ΚΕΦ. ΜΓ.
τῶν λυπηρῶν· εἰ δὲ ὁ Εὐαγγελιστὴς οὗτος περὶ τῆς μητρὸς αὐτῶν λέγει ὅτι αὐτὴ ᾔτησε τοῦτο, ὡς ἀμφοτέρων γενομένων τοῦτο εἶπεν t· τὴν μητέρα γὰρ συμπαρέλαβον, ὅπως μείζονα τὴν ἱκεσίαν ποιήσωνται, καὶ ἐν τούτῳ Κύριον δυσωπήσωσιν· αὐτοὶ γὰρ μόνοι προσελθεῖν ᾐσχύνοντο· ὅπερ δὲ εἶπεν αὐτοῖς, “ ὅτι δύνασθε πιεῖν τὸ
“ ποτήριον ὃ ἐγὼ πίνω· ” τοὺς κινδύνους καὶ τὰ ἔσχατα δεινὰ, καὶ τὰς σφαγὰς σημαίνει· οὐκ εἶπε δὲ δύνασθε σφαγῆναι, καὶ τὸ αἷμα ὑμῶν ἐκχεῖν, ἀλλὰ πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω· ὅπως δὴ τούτων ἐφελκύσηται αὐτοὺς, καὶ τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμώτεροι γένωνται· καλεῖ δὲ καὶ αὐτὸ βάπτισμα, δεικνὺς μέγαν
ἀπὸ τῶν ἐσομένων τὸν καθαρμὸν γινόμενον τῇ οἰκουμένῃ.
αἰτεῖσθε εἰ δὲ καὶ περὶ τῆς ἄνω δόξης ᾔτουν, οὐ δὲ οὕτω πάλιν ᾔδεσαν, ὅπερ ᾔτουν· πῶς θαυμαστὸν, πῶς μέγαν, πῶς ὑπερβαῖνον τὰς ἄνω δυνάμεις· κατεπείγοντες δὲ λέγουσι τὸ, εἰπέ· διὰ τοῦτο δὲ τὴν προεδρίον τῆς καθέδρας ᾔτουν λαβεῖν· ἐπειδὴ ἤκουσαν εἰπόντος αὐτοῦ, ὅτι ἐπὶ δώδεκα θρόνους καθιεῖσθαι, οὐκ εἰδότες δὲ ὅπερ
λέγουσιν, εἶπον ὅτι “δυνάμεθα.”
καὶ τὰ ἑξῆς· τοῦτο δὲ τὸ ῥητὸν δύο ἡμῖν ζητήματα παρὰ πολλῶν προστίθησιν· ἓν μὲν εἰ ἡτοίμασταί τινι τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ· δεύτερον δὲ, εἰ ὁ πάντων Κύριος, ἐκείνοις οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι πάσχειν· τί οὖν ἐστιν εἰπεῖν; ἃν τὸ πρότερον λύσωμεν, τότε τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφέστερον· οὐδεὶς
ἐκ δεξιῶν αὐτοῦ κάθηται, οὐδὲ ἐξ εὐωνύμων, ἄβατος γὰρ πᾶσιν ὁ θρόνος αὐτοῦ ἐκεῖνος, οὐκ Ἀποστόλοις λέγων, ἀλλὰ καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν· ὡς γὰρ ἐξαίρετον τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· “πρὸς τίνα δὲ τῶν “Ἀγγέλων εἴρηκε ποτὲ, Κάθου ἐκ δεξιῶν μου;” καὶ τὰ ἑξῆς· εἶπε
δὲ ὅτι “τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν “δοῦναι,” οὐχ ὡς ὄντων τινῶν τῶν μελλόντων καθέζεσθαι, ἄπαγε, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίθη τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ· οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτου
καταδεέστερα, καθ’ ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν, ἀλλ’ ἐζήτουν ἓν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ ἐνδοξότεροι τῶν ἄλλων εἶναι πη αὐτῷ.
γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα εἰσερχομένους τοῦτον· καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν, τῶν μάλιστα οἰκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαρροῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ
πρὸς αὐτοὺς λέγειν, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων. ἆρα οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; οὐδαμῶς, ἀλλὰ μᾶλλον ἀποδεξόμεθα αὐτοῦ τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. ὥσπερ οὖν ἐκεῖνον οὐκ ἃν φαίημεν ἀτονεῖν διδόναι τὸν στέφανον, ἀλλὰ μᾶλλον μὴ βούλεσθαι
διαφθεῖραι τὸν νόμον τοῦ ἀγῶνος, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμεν ἃν. τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς ἐκ τούτου συνελαύνοντα, ὥστε μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν, τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν· διὰ τοῦτο
εἶπεν, “οἷς ἡτοίμασται.” τί γάρ φησιν; ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους· τὶ δαὶ, ἃν μείζονα ἐργάσωνται; μὴ γὰρ ἐπειδή μου μαθηταὶ γεγόνατε, νομίζετε διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε· ὅτι γὰρ αὐτὸς Κύριος ἐστὶ τοῦ παντὸς, δῆλον, ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν· καὶ
γὰρ τῷ Πέτρῳ οὕτως εἶπεν, “ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν “οὐρανῶν.” καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε, “λοιπὸν ἀπό- “κειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύ- “ριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφά- “νειαν αὐτοῦ·” ὅτι δὲ τοῦ Παύλου οὐδεὶς στήσεται πρῶτος,
παντί που δῆλον· εἰ δὲ ἀσαφέστερον ταῦτα αὐτὸς εἴρηκε, μὴ θαυμάσωμεν; παραπεμπόμενος γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου, καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφίᾳ ἀμφότερα ταῦτα κατορθοῖ.
δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀπορρήξαντες, ἐγγύτερον εἱστήκεισαν, περὶ ἑαυτῶν διαλεγόμενοι, οἱ δὲ δέκα ἐκ διαστήματος· ἰδὼν οὖν αὐτοὺς θορυβουμένους πρὸ τῶν λόγων καταπραΰνει τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι, καί φησιν, “οἴδατε ὅτι οἱ ἄρχοντες “τῶν ἐθνῶν· δεικνὺς ὅτι ἐθνικῶν ἀνθρώπων τὸ τῶν πρωτείων ἐρᾷν.
ἐπεὶ οὖν τυραννικὸν ὑπάρχει τὸ τῆς φιλαρχίας πάθος, καὶ συνεχῶς ἐνοχλεῖ καὶ μεγάλοις ἀνδράσι, διὰ τοῦτο σφοδροτέρᾳ πληγῇ τῇ τῶν ἐθνῶν παραθέσει κέχρηται, ὅπως φλέγουσαν τὴν ψυχὴν τῷ πάθει τέμῃ τοῦτο βαρύτερον καθαπτόμενος· οὐδὲ γὰρ εἰς τὰ παρ’ ἡμῖν, οἷα τὰ τῶν ἐθνῶν· οἱ μὲν γὰρ “ἄρχοντες τῶν ἐθνῶν κατα-
“κυριεύουσιν αὐτῶν,” φησι, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος πρῶτος ἐστιν· οὐχ ἁπλῶς δὲ ταῦτα προσέταξεν, ἀλλὰ δι’ ὧν ἐποίει καὶ ἔπασχε, παρέχων τὴν ἀπόδειξιν τῶν εἰρημένων ἐναργῆ· βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὑπάρχων, ἄνθρωπος ἐγένετο, καὶ κατεδέξατο καταφρονεῖσθαι καὶ ὑβρίζεσθαι καὶ ἐπὶ θάνατον ἐλθεῖν· τοῦτο γὰρ
σημαίνει, τὸ “οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦ- “ναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν.”
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.