ΚΕΦ. Δ.
2
μῆκος, ὃ ἐνήστευσε Μωϋσῆς καὶ Ἠλίας, ἵνα δῷ χώραν τῷ πειράζοντι προσβαλεῖν ὡς ἀνθρώπῳ c καὶ πεσεῖν.
περιγίνεται, καὶ διδάσκει ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ Θεοῦ, κἂν λιμώττωμεν· τούτων ἀρραβών ἐστι καὶ τῆς μελλούσης καταστάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῇν οἱ ἄνθρωποι.
πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.
καὶ εὐάλωτος τοῖς ἀνθρώποις.
ἵνα ἐάν τις τῶν βαπτιζομένων μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνῃ πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου· ἀλλὰ μείνῃ d γενναίως πάντα φέρων· καὶ γὰρ διὰ τοῦτο ἐλάβομεν ὅπλα νοητὰ, οὐχ ἵνα ἀργῶμεν, ἀλλ’ ἵνα πολεμῶμεν e.
ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. διὰ τί δὲ εἶπεν αὐτῷ, “εἰ υἱὸς εἶ τοῦ Θεοῦ;” ἐπειδὴ ἤκουσε τῆς ἄνωθεν φωνῆς φερομένης· ἔτι δὲ καὶ Ἰωάννου τοσαῦτα αὐτῷ μαρτυροῦντος· εἶτα δὲ καὶ πεινῶντα λοιπὸν ἐν ἀμηχανίᾳ ἦν· καὶ οὔτε εἰ ἄνθρωπος ψιλὸς ἦν πιστεῦσαι ἐδύνατο διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ’ αὖ
πάλιν παραδέξασθαι ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. διὰ τοῦτο οὖν ἐρωτᾷ. οὐκ εἶπε δὲ αὐτῷ· ἐπειδὴ πεινᾶς, ἀλλ’ “εἰ Υἱὸς εἰ τοῦ Θεοῦ εἰπὲ, ἴνα οἱ λίθοι ἄρτοι κολακεύων αὐτὸν ὑπούλως· διὸ καὶ ὁ Χριστὸς τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς ὅτι οὐκ ἄξιον αἰσχύνης τὸ πεινᾶν, εἶπεν
αὐτῷ· “οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.” δυνατὸς ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα. ὁμοίως δὲ καὶ εἰς τὴν δευτέραν πεῖραν, τὸ εἰ Υἱὸς εἶ τοῦ Θεοῦ” προφέρει, διὰ τὴν προτέραν αἰτίαν. οὐκ ἠγανάκτησε δὲ κατ’ αὐτοῦ ὁ Χριστὸς, 5 ἀλλὰ φησίν· “οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου,” ἡμᾶς παιδεύων ὅτι τοῦ διαβόλου, οὐ διὰ σημείων, ἀλλὰ δι’ ἀνεξικακίας καὶ μακροθυμίας περιγενέσθαι χρή. τὸ δὲ εἰρημένον “ὅτι “ Ἀγγέλοις αὐτοῦ,” καὶ τὰ ἑξῆς· οὐ περὶ τοῦ Κυρίου εἴρηται τῷ προφήτῃ, ὥστε καὶ ἐν τούτῳ ἐψεύσατο ὁ διάβολος. διὰ τοῦτο δὲ
εἰς τρίτην πεῖραν ἐπετίμησεν ὁ Χριστὸς τῷ διαβόλῳ, εἰ καὶ μὴ σφοδρῶς, ἀλλὰ μετὰ ἀνεξικακίας, ἐπειδὴ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανεν, τὰ ἐκείνου πάντα αὐτῷ λέγων εἶναι. ἐκεῖνος οὖν ἅμα ἐπετιμήθη ἐδραπέτευσεν· οὐδὲ γὰρ ἑτέρους πειρασμοὺς αὐτῷ προσήγαγεν. εἰ γὰρ καὶ λέγει ὁ Λουκᾶς, ὅτι πάντα συνετέλεσε
πειρασμὸν, προσενεγκεῖν αὐτῷ τὸν διάβολον τοῦτό φησιν ὁ Εὐαγγελιστὴς, καὶ ὡς ἐν τούτοις τῶν ἄλλων συμπεριειλημμένων· τὰ γὰρ μυρία συνέχοντα κακὰ ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν· τὸ πρὸς κενοδοξίαν τί ποιεῖν· τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι. Μετὰ δὲ τὸ δραπετεῦσαι τὸν διάβολον, οἱ Ἄγγελοι φαίνονται·
καὶ οὐ πρὸ τούτου, ὥστε μὴ ἐκ τούτου φυγεῖν αὐτόν· ἀλλὰ μᾶλλον ἵνα προσβάλῃ καὶ ἡττηθῇ· ἅμα δὲ ὅπως καὶ ἡμεῖς μάθωμεν, ὅτι μετὰ τὰς ἐκείνου νίκας Ἄγγελοι διαδέξωνται, κροτοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασι. χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι καὶ ἑκουσίως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεὸς, εἰς
τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἰς τὸ ὑψηλὸν ὄρος ἀνῆλθεν, οὐχ ὑπὸ τοῦ μιαροῦ διαβόλου παραληφθεὶς, ἀλλ’ εἰδὼς τοὺς διαλογισμοὺς αὐτοῦ ἐν ἑαυτῷ λογιζόμενον, ὅτι ἐὰν ἔλθῃ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, πείθω αὐτὸν διὰ κενὴν δόξαν, ῥίψαι ἑαυτόν. ὁμοίως δὲ καὶ εἰς τὸ ὄρος ἐὰν ἔλθῃ, δελεάζω αὐτὸν ἐπαγγελίᾳ χρημάτων προσκυνῆσαί
με· τούτου χάριν ἀνῆλθεν, ἵνα δείξῃ καὶ ἐν τούτῳ ἡττώμενον τὸν μιαρὸν ἐκεῖνον διάβολον.
ὅτι Ἰωάννης παρεδόθη εἰς τὴν Γαλιλαίαν, ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμούς· οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. ἔτι δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων· ἐπειδὴ καὶ 7 ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι τῇ ἁλιευτικῇ· εἰπὼν δὲ “ὁ “ὁ καθήμενος ἐν σκότει,” οὐ σκότος αἰσθητὸν ἐνταῦθα ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν· ὁμοίως δὲ καὶ φῶς νοητὸν, τὴν ἐπίγνωσιν τῆς ἀληθείας λέγει. οὐκ εἶπε δὲ ὅτι ἐβάδιζον ἐν σκότει, ἀλλ’ “ἐκάθηντο,” ὅπερ σημεῖον ἦν, τοῦ μηδὲ ἐλπίζειν
αὐτοὺς ἀπαλλάττεσθαι. ὥσπερ γὰρ οὐδὲ εἰδότες ποῦ δεῖ d προβῆναι, οὕτω καταλειφθέντες ὑπὸ τοῦ σκότους ἐκαθέσθησαν, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν. εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ’ ὁ Θεὸς ἄνωθεν ἐπεφάνη, φησὶν, ὅτι τὸ φῶς ἀνέτειλε καὶ ἔλαμψε· καὶ οὐκ αὐτοὶ πρότερον τῷ φωτὶ προσέδραμον· καὶ γὰρ
ἐν ἐσχάτοις κακοῖς τὰ ἀνθρωπίνα ἦν, πρὸ τῆς Χριστοῦ παρουσίας.
τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; ἵνα κἀντεῦθεν τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· καθὼς καὶ ὁ Ζαχαρίας ἔλεγεν· “καὶ σὺ παιδίον, “ὑψίστου κληθήσῃ· ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν, παρ’ πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ· εἰ γὰρ καὶ
μετὰ τοσαύτας καὶ τηλικαύτας τὰς μαρτυρίας καὶ ἀποδείξεις ἔλεγον· “σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ “ἀληθής·” εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσον ἐμαρτύρησεν ἑαυτὸν, τι οὐκ ἃν ἐφθέγξαντο e; ἀρξάμενος δὲ κηρύσσειν ὁ Υἱὸς τοῦ Θεοῦ, οὐδὲν τέως περὶ ἑαυτοῦ ἔλεγεν, ἀλλὰ περὶ
τῶν οὐρανῶν, καὶ τῆς βασιλείας τῆς ἐκεῖ. ἐπειδὴ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι· οὔπω γὰρ τὴν προσήκουσαν δόξαν πέρι αὐτοῦ εἶχον.
Ἀνδρέου, ἣν ὁ Ματθαῖος λέγει· ὁ μὲν γὰρ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, ὅτι οὔπω βληθέντος ἐν τῇ φυλακῇ τοῦ προδρόμου προσῆλθον· ἐνταῦθα δὲ μετὰ τὸ ἐμβληθῆναι αὐτόν· κἀκεῖ μὲν ὁ Ἀνδρέας 10 καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Κύριος Ἰησοῦς. καὶ ἐξ ἑτέρων δέ ἐστι τοῦτο συνιδεῖν. μετὰ δὲ τὴν πρώτην κλῆσιν, διὰ τοῦτο πάλιν εἰς τὴν οἰκείαν τέχνην ἐπανῆλθον, διὰ τὸ εἰς δεσμωτήριον εἰσελθεῖν τὸν Ἰωάννην. καὶ γὰρ εἰ καὶ ἐκβλήθησαν ὑπὸ τοῦ Χριστοῦ πρότερον, ἀλλὰ διδαχθέντες ὑπ’ αὐτοῦ πάλιν
ὑπέστρεψαν πρὸς τὸν Ἰωάννην· αὐτὸς δὲ ὡς φιλάνθρωπος ἔρχεται πάλιν αὐτοὺς ἀνακτησάμενος· διὸ κᾳκεῖνοι καίπερ ἐπιθυμητικῶς ἔχοντες πρὸς τὴν ἁλιείαν f, ὅμως ἀκούσαντες “ὅτι ποιήσω “ἁλιεῖς ἀνθρώπων,” οὐκ ἀνεβάλοντο, ἀλλὰ πάντα ἀφέντες τοιαύτην γὰρ καὶ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ πη ἡμῶν·
ὥστε μηδὲ ἀκαριαῖον ἀναβαλέσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαίων ἡμᾶς κατεπείγει· ὥσπερ καὶ ἕτερόν τινα προσελθόντα καὶ ζητοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ἀφῆκε ποιῆσαι· διὰ τοῦτο δὲ καὶ Ἰωάννης καὶ Ἰάκωβος, μηδὲ μίαν ἀκούσαντες ὑπόσχεσιν, ἠκολούθησαν εὐθέως· ἐπειδὴ ἡ τῶν πρώτων ὑπακοὴ
προωδοποίησε λοιπὸν τούτοις· τὴν δὲ πενίαν αὐτῶν διηγεῖται τὴν πολλὴν, ὅτι ἔρραπτον τὰ δίκτυα, ὡς μὴ εὐποροῦντες ὠνεῖσθαι ἑτέρα· ἐπειδὴ καὶ τοῦτο ἀρετὴς g ἐστὶν, τὸ φέρειν πενίαν εὐκόλως μετὰ εὐχαριστίας, καὶ ἀπὸ δικαίων τρέφεσθαι πόνων, καὶ τὸν πατέρα ἔχειν μεθ’ ἑαυτῶν καὶ θεραπεύειν, καὶ συνδεδέσθαι ἀλλήλοις
τῇ τῆς ἀγάπης δυνάμει.
αὐτοῦ εἰρημένα βεβαιῶν· διὰ τοῦτο δὲ τότε ἤρξατο ποιεῖν τὰ σημεῖα, ἐπειδὴ ἔθος τῶ Θεῶ, ὅτε πολιτείας τινὸς εἰσαγωγὴν ἔμελλε ποιεῖν, σημεῖα εἰργάζετο, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως 12 παρέχων. οὕτω γοῦν ὅτε τὸν ἄνθρωπον ποιεῖν ἔμελλεν, τὸν κόσμον ἔκτισεν ἅπαντα, καὶ τότε τὸν νόμον αὐτῷ ἔδωκε ἐν τῷ παραδείσῳ· καὶ ὅτε τῷ Νῶε νομοθετεῖν ἔμελλεν, μεγάλα πάλιν ἐπεδείξατο θαύματα, τὸν κατακλυσμὸν ἐπαγαγὼν, καὶ τὸν δίκαιον ἐκεῖνον σῶσας· καὶ ἐπὶ τοῦ Ἀβραὰμ ὁμοίως· τὴν νίκην τὴν ἐν τῷ πολέμῳ,
τὴν πληγὴν τὴν κατὰ τοῦ Φαραὼ, ὅτε τὴν γυναῖκα αὐτοῦ ἐπιβουλεύειν ἤμελλεν, τὴν ἐκ τῶν κινδύνων ἀπαλλαγήν· καὶ Ἰουδαίοις δὲ νομοθετεῖν μέλλων, τὰ θαυμαστὰ ἐκεῖνα καὶ μεγάλα τεράστια ἐπεδείξατο, καὶ τότε τὸν νόμον ἔδωκεν· οὕτω καὶ ἐνταῦθα, μέλλων ὑψηλήν τινα εἰσάγειν πολιτείαν, καὶ λέγειν αὐτοῖς ἃ μηδέποτε
ἤκουσαν, τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιοῖ τὰ λεγόμενα· ἐπειδὴ γὰρ ἡ κηρυττομένη βασιλεία οὐκ ἐφαίνετο, ἀπὸ τῶν φαινομένων τὴν ἄδηλον ποίει φανεράν.
διηγεῖται τῶν θεραπευθέντων. διατὶ δὲ νῦν, παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐζήτησεν ὁ Κύριος· ὥσπερ μετὰ ταῦτα φαίνεται λέγων, “πιστεύεις h ὅτι δύναμαι τοῦτο ποιῆσαι;” ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδωκώς· ἄλλως τε δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ τὸ πόρρωθεν, οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν, ὅτι
οὐκ ἂν ἔφερον τοὺς θεραπευθέντας ἀσθενεῖς· εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς, διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχικά.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.