ΚΕΦ. ΚΒ.
1
πράους εἶναι τοῖς ἐχθροῖς, κἂν τοιαῦτα λέγουσιν, ἃ μήτε αὐτοῖς συγγινώσκωμεν ἡμεῖς, μήτε τὸν τυχόντα ἔχει λόγον. διαλέγεται γὰρ αὐτοῖς, οὐκ ἀπὸ τῶν γραφῶν· οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἤμελλεν· ἀλλὰ ἀπὸ τῶν κοινὴ συμβαινόντων· “πᾶσα γάρ,” φησι, “βασιλεία μερισθεῖσα,” καὶ τὰ ἑξῆς· οὐ
γὰρ οὕτως οἱ ἔξωθεν πόλεμοι, ὡς οἱ ἐμφύλιοι, διαφθείρουσι· βασιλείας δὲ μέμνηται, διὰ τὸ μηδὲν αὐτῆς δυνατώτερον ἐπὶ τῆς γῆς εἶναι, ἀλλ’ ὅμως ἀπόλλυται καὶ αὐτὴ στασιάζουσα. οὐκ εἰπε δὲ, εἰ ὁ Σατανᾶς τοὺς δαίμονας ἐκβάλλει, ἀλλὰ “τὸν Σατανᾶν· δεικνὺς πολλὴν αὐτοῖς πρὸς ἀλλήλους συμφωνίαν οὖσαν· “ἐφ’
“ἑαυτὸν ἐμερίσθη” φησίν· εἰ δὲ ἐμερίσθη, ἀσθενέστερος γέγονε καὶ ἀπόλωλεν· εἰ δὲ ἀπόλωλεν, πῶς δύναται ἕτερον ἐκβάλλειν· “εἰ γὰρ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια καὶ τὰ ἑξῆς· διὰ τοὺς Ἀποστόλους λέγει· τὸ δὲ “αὐτοὶ κριταὶ ὑμῶν ἔσονται, δηλοῖ, ὅτι ὅτ’ ἃν ἐξ ὑμῶν ὄντες οἱ Ἀπόστολοι, ἐκεῖνοι μὲν πείθονται
καὶ ὑπακούουσιν, ὑμεῖς δὲ ἀνθίστασθε· εὔδηλον ὅτι κατακρινουσιν ὑμὰς.
παραγέγονεν ἀγαθὰ, τὰ πάλαι παρὰ τῶν προφητῶν ᾀδόμενα· αὐτοὶ δὲ τοὐναντίον ἐποίουν· οὐ μόνον δεχόμενοι αὐτὰ, ἀλλὰ καὶ διαβάλλοντες, καὶ συντιθέντες οὐκ οὔσας αἰτίας· ὅτι “ἐγὼ μέν, “φησιν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια,” ὅπερ ἐστι μεγίστης δυνάμεως ἔργον, καὶ οὐ τῆς τυχούσης χάριτος· ὑμεῖς
δὲ δι’ ὧν φθέγγεσθε, τῇ ὑμετέρᾳ σωτηρίᾳ πολεμεῖτε. ὅπερ δὲ εἶπεν, “ὅτι πῶς δύναται εἰσελθεῖν εἰς τὴν οἰκίαν” καὶ τὰ ἑξῆς· οὕτως χρὴ νοεῖν· ὅτι οὐ μόνον ὁ Σατανᾶς τὸν Σατανᾶν οὐκ P τὴν βασιλείαν Cod. ἐκβάλλει, ἀλλ’ οὐδὲ ἄλλῳ τινὶ δυνατὸν ἐκβάλλειν, ἐὰν μὴ πρότερον ἐκείνου περιγένηται· τοσοῦτον γὰρ ἀπέχω, φησὶ, συμμάχῳ χρήσασθαι τῷ διαβόλῳ, ὅτι καὶ πολεμῶ αὐτῷ καὶ δεσμῶ αὐτόν. καὶ τούτου τεκμήριον, τὸ τὰ σκεύη αὐτοῦ διαρπάσαι με. τουτέστι τοὺς δαίμονας ἀπελαύνειν με, καὶ τὴν οἰκουμένην ἁπάσαν τῆς
πλάνης ἐλευθερῶσαι με, καὶ τὰς μαγγανείας αὐτοῦ καταλῦσαι με, καὶ πάντα ἄχρηστα ποιῆσαι με τὰ ἐκείνου. “ἰσχυρὸν” δὲ αὐτὸν καλεῖ· οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτός ἐστι, μὴ γένοιτο, ἀλλὰ τὴν ἔμπροσθεν σημαίνων τυραννίδα, τὴν ἐκ τῆς ῥαθυμίας τῆς ἡμετέρας γεγενημένην.
καὶ σκορπίζειν ἐπιθυμεῖ τὰ ἐμά. ταῦτα δὲ λέγει, ἵνα δείξῃ πολλὴν αὐτοῦ πρὸς τὸν διάβολον τὴν ἔχθραν, καὶ ἄφατον οὖσαν.
ἔστω γὰρ ἐμοὶ πταίετε q διὰ τὴν σάρκα ἣν περίκειμαι. διατί εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε; μὴ γὰρ καὶ περὶ αὐτοῦ ἔχετε εἰπεῖν, ὅτι ἀγνοοῦμεν αὐτό· διὰ δὴ τοῦτο καὶ ἐνταῦθα κολασθήσεσθε 2 καὶ ἐκεῖ· ὅσα μὲν οὖν ἐβλαφημήσατε κατ’ ἐμοῦ, φησι, πρὸ τοῦ σταυροῦ, ἀφίημι ὑμῖν, καὶ αὐτὸ δὲ τοῦ σταυροῦ τὸ τόλμημα· ὑπὲρ δὲ τῆς ἀπιστίας κατακριθήσετε μόνον· “ ὃς δ’ ἃν εἴπῃ κατὰ “τοῦ Πνεύματος τοῦ Ἁγίου,” καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ ἐμὲ λέγετε ἀγνοεῖν, οὐ δήπου κακεῖνο ἀγνοεῖτε, ὅτι τὸ δαίμονας ἐκβάλλειν,
καὶ ἰάσεις ἐπιτελεῖν, τοῦ Ἁγίου Πνεύματος ἔργον ἐστι· ὃ δὲ λέγει, τοῦτό ἐστιν· ὅτι ἡ ἀξία μετάνοια πάντα συγχωρεῖ τὰ εἰς ἐμὲ ἁμαρτήματα, καὶ τὰ εἰς τὸ Ἅγιον Πνεῦμα· εἰ δὲ οὐ μετανοήσατε περὶ μὲν ὧν εἰς ἐμὲ ἐπράξατε πρὸ τοῦ σταυροῦ, ὧδε μὲν οὐκ ἀπολαμβάνετε, μόνον δὲ ἐκεῖ. περὶ δὲ ὧν εἰς τὸ
Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε· ἐὰν μὴ μετανοήσετε, καὶ ὧδε κολασθήσεσθε καὶ ἐκεῖ. ἁ. καὶ γὰρ οἱ μὲν, τῶν ἀνθρώπων, καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, ὡς οἱ Σοδομῖται· καὶ ὡς οὗτοι αὐτοί· καὶ γὰρ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα τῆς πόλεως αὐτῶν ἁλούσης, καὶ ἐκεῖ χαλεπωτάτην ὑπομένουσιν.
β. οἱ δὲ ἐκεῖ μόνον, ὡς ὁ πλούσιος ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν. (??). οἱ δὲ ἐνταῦθα μόνον, ὡς ὁ πεφορμευκὸς παρὰ Κορινθίοις. δ. οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ, ὡς οἱ Ἀπόστολοι, καὶ ὡς οἱ προφῆται, ὡς ὁ Ἰὼβ· οὐ γὰρ δὴ κολάσεως s ἣν ἅπερ ἔπασχεν, ἀλλὰ ἀγώνων καὶ παλαισμάτων.
ὅτι παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῦτο ποιεῖτε. καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ’ ὁ καρπὸς τοῦ δένδρου γνωριστικός· ἀκόλουθον οὖν, ἣ καὶ τὸ δαίμονας ἐλευθεροῦν ἐνδιαβάλλειν, ἐνδιαβάλλοντες
ἐμὲ τὸν ἐλευθεροῦντα, ἣ τοῦτο ἐπαινοῦντας, καὶ ἐμὲ τὸν ἐργαζόμενον κατηγορεῖν.
5
καὶ ἐκ τῶν λόγων ἡμῶν κατακριθησόμεθα· ὅπερ ἐστι δικαστηρίου ἡμέρου καὶ ἀνεπαχθοῦς· οὐ γὰρ ἐξ ὧν ἕτερος, φησὶν, εἶπε περὶ σοῦ, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐφθέγξω, τὰς ψήφους ὁ δικαστὴς ἐξενέγκῃ. διὰ τοῦτο οὖν ἀγαπητοὶ, πᾶσαν σπουδὴν εἰσενέγκωμεν, μὴ μόνον τοῦ μηδὲν ἡμᾶς ἀργὸν φθέγγεσθαι, ἀλλὰ καὶ τὸ πάντοτε
περὶ τῶν ἐντολῶν τοῦ Θεοῦ διαλέγεσθαι.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.