ΚΕΦ. ΙΕ.
τἄρα, καὶ t μετὰ τὸν τοῦ πρώτου θάνατον ἐπιτρέψαντες τῷ υἱῷ ἄρχειν τοῦ τετάρτου. ὁ δὲ Μάρκος καὶ ἕτεροι δέ τινες ἀδιαφόρως καὶ βασιλέα καλοῦσιν, εἴτε ἀπὸ τῆς τοῦ πατρὸς συνηθείας, εἴτε καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένοι. ταῦτα δὲ σαφέστερον 1 ἱστορεῖ Ἰώσηπος. ἀκούων τανῦν τοῦ Κυρίου τὰ θαύματα, καὶ σφόδρα γε εἰδὼς ὅτι δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέλαβεν αὐτὸν ἐγεγερμένον ἐκ τῶν νεκρῶν ταῦτα ποιεῖν. ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἑτέρων ταῦτα ὑπολαμβανόντων ἀκούων g, μειζόωνς διαπορεῖν ἠναγκάζετο, ὡς καὶ ἰδεῖν αὐτὸν ἐθελῆσαι, ἐπὶ τὸ
γνῶναι, εἴπερ οὗτος ἐκεῖνός ἐστιν h.
“ ὅτι οἱ μὲν Ἰωάννην τὸ βαπτιστὴν, ἕτεροι δὲ Ἠλίαν, ἄλλοι δὲ “ Ἱερεμίαν, ἥ τινα ἕτερον τῶν προφητῶν.” πᾶσαι γὰρ ἦσαν ἀνθρώπιναι περὶ αὐτοῦ αἱ τότε παρὰ τοῖς ἀνθρώποις ὑπολήψεις. καὶ οἷαν ἄν τις ἐδέξατο περὶ ἀνδρὸς μεγίστου καὶ θαυμαστοῦ τῶν βίον ὄντος· ὁ δὲ Μάρκος λέγων, ὥς τινές φασιν, ὅτι ὁ προφήτης ἐστιν
ὡς εἷς τῶν προφητῶν, αἰνίττεσθαί μοι δοκεῖ λέγειν ἐκείνους περὶ οὗ φησιν ὁ Μώσης, ὅτι “ προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ “ Θεὸς ὑμῶν ὡς ἐμέ.” ἴσως γὰρ φανερῶς λέγειν ἐφοβοῦντο ὅτι δὴ ὁ Χριστός ἐστι· καὶ τῇ τοῦ Μώσεως ἐκέχρηντο φωνῇ τὴν ὑπόληψιν ἑαυτοὶς i συσκιάζοντες διὰ τὸν φόβον τῶν ἡγουμένων.
αὐτὸς γὰρ ὁ Ἡρώδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῆ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν
ἐγάμησεν.
Ἰωάννην ἐγηγέρθαι ὡς ἀνῃρημένος. ἡ μὲν οὖν αἰτία τοῦ φόνου, ὅτι 2 τοῦ Ἡρώδου τὴν γυναῖκα ἰδίου ἀδελφοῦ Φιλίππου ἀφελομένου ζῶντος ἔτι, καὶ θυγατέρα ἔχοντος ἐξ αὐτῆς, συνοικοῦντός τε αὐτῇ, οὐκ ἐνεγκὼν τὸ μύσος ὁ Ἰωάννης, ἤλεγχεν αὐτὸν ἐπὶ τῇ παρανομίᾳ· ὁ δὲ τὸν μὲν ἔλεγχον οὐ φέρων i, δεδιὼς δὲ τὸν ὄχλον, ὅτι μεγίστην εἶχον περὶ Ἰωάννου τὴν δόξαν, ἀνελεῖν μὲν αὐτὸν οὐκ
ἐτόλμησε, καίτοιγε σφόδρα βουλόμενος διὰ Ἡρωδιάδα. ᾔδει δὲ αὐτὸν καὶ ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ πολλὰ κατὰ γνώμην αὐτοῦ διεπράττετο· ἐγκαθείρξας δὲ αὐτὸν τῷ δεσμωτηρίῳ φυλάττεσθαι ἐκέλευσεν. ἐπετέλει δὲ ὁ Ἡρώδης τὰ οἰκεῖα γενέσια κατὰ πολλῇς τῆς λαμπρότητος. ἐν δὲ τῷ συμποσίῳ ὠρχήσατο μὲν ἡ
τῆς Ἡρωδιάδος θυγάτηρ. ἡσθεὶς δὲ ὁ Ἡρώδης, ὤμοσεν αὐτῇ δοῦναι ὅπερ ἃν αἰτίσαιτο παρ’ αὐτοῦ. τῆς δὲ τὴν κεφαλὴν Ἰωάννου αἰτησαμένης, τοῦτο γὰρ αὐτὴν ἡ μήτηρ ἐδίδαξεν· ἐπλήρου μὲν τὴν οἰκεῖαν ὑπόσχεσιν ὁ Ἡρώδης, πρόσχημα δὲ τῶν παρόντων ἕνεκεν τοῦ ὅρκου τὴν ἀνάγκην ἐποιήσατο· λυπηθεὶς δῆθεν καὶ αὐτὸς
ἐπὶ τῷ γεγονότι. διδασκόμεθα δὲ ἐντεῦθεν ὡς μοιχεία καἰ ὄρχησις καὶ ὅρκος l, τοῦ βαπτιστοῦ ἀφεῖλον τὴν κεφαλὴν, καὶ παραιτητέα γε ταῦτα τοῖς εὑ φρονοῦσιν· εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλ’ οὖν γε, ἵνα μὴ τοῖς αἰτίοις τοῦ φόνου ἐνεχώμεθα τοῦ προδρόμου.
πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν τῷ σημείῳ.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.