ΚΕΦ. Ις.
ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ
1 μαθηταὶ αὐτοῦ λέγουσιν, Ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὤρα πολλή.
εἰς ἔρημον τόπον πρὸς τὸ ἀναπαύσασθαι αὐτοὺς κεκμηκότας ἤδη· τοσοῦτοι γὰρ ἤδη οἱ βιάζοντες αὐτοὺς διὰ τὰς ἐπιγινομένας αὐτοῖς ἰάσεις, ὥστε οὐδὲ φαγεῖν εὐκαίρως. λαβόντος τοίνυν αὐτοὺς τοῦ Ἰησοῦ ἐν πλοίῳ μεθ’ ἑαυτοῦ πρὸς τὸ ὑποχωρῆσαι μικρόν τι κατ’ ἰδίαν εἰς ἔρημον τόπον ἵνα ἡσυχάσωσιν m,
εἵπετο αὐτῷ πλῆθος, ὡς εἰκὸς, πολὺ, ἕνεκα n τῶν θαυμάτων μάλιστα, καὶ τῶν λόγων, ἁπάντων o μὲν καταλιμπάνειν τὰ οἰκεῖα, ἕπεσθαι δὲ αὐτῷ παρασκευαζόντων. θεασάμενος οὖν αὐτοὺς ἀπὸ τῆς ὁδοιπορίας κεκμηκότας, ὡς ἃν εἰ πρόβατα ποιμένα μὴ ἔχοντα· τοιοῦτοι γὰρ δὴ καὶ οὗτοι ἦσαν, τὸ μηδένα τότε ἔχειν τὰ
ὠφέλιμα τῆς ψυχῆς διδάσκειν αὐτοὺς δυνάμενος· διὰ τοῦτο μάλιστα τῷ Κυρίῳ κατακολουθεῖν ἀναγκαζόμενοι, ὡς ἃν μόνον πρὸς τὸ κρεῖττον οἵῳ τε ὄντι ἄγειν αὐτούς· ᾤκτειρέ τε αὐτοὺς ἡσθεὶς αὐτῶν τὴν σπουδὴν, καὶ ἐδίδασκεν, τράπεζαν αὐτοῖς προτιθεὶς πνευματικὴν καὶ ἀναφαίρετον πανδαισίαν. καὶ ἤδη ὥρας πολλῆς γενομένης,
ἀπολυθῆναι τὸν ὄχλον ᾔτουν οἱ μαθηταὶ, καὶ μάλιστα διὰ τὴν ἐρημίαν τοῦ τόπου, καὶ τὴν τῶν ἐπιτηδείων σπάνιν. τι γὰρ φάγωσιν οὐκ ἔχουσιν, ἔλεγον. ὁ δὲ πλούσιος καὶ φιλάνθρωπος, καὶ σωματικὴν αὐτοῖς παρατιθέναι τράπεζαν τοῖς μαθηταῖς παρεκελεύετο, μονονουχὶ λέγων, ὅτι ἐγὼ πάρειμι ὁ πολλὴν πᾶσιν παρέχων
τὴν ἀφθονίαν. οἱ δὲ μὴ συνιέντες, ἀλλὰ καὶ διαπορηθέντες, ὥσπερ πρόσταγμά τι ἀμήχανον ἤκουον, “ πόσους ἄρτους ἔχετε ” καὶ πολυπραγμονήσαντες λέγουσι, “ πέντε, καὶ δύο ἰχθύας.”
τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
σφόδρα τῶν Ἰουδαίων πολλὰς κατ’ αὐτοῦ πλέκειν ἀφορμὰς ἐπιχειρούντων, πρὸ τοῦ ποιῆσαι, ἐπὶ τὸν Πατέρα ἀνήνεγκε τὸ γινόμενον.
ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
ἐπὶ τῷ o ἕκαστον ἐπ’ ὤμων ἀράμενον, μείζονα λαβεῖν τοῦ γινομένου τὴν αἴσθησιν. ὅτι γὰρ καὶ οὕτως ἀμφίβολον ἔτι περὶ τοῦ γενομένου οἱ μαθηταὶ εἶχον διὰ τὸ ἄγαν παράδοξον, δῆλοι ὁ παρὼν Εὐαγγελιστὴς σαφῶς εἰπὼν, “ οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν “ γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.” καὶ δι’ ἕτερον δὲ τὴν περισσείαν
ᾠκονόμησε γενέσθαι, ὥστε φανῆναι περιουσίαν P ἐνεργούσης ταῦτα δυνάμεως, οὐ διὰ τὴν ἑτέρων χρείαν τὸ δύνασθαι λαμβά- νοντα, οἷον Μώσης ἐδίδου τὸ μάννα, ἀλλὰ κατὰ τὴν χρείαν μόνον. ἄχρηστον γὰρ αὐτοῖς συλλεγὲν τὸ πλέον ἐγένετο q. ἐπελάβοντό τε τῆς γῆς τὸν καρπὸν r, καὶ τὸ μάννα κατεφόρετο οὐκέτι. ὁμοίως
Ηλίας ἐπὶ τῆς χήρας οὐ πλεονάζειν τότε ἄλευρον ἐποίησε· καὶ μὴν s καὶ τὸ ἔλαιον. ὡς δὲ ὑετὸς ἐγένετο, καὶ ἐπαύσατο ἡ δόσις. ἵνα οὖν φανῇ τὸ διάφορον, πολλὴν περιουσίαν ἐποιήσατο, ὥστε καὶ κορεσθέντας τῶν παραλειφθέντων θαυμάζειν τὸ πλῆθος. θαύμα- 3 στον t μὲν οὖν τὸ πραχθὲν καὶ τῆς δημιουργικῆς δυνάμεως ἀπόδειξις· θαυμάσιον δὲ οὐκ ἔλαττον τὸ μὴ ἀεὶ τῇ ἐξουσίᾳ χρῆσθαι πρὸς τὴν τῶν τροφῶν εὐπορίαν. σημεῖα u μὲν γὰρ ἕνεκα τῶν ἀνθρώπων x ἐργάζεται, καὶ τὴν τῆς δυνάμεως ἐπίγνωσιν εἰς σωτηρίαν τὴν διὰ τῆς πίστεως παρέχει τοῖς ἑπομένοις· τοῖς δὲ οὖσι y χρῆται
κατὰ τὸν ἀνθρώπῳ προσήκοντα τρόπον, εὐεργετῶν ἅμα τοὺς εἰς τοῦτο ὑπηρετοῦντας. τὸ γὰρ τῷ Κυρίῳ τι παρασχεῖν ἦν εὐεργεσία μεγίστη. ὅπερ καὶ τοῖς μαθηταῖς ἐκ διαδοχῆς παραδίδωσι ταῖς παρὰ τῶν μαθητευομένων χρῆσθαι τροφαῖς.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.