ΚΕΦ. Ε.
μέσῳ θορύβων ἀπαλλάττεσθαι, ὅτ’ ἃν περὶ ἀναγκαίων διαλεγόμεθα πραγμάτων. προσῆλθον δὲ οἱ μαθηταὶ αὐτοῦ, ὡς βελτίους λοιπὸν γινόμενον οἱ μὲν γὰρ πολλοὶ τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαι τί λοιπὸν ἐπεθύμουν μέγα. διατί δὲ πρόκειται “ὅτι ἀνοίξας τὸ στόμα αὐτοῦ;” ἵνα μάθωμεν, ὅτι σιγῶν ἐπαίδευεν,
οὐχὶ μόνον φθεγγόμενος τὸ δὲ ἐδίδασκεν αὐτοὺς,” μὴ περὶ τῶν μαθητῶν αὐτοῦ νομίσωμεν τοῦτο μόνον λέγεσθαι, ἀλλὰ καὶ περὶ τῶν πάντων τῶν τότε παρόντων, καὶ τῶν μετὰ ταῦτα γενησομένων.
ἡ βασιλεία τῶν οὐρανῶν.
ἀφεὶς ἐκείνους, οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον, τοὺς ἀπὸ προ- αιρέσεως ἑαυτοὺς συντρίβοντας μακαρίζει. Καὶ μετ’ ὀλίγον — Κἂν γὰρ εὐχὴν τίς κέκτηται, κἂν νηστείαν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἄλλο τι συναγάγῃ ἀγαθόν· ταπεινοφροσύνης χωρὶς, διαρρεῖ καὶ ἀπόλλυται ἅπαντα, ὅπερ καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονεν.
4
μακαρίζει· οὐχ ἁπλῶς δὲ τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων δηλονότι τοῦτο ποιοῦντας· ὡς τό γε ἕνεκεν βιωτικῶν πραγμάτων πενθεῖν, σφόδρα ἐστὶ κεκωλυμμένον· ὅπερ οὖν καὶ ὁ Παῦλος περὶ ἀμφοτέρων ἐδήλωσε λέγων, “ ὅτι ἡ μὲν “ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν λύπη, “ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον·” ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γὰρ, φησὶ, δηλονότι καὶ ἐνταῦθα καὶ ἐκεῖ.
γῆς φησί; νοητὴν φασὶ τινὲς, ἀλλ’ οὐκ ἐστὶ τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ γραφῇ γῆν νοητὴν, ἀλλ’ αἰσθητὸν τίθησιν ἔπαθλον ἐν τούτῳ. οὐ γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπεται μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων· καὶ πρὸ τῶν μελλόντων ταῦτα ἐπιζητοῦντα· ὑπισχνεῖται
δὲ τοῦτο, ἐπειδὴ νομίζεται διὰ τὴν πραότητα πάντα ἀπολλύναι τὰ ἑαυτοῦ· ὅθεν τὸ ἐναντίον ὑπισχνεῖται, ὡσανεὶ λέγων· ὅτι οὗτος μὲν οὖν ἐστιν, ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος· ὁ μὴ θρασὺς μηδὲ ἀλαζών· πρὸ δὲ τῶν ἐλεημόνων μακαρίζει “τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην· ἐπειδὴ οὐκ ἐξ
ἁρπαγῆς οὐδὲ ἐκ πλεονεξίας δεῖ ἐλεεῖν, ἀλλ’ ἐκ δικαίων πόνων· καὶ οὐκ εἶπεν τοὺς ἁπλῶς δικαιοσύνης ἀντεχομένους, ἀλλὰ “τοὺς “ πεινῶντας καὶ διψῶντας,” τουτέστι τοὺς μετὰ ἐπιθυμίας πάσης αὐτὴν μετερχομένους· καὶ ἐνταῦθα δὲ αἰσθητὸν τὸ ἔπαθλον τίθησι λέγων· “ὅτι αὐτοὶ χορτασθήσονται· διὰ γὰρ τὸ νομίζεσθαι τὴν
πλεονεξίαν, τοὺς πολλοὺς εὐπόρους ποιεῖν λέγει· ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται.
αὐτῆς τὸ ἔπαθλον; “ὅτι αὐτοὶ ἐλεηθήσονται. καθαροὺς δὲ τῇ καρδίᾳ λέγει, ἢ τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, ἣ τοὺς ἐν σωφροσύνῃ διάγοντας· φησὶ γὰρ ὁ Παῦλος, “εἰρήνην διώκεται “καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. ἐνταῦθα δὲ πνευματικὸν τίθησι τὸ ἔπαθλον λέγων, “ὅτι αὐτοὶ τὸν Θεὸν
“ὄψονται·” ὄψιν δέ, φησι, τὴν ἄνω δυνατὸν ἰδεῖν· ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσιν· πορνεύουσι δέ· ἔδειξεν ὅτι οὐκ ἀρκεῖ τὰ πρότερα, ἐὰν μὴ καὶ σωφροσύνη παρῇ. εἰρηνοποιοὺς δὲ μακαρίζει, οὐ μόνον τοὺς μὴ πρός τινα ἀπεχθανομένους ἢ στασιάζοντας, ἀλλὰ καὶ ἑτέρους
στασιάζοντας εἰρηνοποιοῦντας· ἔτι δὲ καὶ τοὺς τὸ ἑαυτῶν σῶμα μὴ κατεξανίστασθαι τῆς ψυχῆς διὰ τῆς γαστριμαργίας καὶ τῶν ἡδονῶν, ἀλλὰ μᾶλλον ὑποτάσσεσθαι τοῦτο ταῖς ψυχικαῖς ἀρεταῖς. Ινα δὲ μὴ νομίσωμεν ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγεν, “μακάριοι οἱ δεδιωγμένοι, καὶ τὰ ἑξῆς, τουτέστι τῆς ἀρετῆς·
δικαιοσύνην γὰρ εἴωθε λέγειν τὴν ἅπασαν τῆς ψυχῆς φιλοσοφίαν. εἰπὼν δὲ ὅτι πολὺς ὁ μισθὸς, ἐπήγαγεν καὶ ἑτέραν παράκλησιν λέγων· “οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ἡμῶν,” ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ οἱ προφῆται μηδὲν παράνομον εἰπόντες, οἱ μὲν ἐλιθάζοντο ὑπ’ αὐτῶν, οἱ δὲ, ἠλαύνοντο, οἱ δὲ μυρία ἕτερα ἔπασχον
κακὰ, οὕτως καὶ ἡμεῖς ἀγαθὰ λαλοῦντες καὶ νομοθετοῦντες, ταῦτα μέλλεται πάσχειν.
πᾶσαν τὴν ἀνθρωπότητα καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. ὑμεῖς οὖν, μαθηταί μου, τὰς εἰρημένας ἐν τοῖς μακαρισμοῖς ἀρετὰς κατορθώσαντες, καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας παρασκευάσαντες ὑπερχεῖσθαι πηγάς.
ἄρτυμα·
συγγνώμης· ὁ δὲ διδάσκαλος ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δίδωσι τιμωρίαν· μὴ οὖν προδῶτέ, φησι, τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, καὶ στερρότητα καὶ στυφότητα, τὴν τῷ ἅλατι προσήκουσαν· ἐὰν γὰρ φοβηθῆτε ὀνειδισμοὺς καὶ διωγμοὺς, καταφρονηθήσεσθε, ὅπερ ἐστὶ
καταπατηθῆναι.
ὥσπερ ἅλας πνευματικὸν, οὕτω καὶ φῶς νοητὸν, τῆς τοῦ ἡλίου ἀκτῖνος πολὺ βέλτιον. Τὸ δὲ “οὐ δύναται πόλις κρυβῆναι, καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ ὅτι οὗτος ἔσεσθαι h, φησὶ, πάσῃ τῇ οἰκουμένῃ καταφανὴς, ὥσπερ πόλις ὑπεράνω κορυφῆς ὄρους κειμένη, καὶ ὥσπερ λύχνος ἐπὶ τῆς λυχνίας φαίνων. Τὸ δὲ “ οὐ καίουσι
“λύχνον” καὶ τὰ ἑξῆς, τὴν παρρησίαν, φησὶν, ἀπαιτεῖ τὴν παρ’ ἡμῶν· ἐγὼ μὲν ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς, οὐ δι’ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐτῆς ἀπολαύειν πρὸς τὴν ἀλήθειαν χειραγωγίας· οὐδὲ γὰρ τὴν οἰκουμένην διορθώσητε ὀρθῶς βιοῦντες,
ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσητε.
καὶ πρὸς πάντα τὸν ὄχλον λοιπὸν τρέπει τὸν λόγον· καὶ πῶς οὐ κατέλυσέ, φησι, τὸν νόμον, ἕτερα νομοθετήσας; ἐπειδήπερ αἱ ἐντολαὶ αὐτοῦ, οὐ τοῦ νόμου ὑπάρχουσι κατάλυσις, ἀλλὰ μᾶλλον ἐπίστασις. τὸ γὰρ μὴ φονεύειν, οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ πλήρωσις, καὶ πλειόνων ἀσφάλεια.
8
10
“μὴ περισσεύσῃ καἰ τὰ ἑξῆς· ποῖον δὲ ἦν τὸ περισσόν; τὸ μὴ ὀργισθῆναι, τὸ μὴ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως, τὸ ὑπὲρ τὰς δεκάτας παρέχειν καθ’ ἕκαστον ἔτος ἐκ τῶν ὑπαρχόντων τοῖς δεομένοις. εἰπὼν δὲ “ἐλάχιστός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν “ οὐρανῶν,” τοῦτο ἐσήμανεν ὅτι εἰς γέενναν καὶ κόλασιν ἀπελεύσεται
ὁ τοιοῦτος. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι βασιλείαν οὐ τὴν ἀπόλαυσιν λέγει μόνον, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ κἂν μίαν τῶν ἐντολῶν αὐτοῦ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταύτας φυλάττειν ἐκλύωμεν.
11
τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλὰ ἀπὸ ταύτης ἄρξασθαι, ἀφ’ ἧς καὶ ὁ νόμος ἤρξατο· ἵνα καὶ ἐν τούτῳ δείξῃ τὴν συμφωνίαν. εἰπὼν δὲ ἐγὼ δὲ λέγω ὑμῖν, ἔδειξε τὴν ἑαυτοῦ ἐξουσίαν ἀπηρτισμένην· οὐδεὶς γὰρ δικαίων ἣ προφήτων, ἣ πατριαρχῶν οὕτως ἐφθέγξατο πώποτε, ἀλλὰ “τάδε λέγει Κύριος. ἐκεῖνοι γὰρ τὰ τοῦ δεσπότου διήγγελλον· οὗτος δὲ καὶ τὰ ἑαυτοῦ· “τὰ γὰρ “ἐμά, φησι, “σά ἐστι, καὶ τὰ σὰ ἐμά καὶ οἱ μὲν τοῖς ὁμοδούλοις, ὁ δὲ τοῖς ἑαυτοῦ δούλοις ἐνομοθέτει. τὸ δὲ “εἰκῆ πρόσκειται, ἐπειδὴ οὐκ ἔστιν ἄνθρωπον ὄντα παθῶν ἀπηλλάχθαι,
ἀλλὰ κρατεῖν μὲν δυνατὸν, ἐκτὸς δὲ αὐτῶν παντελῶς ἀμήχανον εἶναι· ἔπειτα ὅτι καὶ χρήσιμον τὸ πάθος τοῦτό ἐστιν, ἐὰν μετὰ τοῦ προσήκοντος οἴδαμεν αὐτῷ κεχρῆσθαι καιροῦ· καθὼς ὁ Παῦλος πρὸς Κορινθίους καὶ Γαλάτας ὀργισθεὶς, μεγάλων αὐτοὺς ἀπήλλαξε λοιμῶν, καὶ ἑτέρους δὲ πλείους τούτων. τίς δὲ ὁ προσήκων
τῆς ὀργῆς καιρός; ὅτ’ ἃν μὴ ἑαυτοὺς ἐκδικῶμεν. τίς δὲ ὁ μὴ προσήκων; ὅτ’ ἃν ἑαυτοὺς ἐκδικῶμεν περὶ γηίνων μαχόμενοι, καὶ ἀπολλυμένων πραγμάτων· ἀλλ’ οἱ πολλοὶ τοὐναντίον ποιοῦσιν· ἐκθηριούμενοι μὲν περὶ τῶν φθαρτῶν, ἐκλυόμενοι δὲ εἰς τὸ νουθετεῖν καὶ ἐπιστρέφειν τοὺς ἁμαρτάνοντας· ἅπερ ἀμφότερα ἐναντία εἰσὶ
τοῖς νόμοις τοῖς εὐαγγελικοῖς.
ἀνασπᾷ. εἰπὼν δὲ ὅτι ἔνοχος ἔσται τῷ συνεδρίῳ συνέδριον ἐνταῦθα τὸ τῶν Ἰουδαίων δικαστήριον φησί. τὸ μωρὸν εἶπειν, πολλοῖς βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι, εἰ περὶ ῥήματος ψιλοῦ τοσαύτην, φησὶ, μέλλομεν διδόναι δίκην· εἰπάτωσαν τοίνυν, διὰ τι φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα· οὐκ οἴδασιν ὅτι καὶ αἱ
πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτιῶν, ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν. καὶ γὰρ βλασφημία ῥημάτων, καὶ ἄρνησις διὰ ῥημάτων, καὶ λοιδορίαι καὶ ὕβρεις, καὶ ἅπαξ ἁπλῶς πάντα τὰ διὰ τῆς γλώττης κακά. χρὴ δὲ γινώσκειν ὅτι ἐνταῦθα πρῶτον γεέννης ὄνομα εἶπεν, πρότερον περὶ βασιλείας πολλὰ διαλεχθείς· δεικνὺς
ὅτι ἡ μὲν βασιλεία τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστίν· ἡ δὲ γέεννα τῆς ἡμῶν ῥαθυμίας.
ἐλεημοσύνας προσφέροντες, ἣ τολμῶντες τῶν φρικτῶν μετέχειν μυστηρίων.
λέγειν δικαστῶν καὶ τῆς ἐπὶ τὸ δικαστήριον ὁδοῦ, καὶ τοῦ δεσμωτηρίου τούτου· ἐπειδὴ γὰρ ἐκ τῶν ὑψηλοτέρων ἐνέτρεψε καὶ τῶν μελλόντων, καὶ ἀπὸ τῶν ἐν τῷ παρόντι βίῳ λοιπὸν φοβεῖ, ταχὺ, λέγων, καταλλάγηθι “ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ, ἐπὶ τοὺς δικαστὰς πορευόμενος, πρὶν τῷ βήματι τῶν δικαστῶν παραστῇς·
τί δέ ἐστιν εὐνόει; καταδέχου μᾶλλον ἀδικεῖσθαι.
μὴ ἐπιθυμεῖν· πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν, καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει, ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας ἐκκόπτειν.
αὐτῷ i ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ, καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι’ ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλὴν, ἀλλὰ τὴν ψυχήν.
τὸ μὲν γὰρ ἐγγίνεσθαι ποτε τοιαύτην ὁρμὴν ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια, καὶ παρὰ τὴν γνώμην παρασκευάζει· ὁ δὲ μὴ χειμάρρου δίκην παρενεχθῆναι τῇ τοῦ 14 πάθους ὁρμῇ, ἀλλὰ ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστιν·
τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος.
φάρμακον δὲ ἄριστον τῷ τοιούτῳ πάθει, νηστεία καὶ τὸ μηκέτι τὴν τρώσασαν θεάσασθαι. ὁ δὲ συνεχῶς καὶ μετὰ σπουδῆς ὁρῶν, κἂν μὴ τῷ σώματι δράσειεν, ἀλλὰ τῇ ψυχῇ τὴν ἁμαρτίαν ἀποτελέσειεν.
καὶ ἐπιθυμήσας ὡς μοιχὸς τιμωρηθήσεται· ἀλλ’ ὁ ἐκ προενθυμήσεως τὸ πρᾶγμα ἐπιγράψαι τὸ πάθος σπασάμενος, ὁ τοῦτο τὸ ἔργον τιθέμενος.
ἀπαλλάξαι τῶν πονηρῶν πράξεων μόνον, ἀλλὰ τὴν ψυχὴν πρὸ ἐκείνου· ἐπειδὴ γὰρ ἐν τῇ καρδίᾳ τὴν τοῦ Πνεύματος δεχόμεθα χάριν, αὐτὴν ἐκκαθαίρει πρώτην· ἐπεὶ οὖν οὐκ ἔστι μὴ ἐπιθυμεῖν, καὶ γὰρ ἐν ὄρεσι καθήμενος ἐπιθυμεῖ, οὐκ εἶπεν τὴν ἁπλῶς ἐγγινομένην ἐπιθυμίαν, ἀλλ’ ὡς ἃν ἐμβλέψῃ πρὸς τὸ ἐπιθυμῆσαι,
τουτέστιν ὁ ἑαυτῷ τὴν ἐπιθυμίαν συλλέγων. ἴσως δὲ ἐρεῖ τίς· ἐὰν οὖν ἴδω μὲν καὶ ἐπιθυμήσω, μηδὲν δὲ πράξω πονηρὸν, ἐκ τούτου κατακρίνομαι; γινωσκέτω ὁ τοιοῦτος, ὅτι καὶ αὐτὸς μετὰ τῶν μοιχῶν ἕστηκεν. τοῦ γὰρ δικαιοκρίτου ἀποφηναμένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, οὐδὲν δεῖ περιεργάζεσθαι πλέον· ἅπαξ
μὲν καὶ δὶς καὶ τρὶς οὕτως ἰδών τις, ἴσως δυνήσεται κρατεῖν· ἃν δὲ συνεχῶς τοῦτο ποιῇς, καὶ ἀνάπτεις τὴν κάμινον, ἁλώσῃ πάντως· οὐ γὰρ ἔξω τῆς ἀνθρωπίνης ἕστηκας φύσεως. ὡσαύτως δὲ καὶ αἱ καλλωπιζόμεναι τῶν γυναικῶν, κἂν μὴ πλήξωσι τοὺς τῶν ἁπάντων ὀφθαλμοὺς, δίκην δώσουσι τὴν ἐσχάτην· τὸ γὰρ φάρ-
μακον ἐσκεύασαν καὶ τὸ πόμα προσήνεγκαν, κἂν μηδεὶς ὁ πίνων εὑρέθη.
προσαπόλλυσθε ὄντες ὁμοῦ, συμφέρει χωρισθέντα, κἂν τὸν ἕνα σωθῆναι.
“γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον;” ἐπειδὴ νόμος ἦν κείμενος παλαιὸς τὸν μισοῦντα τὴν γυναῖκα αὐτοῦ, ἐξ οἵας δήποτε αἰτίας, μὴ κωλύεσθαι αὐτὸν ἐκβάλλειν αὐτὴν, καὶ ἑτέραν ἀντ’ ἐκείνης εἰσάγειν. ταύτην τὴν συνήθειαν ἀνατρέπων ὁ δεσπότης ἡμῶν Χριστὸς, τοῦτο τέθεικε καὶ ἐπάγει λέγων, “ἐγὼ δὲ λέγω
“ὑμῖν, ὅτι ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἑξῆς· τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονίζει, καὶ τὴν πρὸς πάντας ἀποτειχίζει εἴσοδον αὐτῇ ὡσαύτως δὲ καὶ τὸν ἄνδρα ἔκφοβον άπεργάζεται, ἵνα μὴ τοῦτο διαπράξηται.
τὰς πρώτας, καὶ διὰ τῆς μηχανῆς ταύτης, οἱ μὲν ἐλάμβανον τὰς ἄλλων γυναῖκας, αἱ δὲ τοὺς ἀλλοτρίους ἄνδρας.
ἡ ἄτοπος πράξις.
μήτε κατὰ τοῦ οὐρανοῦ, μήτε κατὰ τῆς Ἱερουσαλὴμ, καὶ τῶν ἑξῆς· τούτων δὲ ἐμνήσθη οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ἔθος εἶχον καὶ κατὰ τούτων ὀμνύειν, δείκνυσι πρὸς τῷ τέλει τοῦ εὐαγγελίου τὸ ἔθος· τὸ δὲ “μήτε κατὰ τῆς κεφαλῆς σου σημαίνει, ὅτι οὐδείς ἐστιν ἑαυτοῦ κύριος· οὐ γὰρ μόνον τοῦ ἐπιορκεῖν, φησι, κωλύω·
ἀλλὰ καὶ τὸ ὅλως ὀμνύναι· οὐ μόνον εἰς τὸ τοῦ Θεοῦ ὄνομα, ἀλλ’ οὐδὲ εἰς τί τῶν κτισμάτων αὐτοῦ.
οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ’ ὕδασι.
τέθεικεν, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, δὸς τῷ ἀπαιτοῦντι τὸ ἱμάτιον, ἀλλὰ “τῷ θέλοντί σοι κριθῆναι,” τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ, καὶ πράγματα δικαστικὰ παρέχει, καὶ οὐ μόνον ἃ βούλεται καὶ κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν· καὶ μηδεὶς λεγέτω, ὅτι γυμνὸς λοιπὸν
ἔμελλον περιϊέναι τούτοις πειθόμενος· μᾶλλον μὲν γὰρ ἃν πολλῷ πλειόνα ἁπάντων οἱ πειθόμενοι περιεβάλοντο· διὸ μηδεὶς ἀδύνατα εἶναι νομιζέτω ταῦτα ἐπιτάγματα· καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν. μετὰ τὸ δοῦναι τὸν χιτῶνα καὶ τὸ ἱμάτιον, καὶ αὐτῷ τῷ σώματι βούλεται εἰς πόνον χρήσασθαι· “ἐὰν γάρ τις σε ἀγγαρεύσῃ, φησὶ, “μίλιον ἓν, “ὕπαγε μετ’ αὐτοῦ δύο, καὶ νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου. τὸ γὰρ ἀγγαρεῦσαι, τοῦτό ἐστι τὸ ἑλκύσαι ἀδίκως.
18
μέμνηται, καθάπερ ἐπὶ τῶν πράων, οὔτε παρακλήσεως καὶ ἐλέους, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων, οὔτε βασιλείας οὐρανῶν· ἁλλ’ ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός· “ὅπως γένησθέ,” φησιν, “ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν
“ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει “ἐπὶ δικαίους καὶ ἀδίκους. καὶ γὰρ καὶ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας, καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν.
21
ὑετὸν i οἰκονομικῶς βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τουτέστιν ἁμαρτωλούς.
τυραννικωτέρου πάντων πάθους· εἰ μὴ γὰρ εἶπεν τί δεῖ ποιεῖν, οὐκ ἃν περὶ τούτου πῶς ἁρμόδιον ἦν αὐτῷ ποιεῖν ἐδίδασκεν· οὐ δὲ ἁπλῶς εἶπε, “προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμ- “πρόσθεν τῶν ἀνθρώπων, ἀλλὰ καὶ τούτῳ ἐπήγαγεν, “πρὸς τὸ “θεαθῆαι θεαθῆναι αὐτοῖς. ἔστι γὰρ ἔμπροσθεν ἀνθρώπων ποιοῦντα, μὴ
πρὸς τὸ θεαθῆναι ποιεῖν, διόπερ τὴν γνώμην κολάζει καὶ στεφανοῖ. εἰ γὰρ μὴ αὕτη ἡ ἀκρίβεια προσκειμένη ἦν, πολλοὺς ἃν τοῦτο ὀκνηροτέρους ἐποίησεν περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ πάντως δυνατὸν εἶναι λανθανόντως ποιεῖν· διὰ τοῦτο ἀπολύων ἡμᾶς τῆς ἀνάγκης ταύτης, τῇ προαιρέσει τοῦ ποιοῦντος
καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει· ἵνα γὰρ μὴ λέγῃς, τί γὰρ ἐγὼ πάθω, ἃν ἕτερος ἴδῃ; οὐ τούτων ζητῶν φησὶν, ἀλλὰ τὴν διάνοιαν τὴν σὴν καὶ τὸν τρόπον τοῦ γινομένου· τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος.
σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλὰ τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι μανίαν, τῇ λέξει τῆς μεταφορᾶς ταῦτα κωμῳδῶν αὐτοὺς καὶ 23 ἐκπομπεύων· καὶ ἄλλως σάλπιγγα τὴν ἐπίδειξιν λέγει. καλῶς δὲ “ὑποκριτὰς” αὐτοὺς εἶπεν· ἐπειδὴ τὸ μὲν προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ διάνοια ὠμότητος καὶ ἀπανθρωπότητος. “μὴ “γνώτω δὲ ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιᾶ σου, φησι· καὶ ἐνταῦθα πάλιν, οὐ χεῖρας αἰνίττεται, ἀλλ’ ὑπερβολικῶς αὐτὸ
τέθεικεν· εἰ γὰρ οἷόν τε ἐστί, φησι, σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι τοῦτο. οὐ γὰρ ὥς τινες φασὶν, ὅτι τοὺς πονηροὺς δεῖ κρύπτειν ἀνθρώπους· πάντας γὰρ ἐνταῦθα λανθάνειν ἐκέλευσεν· τίθησι δὲ καὶ τὸν μισθὸν μέγαν· “καὶ γὰρ ὁ Πατήρ “σου,” φησὶ καὶ τὰ ἑξῆς.
24
“ποιεῖ ἡ δεξιά σου.”
ὥσπερ οἱ ὑποκριταὶ, πρεπόντως δὲ τοὺς τοιούτους ὑποκριτὰς καλεῖ, ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικειμένοις σχῆμα, ἀλλὰ ἀνθρώπων καταγελάστων· ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν· ἃν δὲ τοῦτον ἀφεὶς πανταχοῦ
περιφέρει τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύσεται χερσίν. οὐκ εἶπε δὲ ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ’ ὅτι “ἀπέχουσι, τουτέστι λήψονται μὲν, παρ᾿ ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. ὁ γὰρ 26 Θεὸς τοῦτο οὐ βούλεται, ἀλλ’ αὐτὸς μὲν τὴν παρ’ ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων ζητοῦντες, οὐκ ἔτι ἃν εἶεν δίκαιοι λαβεῖν παρ’ ἐκείνου. βούλει, φησὶ, τὸν παρὰ τοῦ Θεοῦ λαβεῖν μισθόν; “εἴσελθε εἰς τὸ ταμιεῖον σου, καὶ τὰ ἑξῆς· τί οὖν, ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύχεσθαι;
καὶ σφόδρα μὲν οὖν. πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ἐπιζητεῖ τῶν γινομένων. ἐπεὶ ἐὰν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτὸν κατάδηλον ποιεῖς, οὐδέν σοι τῶν θυρῶν ὄφελος συρφετωδῶς βοῶν, καὶ τῇ φωνῇ καταγέλαστον
ποιῶν ἑαυτόν· ἀλλὰ χρὴ τὰς τῆς διανοίας ἀποκλείειν θύρας, καὶ μετὰ ἐπιεικείας πάσης προσεύχεσθαι, καὶ μετὰ συντριβῆς τῆς διανοίας, καὶ δακρύων τῶν ἔνδοθεν. ὁ γὰρ οὕτως εὐχόμενος πολὺν ἀπολήψεται τὸν μισθόν. “διότι, φησὶν, “ ὁ Πατὴρ σου ὁ βλέπων “ἐν τῷ κρύπτω, ἀποδώσει σοι ἐν τῷ φανερῷ. οὐκ εἶπε χαριεῖται
σοι, ἀλλ’ ὃ πολλῷ μεῖζον, ὅτι χρεώστην ἑαυτὸν ἡμῖν κατέστησε, καὶ μετὰ μεγάλης ἀποδώσει τῆς τιμῆς, ἐν τῷ φανερῷ παρέχων σοι τὸν μισθόν.
χρείαν ἔχομεν, καθὼς εἶπεν αὐτὸς, προσεύχεσθαι δεῖ; ἵνα τῇ παρακλήσει ἐπικάμψωμεν αὐτὸν τοῦ ἐλεῆσαι ἡμᾶς· ἵνα ταπεινῶ. θῶμεν ἀναμνησθέντες τῶν ἁμαρτιῶν ἡμῶν· ἔτι δὲ καὶ ἵνα οἰκειωθῶμεν αὐτῷ, τῇ συνεχείᾳ τῆς ἐντεύξεως. χρὴ γὰρ ἡμᾶς πάρα. μένειν καὶ προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσι,
καθὼς καὶ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἥτις τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συνεχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον τὸν ἀωρὶ τῇ νυκτὶ παραγενόμενον, καὶ τὸν καθεύδοντα ἀπὸ τῆς κλίνης ἀναστήσαντα, οὐ διὰ τὴν φιλίαν, ἀλλὰ διὰ τὴν προσεδρίαν.
28
πατέρα καλέσας τὸν Θεὸν, δίκαιος ἃν εἴη τοιαύτην ἐπιδείκνυσθαι πολιτείαν, ὡς μὴ τῆς συγγενείας ταύτης ἀνάξιος φανῆναι· παιδεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελφῶν ποιεῖσθαι εὐχήν. οὐ γὰρ εἶπεν, Πατέρ’ μου, ἀλλὰ Πατέρ’ ἡμῶν. ὑπὲρ τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας νομοθετήσας προσφέρειν τὴν δέησιν, καὶ οὐδαμοῦ
σκοπεῖν τινὰ τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ του πλήσιον ἴνα μηδεὶς ἑτέρου πλέον ἔχῃ k μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος, μήτε ὁ δεσπότης τοῦ δούλου, μήτε ὁ ἄρχων τοῦ ἀρχομένου, μήτε ὁ βασιλεὺς τοῦ στρατιώτου, μήτε ὁ φιλόσοφος τοῦ βαρβάρου, μήτε ὁ σοφὸς τοῦ ἰδιώτου· πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν,
πάντων ὁμοίως καταξιώσας, Πατὴρ κληθῆναι.
τουτέστι καταξίωσόν, φησιν, οὕτως πολιτεύεσθαι ἡμᾶς καθαρῶς, ὡς δι’ ἡμᾶς ἅπαντάς σε δοξάζειν. τὸ δὲ “ἐλθέτω ἡ βασιλεία σου, σημαίνει τὸ μὴ προσηλῶσθαι τοῖς ὁρωμένοις, μὴ δὲ μέγα τί τὰ παρόντα ἡγεῖσθαι, ἀλλ’ ἐπείγεσθαι πρὸς τὸν πατέρα καὶ τῶν μελλόντων ἐφίεσθαι, “ἀπεκδεχομένους τὴν ἀπολύτρωσιν τοῦ σώ-
“μάτος ἡμῶν, ὥς φησι Παῦλος. “γενηθήτω τὸ θέλημά σου, ὡς “ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ὃ λέγει τοῦτό ἐστιν· ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεταί, φησιν· καὶ οὐ τὰ μὲν ὑπακούουσιν, ἀλλ’ εἰς πάντα ἥκουσι καὶ πείθονται, οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους, μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα
ἵνα ποιῶμεν διὰ σοῦ· διότι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ τῆς παρὰ σοῦ διδομένης χάριτος ἄνωθεν. “ἄρτον “δὲ ἐπιούσιον,” τὸν ἐφήμερον λέγει, ὥστε μὴ ὑπὲρ τῆς αὔριον 29 μεριμνᾶν· μὴ δὲ περαιτέρω συντρίβειν ἑαυτοὺς τῇ φροντίδι τῆς ἐπιούσης ἡμέρας.
λουτρὸν τῆς παλιγγενεσίας, ἀνῄρηται τῆς μετανοίας τὸ κέρδος· εἰσήνεγκε δὲ τοῦτον τῆς ἱκετηρίας τὸν νόμον, ἅμα μὲν ἵνα τῶν ἁμαρτημάτων ὑπόμνησιν λαμβάνοντες μετριάζωμεν, ἅμα δὲ καὶ ἑτέροις ἄφεσιν παρέχοντες μνησικακίας ἁπάσης ἀπαλλαττώμεθα m. τὸ “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν διδάσκει, οὐ παραιτεῖσθαι
μὲν τοὺς ἀγῶνας, μὴ ἐπιπηδᾷν n δέ· οὕτω γὰρ ἡμῖν ἡ νίκη λαμπρότερα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. “ πονηρὸν” δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ. διὰ δὲ τοῦ εἰπεῖν “ ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὰ ἑξῆς, ἀναμιμνήσκει ἡμᾶς λογίζεσθαι τίς ἐστιν ὁ δεσπόζων ἡμῶν, καὶ ὅτι πάντων ἐστὶ
δυνατώτερος o, καὶ ὅτι οὐδένα χρὴ δεδοικέναι λοιπόν.
βούλεται, πατρὸς καὶ οὐρανῶν μνημονεύσας. ὁ γὰρ τοιούτου πατρὸς ὣν υἱὸς, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, οὔτε ἐκθηριοῦσθαι δίκαιος ἃν εἴη, οὔτε γήινόν τι καὶ βιωτικὸν ἔχειν φρόνημα, ἀλλὰ ταχέως διαλάττεσθαι πρὸς τοὺς ἁμαρτάνοντας, καὶ μηδὲ ἴχνος ὀργῆς ἔχειν πρὸς τοὺς πλησίον. “ὅτ’ ἃν δὲ νηστεύητε φησὶ,
τοῦτο δηλοῖ, ὅτι οὐδὲ γὰρ μόνον ἐπιδείκνυσθαι χρὴ, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· τὸ δὲ “ἀφανίζουσι τὰ πρόσωπα “αὐτῶν,” τοῦτό ἐστιν, ὅτι διαφθείρουσιν, ἀπολλύουσιν· εἰ δὲ τοῦτο ἀφανισμὸς προσώπου, τὸ πρὸς κενοδοξίαν ὠχρὸν φαίνεσθαι, τί ἂν εἴπωμεν p, περὶ τῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς διαφθειρουσῶν
τὰ πρόσωπα τῶν γυναικῶν· ἐκεῖνοι μὲν ἑαυτοὺς βλάπτοσυι q μόνον· αὗται δὲ καὶ ἑαυτάς.
πάντως ἐνομοθέτησεν, ἐπεὶ πάντες εὑρεθησόμεθα παραβαίνοντες τὸν νόμον, καὶ πρό γε πάντων, οἱ μάλιστα αὐτὸν ἐσπουδακότες φυλάττειν, τὸ τῶν μοναχῶν πλῆθος· οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ’ ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν, εὐφραι- νομένοις καὶ χαίρουσι, διὰ τοῦτο εἶπε τὸ ἀλείφεσθαι· οὐδὲ γὰρ
αὐτὸς νηστεύσας ἡμέρας τεσσαράκοντα ἠλείψατο. ὑποκριτὴς δέ ἐστιν, ὁ ἑτέρου σχῆμα περιβαλλόμενος, οἷον ἐάν τις πτωχὸς ὑπάρχων, ἄρχοντος ἑαυτῷ περιθῇ προσωπεῖον.
τὴν βλάβην λέγει, ὑπὸ σητὸς καὶ βρώσεως ἀφανιζομένου καὶ ὑπὸ κλεπτῶν διορυττομένου, καὶ τοῦ ἐπουρανίου τὴν ὠφέλειαν ἀσύλου διαμένοντος. καὶ ἐπειδήπερ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ· ἐὰν μὲν τοῖς κάτω προσηλώμενος r ὑπάρχῃς φησὶν, οὐ μικρὰν ὑποστήσῃ βλάβην· δοῦλος ἀντ’ ἐλευθέρου
γενόμενος, καὶ τῶν οὐρανῶν ἐκπίπτων· τῆς διανοίας προσηλωμένης τοῖς χρήμασιν, καὶ ὥσπερ κύων τάφῳ προσδεδεμένης ἁπάσης ἀλλοιώσεως χαλεπώτερον τῇ τῶν χρημάτων τυραννίδι· κατὰ τῶν προσιόντων καθυλακτῶν, ἓν ἔργον ἔχων τοῦτο διηνεκῶς, τὸ τηρεῖν ἑτέροις τὰ κείμενα· ἐὰν δὲ τοῦτο τὸ ἔργον ἀφεὶς μᾶλλον τοῖς
ἄνω χωρίοις s συνάψῃς τὸν νοῦν διὰ τῆς ἐπιδόσεως, μέγα σου ἔσται τὸ κέρδος καὶ ἀμείωτον.
ψυχῇ· ὥσπερ οὖν, φησιν, οὐκ ἃν ἕλοιο χρυσοφορεῖν καὶ πεπηρῶσθαι τοὺς ὀφθαλμοὺς, ἀλλὰ μᾶλλον τὴν τούτων ὑγείαν ἁπάσης τῆς τοιαύτης περιουσίας ποθεινοτέραν εἰναι νομίζεις· οὕτω καὶ τὴν τοῦ νοῦ πήρωσιν φεῦγε, ὡς μυρίων κακῶν ἐμπιπλῶσαν σου τὴν 34 ζωὴν, καὶ μηδαμῶς πηρωθῆναι τοῦτον ἀνάσχῃ, τὸν καὶ τοῖς ἄλλοις παρέχειν ὀφείλοντα. “τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον;” ὁτ’ ἀν’ γὰρ ο λύχνος σβεσθῇ, ποία λοιπὸν ἐλπὶς ἔσται; ἣ τι τὸ ὄφελος στρατιωτῶν χρυσοφορούντων, ὅτ’ ἃν ὁ στρατηγὸς αἰχμάλωτος s ἄγηται; οὕτως οὖν καὶ ὁ τὸν νοῦν διαφθείρων, τὸν δυνάμενον
λύειν τὰ πάθη, ἐπιθυμίᾳ πλούτου σκοτιζόμενος παρέβλεψεν ἑαυτὸν τὰ μέγιστα.
τέθεικε τὸν χρυσόν. εἰ δὲ τοῦτο φρικτὸν, πῶς οὐ φρικωδέστερον, τὸ διὰ τῶν ἔργων τοιούτους γενέσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ, τὴν τοῦ χρυσοῦ τυραννίδα; πῶς οὑν Ἀβραὰμ φησὶ, πῶς Ἰὼβ εὐδοκίμησεν, ὅτι οὐχ ἁπλῶς ἐπλούτουν, οὐδὲ ἐδούλευον τῷ μαμωνᾶ· ἀλλ’ ἐκράτουν αὐτοῦ καὶ ἐδέσποζον· καὶ ὥσπερ
ἀλλοτρίων ὄντες οἰκόνομοι χρημάτων, οὐ τῶν t πάντα ἐκεῖνα ἐκέκτηντο· καὶ οὐ μόνον τὰ ἑτέρων οὐκ ἐλάμβανον, ἀλλὰ καὶ τὰ ἴδια τοῖς δεομένοις παρεῖχον; μηδεὶς τοίνυν προφασιζέσθω προφάσεις ἐν ἁμαρτίαις λέγων, ὅτι δυνατὸν καὶ Θεῷ δουλεύειν καὶ χρήμασι· τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, ἀποφηναμένου,
ἀδύνατον εἶναι ταύτην κἀκείνην συμβῆναι τὴν δουλείαν.
τὴν ἀντίθεσιν σφόδρα εὐκαίρως, καὶ φησίν· οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ὃ δὲ λέγει τοιοῦτον ἐστιν· ὅτι ὁ τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα καὶ σκεπομένην διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει καὶ τὸ ἔνδυμα; οὐδὲ γὰρ ἡ τροφὴ αὔξει τὸ
σῶμα, ἀλλ’ ἡ τοῦ Θεοῦ πρόνοια· διὸ καὶ ἐπήγαγε λέγων, “τίς “ δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;” πρεπόντως δὲ καὶ τῶν πετεινῶν μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μέγιστον εἰς παραινέσεως λόγον ἔχει τὴν ἰσχὺν, ὅτι τρέφονται χωρὶς μερίμνης, ὅπερ ἐὰν θέλωμεν, καὶ ἡμῖν εὔκολον
κατορθωθῆναι· καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες· Μωυσῆς καὶ Ἠλίας καὶ Ἰωάννης, καὶ ἕτεροι τοιοῦτοι μὴ μεριμνήσντες. εἰ τοίνυν τῶν δι’ ἡμᾶς γενομένων πετεινῶν, τοσαύτην ποιεῖται πρόνοιαν, πολλῷ μᾶλλον ἡμῶν· τι οὖν; οὐ δεῖ σπείρειν φησίν; οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ’ ὅτι μεριμνᾷν οὐ δεῖ·
οὐδὲ ὅτι χρὴ ἐργάζεσθαι, ἀλλ’ ὅτι οὐ δεῖ μικρόψυχον εἶναι, καὶ κατατείνειν ἑαυτὸν ταῖς φροντίσιν, ἀλλὰ μᾶλλον παρὰ τοῦ Θεοῦ τὸ πᾶν ζητεῖν. τοῦτο γὰρ οἱ Ἀπόστολοι κατόρθωσαν, ἅπαντα ῥίψαντες, καὶ οἱ πεντακισχίλιοι, ὡς ἐν ταῖς Πράξεσι γέγραπται.
αὐτῆς χρὴ μεριμνᾷν, ἐπὶ τὸ κουφότερον μεταβαίνει λοιπόν· οὐδὲ γὰρ οὕτως ἀναγκαῖον ἔνδυμα ὡς τροφὴ, καὶ δείκνυσιν ἀπὸ τῶν κρίνων, ὅτιπερ φησὶ χόρτος ἀγροῦ ὑπάρχων, καὶ πολλὴν τὴν εὐτέλειαν κεκτημένα, καὶ εἰς κλίβανον βαλλόμενα, τοιαύτης μετέσχον εὐπρεπείας καὶ καλλωπισμοῦ, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀμφιάσει τὸ πολυτίμητον καὶ περισπούδαστον τῷ Θεῷ ζῶον; τουτέστι τὸν ἄνθρωπον, ᾧτ’ τινι ψυχὴν ἔδωκε καὶ σῶμα διέπλασε, δι’ ὃν τὰ ὁρώμενα πάντα ἐποίησε, καὶ τὰ μυρία εἰργάσατο ἀγαθά· τὸ δὲ “ οὐ κοπιῶσιν ἐπήγαγεν, ὥστε κόπων ἡμᾶς ἀπαλλάξαι· οὐ
γὰρ τὸ μεριμνᾶν ταῦτα πόνος, ἀλλὰ τὸ μεριμνᾶν. καὶ καθάπερ εἰπὼν ἐπὶ τῶν ὀρνέων, ὅτι “οὐ σπείρουσιν,” οὐ τὸν σπόρον ἀνέτρεψεν, ἀλλὰ τὴν φροντίδα, οὕτως εἰπὼν “οὐ νήθουσιν,” οὐ τὸ ἔργον ἀνεῖλεν, ἀλλὰ τὴν μέριμναν· καὶ εἰ Σολομὼν ἡττήθη τοῦ κάλλους αὐτῶν, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ δι’ ὅλης τῆς
βασιλείας αὐτοῦ· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· ποτὲ σὺ περιγενέσθαι δυνήσῃ; μᾶλλον δὲ ἐγγὺς γενέσθαι τῆς τοιαύτης εὐμορφίας; ἐκ τούτου παιδεύων ἡμᾶς μὴ ἐφίεσθαι τοῦ καλλωπισμοῦ τῶν ἱματίων. εἰ τοίνυν τῷ χόρτῳ, τῷ μὴ ἐν χρείᾳ ὄντι, τουτέστι τοῖς κρίνοις, τοσοῦτον ἔχειν τὸ
κάλλος δέδωκε· πῶς σοὶ τῷ ἐν χρείᾳ οὐ δώσει;
οὐδὲ ἄνθρωποι πάτερες ὄντες, τοῦτο ποιοῦσι. διὰ τοῦ εἰπεῖν “ ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὰ ἑξῆς, διδάσκει ἡμᾶς μηδὲ αἰτεῖν τὰ παρόντα, ἀλλὰ τὰ μέλλοντα μόνον, καὶ θαρρεῖν ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων, καὶ τὴν μέριμναν ὑπὲρ τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων ἔχειν· οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα
φάγωμεν καὶ πίωμεν καὶ περιβαλλώμεθα, ἀλλ’ ἵνα ἀρέσωμεν Θεῷ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν.
αὔριον· “ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουέστιν ἡ ταλαιπωρία καὶ ἡ συντριβή· οὐκ ἀρκεῖ σοι, φησὶ, τὸ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίειν τὸν ἄρτον; τί καὶ τὴν ἀπὸ τῆς φροντίδος προστιθῇς ταλαιπωρίαν; οὐ γὰρ κακίαν εἰπὼν, περὶ πονηρίας εἶπε, μὴ γένοιτο· ὥσπερ καὶ ἐν τῷ λέγειν· “ἐγώ,” φησιν, “ὁ “ εἰρήνην καὶ κτίζων κακὰ, οὐ τὴν κακίαν λέγει, ἀλλὰ τοὺς λιμοὺς, τοὺς λοιμοὺς, τὰ δοκοῦντα εἰναι κακὰ παρὰ πολλοῖς. καὶ πάλιν, “οὔκ ἐστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν, o οὐχ ἁρπάγας. ” ]
γέμων κακῶν, ὑπὲρ μικρῶν τινῶν ἁμαρτημάτων, ἄλλοις ἐπεμβαίνῃ· διὸ καὶ ἐπήγαγε “ τί βλέπεις τὸ κάρφος;” καὶ γὰρ πολλοὶ τοῦτο ποιοῦσιν, ἐὰν ἴδωσι μοναχὸν περιττὸν ἱμάτιον ἔχοντα, τὸν νόμον αὐτῷ προβάλλονται τὸν δεσποτικὸν, αὐτοὶ μυρία κεκτημένοι· κἂν ἴδωσι δαψιλεστέρας τροφῆς ἀπολαύοντα, πικροὶ γίνονται
κατήγοροι, αὐτοὶ καθ’ ἡμέραν μεθύοντες καὶ κραιπαλῶντες, οὐκ εἰδότες ὅτι μετὰ τῶν οἰκείων ἁμαρτημάτων, μεῖζον ἑαυτοῖς ἐντεῦθεν· οὐ γὰρ ἐκεῖνον καταδικάζεις, φησὶν, ἀλλὰ σαυτόν· καὶ φοβερόν σοι ποιεῖς τὸ δικαστήριον, καὶ ἀκριβεῖς τὰς εὐθύνας· ὁ γὰρ ὁ σκοπῶν P τοῦ διορθώσασθαί τινα, ἐπιτιμῶν καὶ ἐπιπλήττων
μετὰ τὸ πλειστάκις νουθετῆσαι, καὶ σφόδρα ἀποδεικτός ἐστι. χρὴ γὰρ ἁμαρτάνουσιν ἐγκαλεῖν, καὶ τούτους ἐλέγχει,, οἷον τὸν οἰκέτην ὁ δεσπότης, καὶ ἡ δέσποινα τὴν θεραπαινίδα, καὶ ὁ πατὴρ τὸν υἱὸν, καὶ ὁ φίλος τὸν φίλον· τοὺς ἐχθροὺς, ἐὰν μὴ κρίνωμεν τῷ προειρημένῳ σκοπῷ, οὐδέποτε καταλύσαι τὴν ἐχθρὰν δυνησόμεθα,
ἀλλὰ πάντα ἄνω καὶ κάτω γενήσεται· χρὴ τοίνυν μετὰ φειδοῦς καὶ συγγνώμης τοῦτο ποιεῖν, καὶ τὸν πορνεύοντα, καὶ τὸν ἕτερόν τι ποιοῦντα πονηρὸν διορθοῦσθαι· ἀλλὰ μὴ ὡς πολέμιος, μὴ ὡς ἐχθρὸς ἀπαίτει δίκας, ὡς ἰατρὸς δὲ μᾶλλον τὰ φάρμακα κατασκεύαζε· ἄλλως δὲ οὐδὲ περὶ τῶν μεγάλων καὶ ἀπηγορευμένων
ἁμαρτημάτων εἶπεν, ἀλλὰ περὶ τῶν οὐδὲ δοκούντων εἶναι πλημμελημάτων τοῦτο εἴρηται, καὶ τοῦτο δείκνυσι “ κάρφος ὀνομάσας· ὑποκριτὴν δὲ λέγει, τὸν ἐν τοῖς ἑτέρων ἁμαρτήμασιν ὄντα πικρὸν ἐξεταστὴν, ἑαυτὸν δὲ μὴ διορθούμενον· τὸ δὲ ἐκβα- 41 λεῖν πρῶτον τὴν δοκὸν, καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐ κωλύει τοῦ κρίνειν, ἀλλ’ ἐν τῷ μηδενὶ ὧν μέλλει κρίνειν ὑπεύθυνον ὄντα, ἁλλὰ πάντα κατορθώσαντα.
οὐδὲ οἱ ἀσεβεῖς, τίνα ἐστὶ τὰ ἅγια. τὸ δὲ “ μὴ καταπατήσωσιν “αὐτὰ, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς, δηλοῖ ὅτι ὑποκρίνονται μὲν ἐπιείκειαν ὥστε μαθεῖν· εἶτα ἐπειδὰν μάθωσιν, ἕτεροι ἀνθ’ ἑτέρων γινόμενοι κωμῳδοῦσι, χλευάζουσιν, ὡς ἀπατηθέντας ἡμᾶς. διὰ τοῦτο οὐ μικρὸν κέρδος τὸ ἐν ἀγνοίᾳ μένειν αὐτούς· μανθάνοντες
γὰρ μυρία παρέξουσι πραγμάτων.
συμμαχίαν· διὰ τοῦτο οὖν αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐγγυήσατο. πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσεδρίας πολλῆς καὶ εὐτονίας. τοῦτο γάρ ἐστι τὸ “ζητεῖτε.” καὶ γὰρ ὁ ζητῶν πάντα ἐμβαλὼν τῆς διανοίας, πρὸς ἐκεῖνο μόνον γίνεται τὸ ζητούμενον· καὶ πάλιν δὲ τὸ “ κρούειν σημαίνει τὸ
μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας, διὰ τῶν ἀνθρωπίνων ὑποδειγμάτων συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν· τὴν πολλὴν αὐτοῦ δείκνυσι φιλανθρωπίαν, πατρὸς καὶ υἱοῦ μνημονεύσας, καὶ αἰτήσεως καὶ λήψεως· καὶ “εἰ ὑμεῖς πονηροὶ ὄντες,” φησὶ, “ παρέχετε, οὐχὶ λίθον ἀντὶ ἄρτου, οὐδὲ ὄφιν ἀντὶ ἰχθύος· πόσῳ
“ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν “ αὐτόν;” ταῦτα οὖν ἐννοοῦντες, μὴ ἀποστῶμεν, ἕως ἂν λάβωμεν· μὴ ἀναχωρήσωμεν, ἕως ἂν εὕρωμεν. ἐὰν γὰρ ἐπιμένωμεν λέγοντες, οὐκ ἀπερχόμεθα, ἕως οὗ λάβομεν, ληψόμεθα πάντως. προδήλως δὲ, ἐὰν τοιαῦτα αἰτῶμεν οἷα καὶ τῷ αἰτουμένῳ πρέπει, καὶ ἡμῖν τοῖς αἰτοῦσι συμφέρει· τίνα δέ ἐστι ταῦτα; τὸ τὰ πνευματικὰ ζητεῖν ἅπαντα, τὸ ἀφιέναι τοῖς πεπλημμεληκόσι, τὸ αἰτεῖν τὴν ἄφεσιν, τὸ χωρὶς ὀργῆς καὶ διαλογισμῶν ἐπαίρειν χεῖρας ὁσίους· ἃν οὕτω αἰτῶμεν, ληψόμεθα. τι οὖν φησιν, ὅτ’ ἃν καὶ πνευματικὰ
αἰτῶ, καὶ μὴ λάβω; ὅτι οὐ μετὰ σπουδῆς ἔκρουσεν, ἣ πάντως ἑαυτὸν ἀνάξιον παρασκευάσας τοῦ λαβεῖν· ἣ ὅτι ταχέως ἀπέστης· τὸ δὲ “πονηροὶ” εἶπεν, οὐ διαβάλλων τὴν ἀνθρωπίνην φύσιν, κακίζων τὸ γένος ἡμῶν· μὴ γένοιτο, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀγαθότητος αὐτοῦ εἶπεν· δεῖξαι θέλων ὅτι σύντομος ἡ ἀρετὴ καὶ
ῥᾳδία. ἐν βραχεῖ πάντα ἀνεκεφαλαιώσατο εἰπὼν, “πάντα οὖν ὅσα” καὶ τὰ ἑξῆς καὶ οὐδὲ ἁπλῶς εἶπε “πάντα·” ἀλλὰ “πάντα οὑν τὸ γὰρ “ οὖν” τοῦτο, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ τοῦτο αἰνιττόμενος, ὅτι εἰ βούλεσθέ, φησιν, εἰσακούεσθαι, μετ’ ἐκείνων καὶ ταῦτα ποιεῖτε· ποῖα δὴ ταῦτα, “ ὅσα ἂν βούλεσθε, ἵνα ποιῶσιν
ὑμῖν οἱ ἄνθρωποι διὰ τούτων δεικνὺς, ὅτι μετὰ τῆς εὐχῆς, καὶ πολιτείας δεῖ ἀκριβοῦς q· εἰπὼν δὲ ὅτι οὕτω γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται ἔδειξεν ὅτι κατὰ φύσιν ἐστὶν ἡ ἀρετὴ, καὶ οἴκοθεν τὰ δέοντα πάντες γινώσκομεν, καὶ οὐχ οἷόν τε εἰς ἄγνοιαν οὐδέποτε καταφυγεῖν.
44
τοῦτο ἦν, πῶς μετὰ ταῦτα ἔλεγεν, “ὁ ζυγὸς μοῦ χρηστὸς, καὶ “ τὸ φορτίον μου ἐλαφρόν ἐστιν;” ὀνομάσας δὲ πύλην καὶ ἔδειξεν ἐκ τούτου, ὅτι οὐδὲν μόνιμον, ἀλλὰ πάντα παροδεύονται, καὶ τὰ λυπηρὰ καὶ τὰ χρηστὰ τοῦ βίου, καὶ οὐκ ἐκ τούτου δὲ ῥᾴδια τὰ τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐκ τοῦ εἰς χρηστὸν τέλος καταντᾷν
τοὺς πόνους· εἰς ζωὴν γὰρ αἰώνιον εἰσάγουσιν, ὅπερ ἱκανόν ἐστιν παραμυθήσασθαι τοὺς ἀγωνιζομένους. εἰ δέ τινες αὐτὴν, καὶ οὕτως ἐπίπονον εἶναι, νομίζουσιν, τῆς αὐτῶν ῥαθυμίας ἡ 45 ὑπόνοια μόνον. εἰπὼν δὲ ὅτι “ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν,” πάλιν καὶ ἐνταῦθα τὴν τῶν πολλῶν ῥαθυμίαν ἐδήλωσεν, καὶ τοὺς ἀκούοντας ἐπαίδευσεν, μὴ ταῖς τῶν πολλῶν εὐημερίαις προσέχειν, ἀλλὰ τοῖς τῶν ὀλίγων πόνοις, καὶ τούτους ζηλοῦν.
πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων.
“ σεσθε αὐτούς· παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν, παρὰ δὲ αὐτοῖς, οἷς εἶπον, οὐδαμῶς· εἰ γὰρ καὶ σχῆμα. τίζονται βίον ἐπιδείξασθαι ὀρθὸν, ἀλλὰ ταχέως ἀλλάσσονται, τὴν ἐπίπονον ὁδὸν βαδίζειν οὐ θέλοντες. καὶ σκοπήσωμεν τὴν ἡμερόἡμερότητα τοῦ φιλανθρώπου ἡμῶν δεσπότου. οὐ γὰρ εἶπε, “ κολάσατε
“ αὐτούς. ἀλλὰ μὴ βλαβῆτε παρ’ αὐτῶν· μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. καὶ τὸ ” μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, “ ἢ ἀπὸ τριβόλων σῦκα·” ἔτι δὲ καὶ τὰ τῶν δενδρῶν ὑποδείγματα καὶ τὸ ” ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε ” ἀμφότερα περὶ τῶν αὐτῶν πονηρῶν ἀνθρώπων εἶπε. δοκεῖ δέ μοι, καὶ Ἰουδαίους
αἰνίττεσθαι, τοιούτους καρποὺς ἐπιδεικνυμένους· διὸ καὶ τῶν Ἰωάννου ῥημάτων ὑπέμνησεν, “ ὅτι πᾶν δένδρον,” διὰ τῶν τοιούτων ὀνομάτων, τὴν τιμωρίαν αὐτοῖς ὑπογράψας. καὶ γὰρ ἐκεῖνος τὰ αὐτὰ ἔλεγεν, ἀξίνης καὶ δένδρου κοπτομένου καὶ πυρὸς ἀσβέστου πρὸς αὐτοὺς μεμνημένος. καὶ δοκεῖ μὲν μία τίς τιμωρία εἶναι
τὸ κατακαίεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο αὗται κολάσεις εἰσίν· ὁ γὰρ καιόμενος καὶ τῆς βασιλείας ἐκπίπτει πάντως· καὶ οἴδαμεν, ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης ἐκείνης, πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναι φημι. εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ,
θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἴδαμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα, ἵνα καὶ τὴν ἀθλιότητα, τὴν ἀπὸ τῆς στερήσ ἕως αὐτῶν, σαφῶς ἴδωμεν.
καὶ τὰ ἑξῆς, σημαίνει ὅτι οὐ δεῖ μόνον πίστιν ἔχειν ὀρθὴν, τοῦ βίου ἠμελημένου, ἀλλὰ βίον ὀρθὸν μετὰ πίστεως· κἂν γὰρ σημεῖα, φησὶ, πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, τῶν προθύρων ἐκείνων οὐδαμῶς ἀξιωθήσεται· διὰ τούτων δεικνὺς, ὅτι ἡ πίστις οὐδὲν ἰσχύει χωρὶς τῶν ἔργων· μὴ θαυμάσωμεν δὲ εἰ
τοιοῦτοι ὄντες πονηροὶ θαυματουργοῦσιν· ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ὅθεν καὶ τοῦ κολάζεσθαι εἰσὶν ἄξιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ἵνα βίον ὀρθὸν ἐπιδείξωνται, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι· οὐδὲ γὰρ, ὥς τινες ὑπονοοῦσιν, ὅτι ἐν τῷ θαυματουργεῖν μὲν αὐτοὺς, βίον εἶχον ὀρθόν· ὕστερον δὲ μετεβάλλοντο
καὶ τὴν ἀνομίαν ἐποίουν· τοῦτο γὰρ δεῖξαι σπουδάζει, ὅτι οὔτε πίστις οὔτε θαύματα ἰσχύει, εἰς τὴν βασιλείαν ει'σενεγκεῖν, βίου ὀρθοῦ μὴ παρόντος· καὶ τίνες οὗτοι φησι· πολλοὶ τῶν πιστευόντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ οὐκ ὣν μετ’ αὐτοῦ, ὡς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις
γέγραπται, οἷος ἦν 1ούδ̀οας· καὶ γὰρ οὕτος πονηρὸς ὣν, χαρίσματα εἶχε. πολλοὶ δὲ καὶ ἕτεροι τῶν ἀναξίων χαρίσματα ἐλάμβανον· διὰ τὸ ἀρχὰς ἔχειν τὸ κήρυγμα, ὅπως ἐκ τούτου πολλὴ γένηται τῆς δυνάμεως αὐτοῦ ἡ ἐπίδειξις· καὶ ἐν τῇ παλαιᾷ δὲ, τοῦτο εὕροι τίς ἄν· καὶ εἰς ἀναξίους ἐνεργήσασαν τὴν χάριν πολλάκις,
ἵνα ἑτέρους εὐεργετήσῃ· καὶ γὰρ ὁ Βαλαὰμ καὶ ὁ Φαραὼ τοιοῦτος ἦν· διὸ φοβηθῶμεν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώμεθα βίου· τὸ δὲ " οὐδέποτε ἔγνω ὑμᾶς,” δηλοῖ, ὅτι πολλοὺς ἐντεῦθεν ἤδη μισεῖ, καὶ πρὸ τῆς κρίσεως ἀποστρέφεται.
τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.
παραβλάψαντα· δείξας τὰ τῆς ἀρετῆς ἔπαθλα, καὶ ἐντεῦθεν ἤδη διδόμενα, δείκνυσι λοιπὸν οὕτως καὶ τὰ τῆς κακίας ἐπίχειρα παρεχόμενα, μωρὸν ἀποκαλῶν τὸν μὴ ποιοῦντα αὐτοῦ τοὺς λόγους· καὶ δικαίως, ὡς ἐπὶ ψάμμου τὴν οἰκίαν οἰκοδομοῦντος, καὶ πόνους μὲν ὑπομένοντος καὶ κόπους· εἰς μάτην δὲ πονοῦντος καὶ κοπιῶντος,
ὡς τοῦ καρποῦ καὶ τῆς ἀναπαύσεως ἀποστερουμένου διὰ τῆς πτώσεως, καὶ ἀντὶ τούτου κόλασιν ὑπομένοντος· ὅτι γὰρ οἱ κακίαν μετιόντες κάμνουσιν καὶ κοπιῶσι, πᾶσι τοῦτο δῆλόν ἐστι· καὶ γὰρ ο ἅρπαξ καὶ ὁ μοιχὸς καὶ ὁ συκοφάντης, καὶ ὁ σπουδάζων πλουτεῖν, πολλὰ κάμνουσι καὶ ταλαιπωροῦσιν, ὥστε τὴν κακίαν
εἰς τέλος ἀγαγεῖν, καὶ ὁ πόρνος δὲ καὶ ὁ ἀσελγὴς καὶ ὁ θυμώδης καὶ πάντες οἱ τοιοῦτοι, ἐπὶ τῆς ψάμμου οἰκοδομοῦσιν.
μετατραπέντων, ὡς ἀπὸ τοῦ ὑψηλοτάτου πύργου πεσόντων· οἱ γὰρ ἄπιστοι οὐ πίπτουσιν, ἀλλὰ r χαμαὶ εἰσιν.
διὰ τὴν τοῦ διδάσκοντος ἰσχύν; πολλοὺς γὰρ αὐτῶν εὐθέως εἷλεν καὶ ἔπεισεν ἐκ τῶν εἰρημένων, ὥστε καὶ μετὰ τὸ παύσασθαι ἀκολουθεῖν αὐτῷ· ἐθαύμαζον γὰρ μάλιστα τὴν ἐξουσίαν, διὰ τὸ μὴ εἰς ἕτερον ἀναφέρειν τὰ λεγόμενα, ἀλλὰ πανταχοῦ ἑαυτὸν 50 ἐπιδεικνύμενον τὸ κόρος ἔχοντα· καὶ γὰρ νομοθετῶν συνεχῶς προσετίθει, “ ἐγὼ δὲ λέγω ὑμῖν,” καὶ τῆς ἡμέρας ἀναμιμνήσκων ἐκείνης, ἑαυτὸν ἐδείκνυ τὸν δικάζοντα.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.