ΚΕΦ. Λ.
ἐπήκουσεν, τοῖς δὲ εἰς τὸ ὄρος προσελθοῦσιν αὐτῷ ἀρρώστοις, εὐθέως τὴν ὑγίειαν ἐδωρήσατο ; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι· καὶ γὰρ πιστοτέρα ἐκείνων αὕτη, ἀλλ’ ἵνα τῶν ἀπίστων Ἰουδαίων ἐμφράξῃ τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἀπολογίας ἐκκύψῃ πρόφασιν· ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετεῖται, τοσοῦτον μᾶλλόν
ἐστιν ὑπεύθυνος τῇ κολάσει, ἀγνωμονῶν, καὶ μὴ θελήσας τῇ τιμῇ γενέσθαι βελτίων· διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες, τῶν πενομένων μᾶλλον κολάζονται, ὄντες κακοί· ὅτι μηδὲ ἐν εὐθηνίαις γεγόνασιν ἥμεροι· μὴ γάρ μοι λέγε, ὅτι δεδώκασιν ἐλεημοσύνην· εἰ γὰρ μὴ κατ’ ἀξίαν δεδώκασιν, οὐδὲ οὕτω διαφεύξονται τὴν κόλασιν· οὐ
γὰρ τὸ μέτρον τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης· εἰ δὲ οἱ ἐκ μέρους παρέχοντες δίκην διδόασι μὴ κατ’ ἀξίαν διδόντες, πολλῷ μᾶλλον οἱ φιλαργυρίαν νοσοῦντες· προσέταξε γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς, “ περισσεῦσαι τὴν “ δικαιοσύνην ἡμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων·” τουτέστιν, ὑπὲρ τὰς δεκάτας παρέχειν.
ἀκαθάρτων οὖσαν ἐθνῶν, ἀκάθαρτον γὰρ ὁ κύων τῷ νόμῳ· “τέκνα” δὲ τοὺς ἐξ Ἰσραὴλ καταγομένους Ἰουδαίους ἀποκαλῶν· πρὸς τοῦτο δὲ αὖθις ἡ ὑπὸ τῆς σοφίας δοκιμαζομένη, σοφῶς ὑπήντησεν· ἥρπασε γὰρ τὴν ὕβριν, καὶ τὴν δοκιμάζουσαν αὐτὴν σοφίαν ἐξ αὐτῆς τῆς ὕβρεως συλλογίζεται, καὶ συγκλείει πρὸς ἔλεον· ναί, φησι, κύων
εἰμί· καταδέχομαι τὴν ὕβριν· ἐξ ὧν ὕβρισμαι, τροφὴν ἐποφείλομαι· καὶ γὰρ ὡς κυνὶ τῶν τοῦ ἄρτου ψιχίων μοι μέτεστιν.
Θεὸς γὰρ ὁ λέγων, καὶ τὸ ῥῆμα ἐνεργοῦν, καὶ ἡ δύναμις πανταχου.
ἐπείγετο, σύμφωνος ὦν τοῖς λεχθεῖσι, καὶ ἡ θεραπεία προσεβεβαίου c ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας οὐκ ἀπελιμπάνετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.