ΚΕΦ. ΜΔ.
ἐπιστομίζεσθαι; ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθωμεν αὐτοὺς ἀξίως ἀπολαύοντας τῆς θεραπείας· διὰ τοῦτο οὐδὲ ἐρωτᾷ λέγων, πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ἐποίει· ἡ γὰρ κραυγὴ καὶ ἡ παράβλησις ἤρκει, πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν· μανθάνομεν δὲ καὶ τοῦτο ἐκ τῆς τοιαύτης ὑποθέσεως·
ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν, καὶ ἀπερριμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ· δυνησόμεθα δὲ δι’ ἡμῶν ἀνύειν αὐτῶν ἅπερ αἰτοῦμεν, ὥσπερ καὶ οὗτοι· οὐδένα γὰρ τῶν Ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Κύριον Ἰησοῦν Χριστόν·
διὸ καὶ ἡμεῖς τούτους ζηλώσωμεν· κἂν ἀναβάληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ κωλύοντες, μὴ ἀποστῶμεν αἰτοῦντες· ἐν τούτῳ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασώμεθα.
ἀγάγῃ δι’ ἑτέρων δὲ, ἴνα δείξῃ τῆς δωρεᾶς δικαίως ἀπολαύοντας αὐτούς· ὥσπερ ἐπὶ τῆς Χανανείας, καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, καὶ ἐπὶ τῆς αἱμορροούσης ἐποίησεν· μᾶλλον δὲ, ἡ θαυμασία αὕτη γυνὴ καὶ προὔλαβε τοῦ δεσπότου τὴν πεῦσιν· ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ τὴν ἰατρείαν κατάδηλον αὐτὴν
ποιεῖ· οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν, ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· διὸ καὶ εἰπόντων αὐτῶν ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς, ἥψατο αὐτῶν, καὶ ἀναβλέψαι ἐποίησεν· οἱ δὲ, καὶ πρὸ τῆς δόσεως ὤφθησαν καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες ἠκολούθησαν
γάρ.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.