ΚΕΦ. ΙΓ.
αὐτὸν καὶ προὔθηκαν τῷ Χριστῷ· ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας πάσης λύων τὰ ἁμαρτήματα· καί τινες μὲν τῶν γραμματέων, τῇ βασκανία κατεχόμενοι, ἐν ἑαυτοῖς εἰπον, “οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; αὐτὸς δὲ διὰ
τῶν προβλημάτων βεβαιοῖ τὰ εἰρημένα, ἐλέγξας ὡς Θεὸς τὰς ἐνθυμήσεις αὐτῶν· μόνου γὰρ Θεοῦ ἐστι τὸ τὰ ἀπόρρητα εἰδέναι· ἔπειτα δὲ καὶ φησι πρὸς αὐτούς· “τι ἐστιν εὐκοπώτερον εἰπεῖν, “ ἀφέωνται σου αἱ ἁμαρτίαι, ἣ εἰπεῖν ἆρον τὸν κράβαττόν σου “ καὶ ὕπαγε εἰς τὸν οἶκον σου” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· τί
δοκεῖ εὔκολον ὑμῖν εἶναι· σῶμα σφίγξαι παραλελυμένον, ἣ ψυχῆς ἁμαρτήματα λῦσαι; εὔδηλον, ὅτι σῶμα σφίγξαι· ὅσῳ γὰρ σώ- 2 μάτος ψυχὴ βελτίων, τοσοῦτον τὰ ἁμαρτήματα λῦσαι τούτου ἄμεινον. ἐπεὶ δὲ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερόν· διὰ τοῦτο οὖν προστίθημι τὸ καταδεέστερον φανερῶς, ἵνα τὸ μεῖζον καὶ ἀφανὲς διὰ τούτου λάβη τὴν ἀπόδειξιν.
πάλιν καὶ ἐνταῦθα τὸ ἄτυφον δεικνύς· ὅτι δὲ καὶ οὐ φαντασία ἦν τὸ γινόμενον, διὰ τοῦτο γὰρ καὶ βαστάσαι αὐτὸν τὸν προσέταξεν, ὅμως οὖν καὶ οἱ ὄχλοι ἔτι χαμαὶ σύρονται· “ ἰδόντες γάρ,” φησιν, “ ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.” προίστατο γὰρ αὐτοῖς
ἡ σάρξ· αὐτὸς γὰρ μακροθυμῶν οὐκ ἐπετίμα αὐτοῖς· τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων αὐτὸν εἶναι μείζονα, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἦλθεν· εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἃν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν· ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· οὐδὲ προελθεῖν εἰς τὸ βέλτιον
ἠδυνήθησαν· ἔλεγον γὰρ πάλιν, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· ποιήσας δὲ τὸ θαῦμα τοῦ παραλυτικοῦ, οὐκ ἐπέμεινεν ἐν τῷ τόπῳ, ἵνα μὴ τὸν ζῆλον πλεῖον ἐξάψῃ ὁρώμενος· οὕτως οὑν καὶ ἡμεῖς ποιῶμεν, ἐκκλίνοντες x τοὺς ἐπιβουλεύοντας.
κράβαττον.
εἰ γὰρ καὶ ἄνθρωπος, φησὶ, γέγονα Θεὸς Λόγος ὑπάρχων, καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαι τε καὶ ἀναστρέφομαι· ἀλλ’ οὐδὲ ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσα τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς
κατὰ σάρκα υἱὸν ἀνθρώπου. Καὶ μετ’ ὀλίγα—Οἰκονομικῶς δὲ λέγει “ ἐπὶ τῆς γῆς,” ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐπὶ τῆς γῆς ὠφθεὶς, Θεὸς ἠν κατὰ φύσιν.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.