ΚΕΦ. ΚΘ.
τῆς τῶν βρωμάτων παρατηρήσεως τοὺς Ἰουδαίους ἀπήλλαξεν, ἀνοίξῃ καὶ τοῖς ἔθνεσι θύραν, λοιπὸν ὁδῷ προβαίνων· καὶ πρὸ τούτου μὲν, τοῖς Ἀποστόλοις ἐπέταξεν· “ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελ- “ θεῖν καὶ κηρύξαι·” αὐτὸς δὲ νῦν ἀπέρχεται, οὐχ ὡς κήρυξ· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος ἔλεγεν, ὅτι ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ
ἔλαθεν· ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκολουθίας τῶν πραγμάτων ἦν, οὕτως τὸ προσερχομένους διώκειν ἀναξιον τῆς αὐτοῦ φιλανθρωπίας ὑπῆρχεν· εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει.
ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα· “ἐπι- “λάθου γάρ,” φησι, “τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός “ σου.” καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθεν, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς· καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις·
Χαναναίαν δὲ αὐτὴν ἐκάλεσεν, ἵνα δείξῃ ἐκ ποίων παρανόμων ἐθνῶν οὖσα, ποίαν εἰλικρινῆ πίστιν ἐκτήσατο· καὶ οὐ λέγει, ἐλέησον τὴν θυγατέρα μου, διὰ τὸ ἐκείνην ἀναίσθητον ἐκ τῆς νόσου εἶναι· ἀλλ’ ἐλέησόν με τὴν μυρία πάσχουσαν δεινὰ, καὶ μετὰ αἰσθήσεως οὐκ ἔλαττον τῆς ἐμῆς θυγατρὸς μαινομένην.
χρὴ δὲ σκοπῆσαι μετὰ τῆς πίστεως αὐτῆς καὶ τὴν ταπεινοφροσύνην. αὐτὸς μὲν γὰρ τέκνα τοὺς Ἰουδαίους ἐκάλεσεν, αὐτὴ δὲ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ κυρίους ὠνόμασεν· τοσοῦτον οὐκ ἤλγησε τοῖς ἑτέρων ἐγκωμίοις. καὶ αὐτὴ μὲν οὕτως· ὁ γὰρ Χριστὸς προσμαρτυρήσας αὐτῇ τῇ πίστει, “ γενηθήτω σοι,” φησὶν,
ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς, ἀπὸ τῆς ὥρας ἐκείνης. τοσοῦτον ἰσχύει προσεδρία εὐχῆς· ὁ γὰρ οἱ Ἀπόστολοι ἀνύσαι οὐκ ἴσχυσαν, εἰπόντες, “ ἀπόλυσον αὐτὴν,” αὐτὴ ἤνυσεν· καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων, παρ’ ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι, ἣ παρ’ ἑτέρων ὑπὲρ ἡμῶν· καίτοι μείζονα παρρησίαν εἰχον
οἱ Ἀπόστολοι, ἀλλὰ πολλὴν καρτερίαν ἐπιδείξατο αὕτη.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.