ΚΕΦ. ΚΓ.
καὶ τὰ ἑξῆς. τέθεικε δὲ τὸ “τότε” ὅτι μετὰ τοσαῦτα σημεῖα, ὡς οὐδενὸς γενομένου, λέγουσι, “θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. τοῦτο δὲ ἔλεγον, ἵνα ἐπιλάβωνται πάλιν. ἐπειδὴ γὰρ ἀπὸ τῶν ῥημάτων αὐτοὺς ἐπεστόμισεν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐπὶ τὰ ἔργα πάλιν ἔρχονται. αὐτὸς δὲ ὅτε μὲν αὐτὸν τραχέως
ἠρώτων καὶ ὕβριζον, ἐπιεικῶς αὐτοῖς διελέγετο. ὅτε δὲ ἐκολάκευον, ὑβριστικῶς καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπεκρίνετο· δεικνὺς, ὅτι ἑκατέρου πάθους ἐστὶν ἀνώτερος, καὶ οὔτε τότε εἰς ὀργὴν ἐξάγεται, οὐδὲ νῦν ἀπὸ κολακείας μαλακίζεται. χρὴ δὲ καὶ τὴν ὕβριν σκοπεῖν, οὐχ ἁπλῶς λοιδορίαν οὖσαν, ἀλλ’ ἀπόδειξιν ἔχουσαν τῆς πονηρίας αὐτῶν. “τί γάρ,” φησι, “γενεὰ πονηρὰ καὶ “μοιχαλὶς,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἀγνώμονες γεγόνασιν ἀεὶ οἱ πρόγονοι ἀυτῶν πέρι τοὺς εὐεργέτας, ὡσπερ
κα νυν αὐτοὶ. καὶ ὅτι εὑ πάσχοντες, χείρους γίνονται, ὅπερ ἐσχάτης ἐστὶ πονηρίας. μοιχαλίδα δὲ ἐκάλεσε, καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν, τήν τε τῶν προγόνων αὐτῶν, καὶ τὴν τούτων αὐτῶν. ἐκεῖνοι μὲν, ὅτι καταλιπόντες τὸν Θεὸν, ἐπὶ τοὺς δαίμονας ἔτρεχον· οὗτοι δὲ, ὅτι αὐτὸν παραγενόμενον προσδέξασθαι
οὐκ ἤθελον. Εἰπὼν δὲ “τὸ σημεῖον Ἰωνᾶ τοῦ προ- “φήτου,” ἤδη τὸν περὶ τῆς ἀναστάσεως ἀνακρούεται λόγον, καὶ πιστοῦται αὐτὸν ἄπο του τύπου. τι οὑν οὐκ ἐδόθη ἀυτὴ σημεῖον, φησίν; οὐκ ἐδόθη αὐτῇ αἰτούσῃ. οὐ γὰρ ὥστε αὐτοὺς ἐνάγειν ἐποίει τὰ σημεῖα, ᾔδει γὰρ αὐτοὺς πεπωρωμένους ὄντας, ἀλλ’
ὥστε ἑτέρους διορθοῦν. “ὥσπερ γὰρ ἦν Ἰωνᾶς,” φησιν, “ἐν τῇ “κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. καρδίαν δὲ τῆς γῆς, τὸν τάφον εἶπε.
ὁ δὲ ἐκ θανάτου ἀνέστη. καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, ὁ δὲ βασιλείαν ἦλθεν εὐαγγελιζόμενος· καὶ οἱ μὲν βάρβαροι, οἱ δὲ προφήταις συνανεστράφησαν μυρίοις· καὶ οἱ μὲν χωρὶς σημείου ἐπίστευσαν, οἱ δὲ πολλὰ σημεῖα θεασάμενοι, ἄπιστοι διέμειναν. τὸ δὲ “βασίλισσα νότου κατακρινεῖ αὐτοὺς, τοῦτο τοῦ προτέρου
πλέον ἦν. ὁ μὲν γὰρ Ἰωνᾶς πρὸς ἐκείνους ἀπῆλθεν, ἡ δὲ βασίλισσα τοῦ νότου οὐκ ἀνέμεινε τὸν Σολομῶνα πρὸς αὐτὴν ἀπελθεῖν, ἀλλ’ αὐτὴ πρὸς αὐτὸν παρεγένετο· καὶ γυνὴ καὶ βάρβαρος οὖσα, καὶ τοσοῦτον ἀφεστηκυῖα, οὐκ ἀπειλῆς ἐπικειμένης, οὐ θάνατον δεδοικυνῖα, ἀλλ’ ἔρωτι ῥημάτων μόνον σοφῶν· “πλέον δὲ Σολομῶνος
“ὧδε.” ἐκεῖ μὲν γὰρ ἡ γυνὴ παρεγένετο, ἐνταῦθα δὲ, ἐγώ, φησιν, ὁ δεσπότης. καὶ ὁ μὲν Σολομὼν ὑπὲρ δένδρων καὶ ξύλων διελέγετο, τὰ μηδὲν μέγα ὠφελῆσαι τὴν παραγενομένην δυνάμενα· ἐγὼ δὲ ὑπὲρ ἀπορρήτων ῥημάτων καὶ μυστηρίων φρικωδέστερον.
“τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα χαλεπώτατα ὑπομενοῦσιν οἱ Ἰουδαῖοι· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. καθάπερ οἱ δαιμονῶντες, φησὶν, ὅταν ἀπαλλαγῶσι τῆς ἀρρωστίας ἐκείνης, ἃν ῥαθυμώτεροι γένωνται, χαλεπωτέραν ἐπισπῶνται κἀς
ἑαυτῶν τὴν φαντασίαν, οὕτω καὶ ἐφ’ ὑμῖν γίνεται· καὶ γὰρ καὶ ἔμπροσθεν κατείχεσθε δαίμονι, ὅτε τὰ εἴδωλα προσεκυνεῖτε, καὶ τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε τοῖς δαιμονίοις, πολλὴν ἐπιδεικνύμενοι μανίαν, ἀλλ’ ὅμως οὐκ ἐγκατέλιπον ὑμᾶς, ἀλλ’ ἐξέβαλον τὸν δαίμονα ἐκεῖνον διὰ τῶν προφητῶν καὶ δι’ ἐμαυτοῦ· πάλιν ἦλθον,
ἐκκαθάραι πλεῖον ὑμᾶς βουλόμενος. ἐπεὶ οὖν οὐ βούλεσθε προσέχειν, ἀλλὰ καὶ εἰς πλείονα ἐξωκείλατε πονηρίαν, τοὺς προφήτας ἀνελεῖν, πολλῷ μείζω καὶ χαλεπώτερα ὑπομενεῖτε τῶν προτέρων, τῶν κατὰ Βαβυλῶνα λέγω, καὶ κατὰ Αἴγυπτον καὶ κατὰ Ἀντίοχον· καὶ γὰρ τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα αὐτοῖς,
πολλῷ τούτων χαλεπώτερα.
πρόθεσιν λόγων, ὡς ἀληθῆ τῶν ἐν ψευδωνύμων‘ γνώσει. ὁ δ’ αὐτός ἐστι κεκοσμημένος, ὡς ὁμοίωμα νάου, οὐκ ὢν ναὸς.
Αἴγυπτον εἰδωλολάτρουν· ἐξῆλθε δὲ ὅτε προσεκλήθησαν ὑπὸ Θεοῦ· μετὰ ταῦτα δὲ ὅτε ἐξήμαρτον εἰς τὸν προσκαλεσάμενον, τότε μετέβαινεν ἡ χάρις ἐπὶ τὰ ἔθνη, οἱ δὲ ἐξεδίδοντο. καὶ ἡ μὲν ἐν τοῖς ἔθνεσιν, ὥσπερ ἐν ἀνύδροις τισὶ τόποις κατοίκησις ἐγένετο τῶν πονηρῶν χαλεπή τε καὶ δύσβατος, Θεὸν ὑποδεξαμένων τῶν
ἐθνῶν· ἡ δὲ εἰς τὸν Ἰσραὴλ ἐπάνοδος ῥᾷον ἣ πρότερον καὶ μετὰ πολλοῦ πλήθους τῆς ἐφόδου· διὸ κακίονα νῦν διάγουσιν ἣ ἐν Αἰγύπτῳ, παραταττόμενοι μὲν εἰς τὰς κατὰ Χριστὸν βλασφημίας ἀεί· τὴν δὲ πρὸς Ἀβραὰμ διαθήκην οὐκ ἔχοντες κατὰ τὸ 1 δίκαιον προσδοκᾷν κἂν ὥσπερ τότε, ἀλλὰ ἀποκοπτόμενοι τῆς ἐλπίδος, ὅτι τὸν πληρωτὴν ταύτης ἠθετήκασιν.
ἐπῃσχύνετο t, οὐδ’ ἃν διῆλθε διὰ τῆς μήτρας ἐκείνης, οὐδ’ ἃν καὶ πρὸς αὐτῷ τῷ σταυρῷ ὣν, τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ, παρεκατετίθετο αὐτήν· ἀλλὰ τοῦτο εἶπε δεῖξαι θέλων, ὅτι ἀρετῆς ἀπούσης, πάντα περιττὰ, καὶ ὅτι ὁ ταύτην ἐργαζόμενος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν αὐτοῦ.
λαῷ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδός· ἔδει γὰρ αὐτὴν εἰσελθοῦσαν ἀκούειν μετὰ τοῦ ὄχλου, ἣ μὴ τοῦτο βουλόμενον ἀναμεῖναι, ἕως οὗ τὸν λόγον καταπαύσῃ· τὸ δὲ αὐτὸ καὶ περὶ τῶν ἀδελφῶν αὐτοῦ χρὴ λογίζεσθαι· ὅμως δὲ οὐδὲ εἶπεν, ἄπελθε, εἰπὲ τῇ μητρί μου, ὅτι οὐκ εἶ’ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται
λέγων, “τίς ἐστιν ἡ μήτηρ μου.” καὶ ἕτερον δέ τι κατασκευάζων τοῦτο εἶπεν· ὥστε μήτε ἐκείνους, μήτε ἄλλους συγγενεία θαρροῦντας, ἀμελεῖν ἀρετῆς.
εἰς αὐτόν. ἐκ τοῦ δὲ ποιεῖν τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς, ἀδελφὸς ἣ ἀδελφὴ ἣ μήτηρ τοῦ Ἰησοῦ τίς γίνεται. εἰ δὲ τούτω οὐ φύσει ἐστὶ τὶς ἀδελφὸς, ἣ τι τῶν λοιπῶν ἔτι πᾶσα παρθένος, καὶ ἀδιάφθορος ψυχὴ ἐξ Ἁγίου Πνεύματος συλλαβοῦσα, ἵνα γεννήσει τὸ πατρικὸν θέλημα, μήτηρ ἐστὶ τοῦ Ἰησοῦ.
“δὲ αὐτῆς τὴν ψυχὴν,” καὶ τὰ ἑξῆς, εἰκότως ἐπανῆλθεν ἐπὶ ταῦτα καὶ ὁ Κύριος αὐτῆς εὐμενῶς ἐπὶ τοῦ πάθους μνησθεὶς, καὶ συνέστησεν αὐτὴν τῷ ἀγαπητῷ μαθητῇ.
συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τοῦτο κἀκείνους στέργων, εἰ ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἔπι τι σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν· ὃ μὲν καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ὡς γὰρ αὐτὸς εἶπε τοῖς μαθηταῖς “ὁ φιλῶν πατέρα ἢ μητέρα” καὶ τὰ
ἑξῆς. οὕτω μοι νόει τὸν Ἰησοῦν προκρίναντα τοὺς μαθητὰς, ὑπὲρ μητέρα καὶ ἀδελφούς.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.