ δὴ καὶ οὕτω δύσκολος ἡ τοῦ δαίμονος ἀπόλυσις βοῶντος καὶ σπαράττοντος, καὶ τὸ τελευταῖον ἴσον νεκρῷ
καθιστάντος, ὡς τεθνάναι νομίζεσθαι. “ ὁ δὲ Ἰησοῦς,” φησὶ, “ κρα- “ τήσας τῆς χειρὸς αὐτοῦ, ἤγειρεν αὐτὸν, καὶ ἀνέστη.” οὐ γὰρ ἴσχυσεν εἰς θάνατον καταβαλεῖν τὸν παῖδα διὰ τὴν τῆς ζωῆς παρουσίαν· καὶ ἐξεληλύθει, μηκέτι τῆς ἐπανόδου τὴν ἐξουσίαν ἔχειν δυνάμενος. τοῦτο δὴ ὁ Ματθαῖος ἐπεσημήνατο λέγων· ὅτι ἐθεραπεύθη
ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώτπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν
αὐτὸν, καὶ ἀποκτανθεὶς τῆ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
πολλὰ παθεῖν τότε. πότε; ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς τοῦ 4 Θεοῦ. πάλιν ἐν τῷ ὄρει ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ ἐλάλησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν, “οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. ” καὶ μετὰ μικρὸν πάλιν, ἐπειδὴ τὸν δαίμονα ἐξήλασεν, ὃν οὐκ
ἴσχυσαν οἱ μαθηταὶ ἐκβάλλειν, τοῦτο ἐπιφέρει. τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνό- μενος.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.